1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

28

τοῖς λόγοις ἐπεῖχε. καὶ "τί παθόντες" ἔλεγεν "ἐμὲ μὲν τὸν παρὰ Ῥωμαίοις καὶ ἐκ Ῥωμαίων γεννηθέντα τε καὶ τραφέντα συχναῖς περιβάλλοντες λοι δορίαις ἔπειτα φεύγετε, ἄνδρα δὲ παρ' Ἰταλοῖς γεννηθέντα τε καὶ τραφέντα, καὶ οὔπω ταῦτα, ἀλλὰ καὶ αὐταῖς στολαῖς καὶ γλώτ τῃ πρὸς τὰ ἡμέτερα παρεισφρήσαντα, εὐφημοῦντες δέχεσθε; εἰ δὲ δογμάτων ἕνεκα λέγετε, βασιλεὺς προσκαλείτω, καὶ συναχθέν των ἁπάντων ἀκουέτω τὸ φρόνημα, κἂν δόξω κακῶς φρονῶν, ξυνετῶν ἀνδρῶν καὶ τῶν γραφῶν κρινόντων καὶ εὐλαβῶν· εἰ δ' οὖν, ἀλλ' ἵνα τί λόγοις ἀμαθῶν καὶ βαναύσων ἑπόμενοι ἐμοὶ τὰ χείριστα περιάπτετε;" ταῦτ' ἔλεγε Βέκκος ἀναφανδόν, καὶ δῆ λος ἦν θέλων καὶ βασιλεῖ προσαγγέλλεσθαι. ὃ δὴ καὶ οὐκ εἰς μακρὰν ἐγεγόνει. κοινῇ τε γὰρ σκέψει κατάγεται, καὶ τῇ μονῇ τοῦ Κοσμιδίου προσίσχει τῆς νηὸς ἀποβάς, ὥριστό τε ἡμέρα τῆς διαλέξεως, καὶ σύνοδος ἱερῶν ἀνδρῶν, παρόντος καὶ αὐτοῦ βα σιλέως, ἀνὰ τὸν Ἀλεξιακὸν τρίκλινον γίνεται. παρῆν μὲν οὖν ὁ πατριαρχεύων Γρηγόριος, παρῆν δὲ καὶ ὁ Ἀλεξανδρείας Ἀθανάσιος, ἀρρώστως ἔχων τοῦ σώματος κλινοπετής τε καὶ ἐπὶ σκίμ 90 ποδος. συνῆν δὲ καὶ πᾶσα τῶν ἀρχιερέων ὁμήγυρις. ἦσαν δὲ καὶ οἱ τῆς ἐκκλησίας καὶ μοναχοὶ πλεῖστοι, καὶ τῶν λαϊκῶν οἱ ἐλλόγιμοι. ἐφ' οἷς προυκάθητο βασιλεύς, καὶ ἀμφ' ἐκεῖνον ἦσαν ὅσοι τε τῶν μεγιστάνων καὶ τὸ τῆς συγκλήτου ἅπαν περι φανές. ἦν δὲ καὶ ὁ μέγας λογοθέτης, τὰ πρῶτα τῶν συνει λεγμένων, συνάμα πατριάρχῃ ἀναδεξάμενος τὰ τῆς διαλέξεως. ἐπὶ τούτοις ὁ τῆς ἐκκλησίας ῥήτωρ, ὃς δὴ καὶ τῶν διαλόγων κατήρχετο.

(35) καὶ "ἵνα τί" φησίν, "ὦ οὗτος, ὑγρῶν οὐ σῶν καὶ ἔτι τῶν σῶν συλλαβῶν ἐφ' οἷς ὡμολόγεις ἐσφάλθαι καὶ συγγνώμην ἐζήτεις καὶ παραίτησιν ἐποιοῦ, σήμερον ἀναλαμβά νεις τὰ ὡμολογημένα καὶ ἀδικεῖσθαι διισχυρίζῃ, ὥστε καὶ τοιαύ την δὴ καὶ τοσαύτην συγκροτηθῆναι τὴν παροῦσαν σύνοδον;" "ὅτι" φησὶ "λόγους πατέρων εἰπόντες καὶ λόγον ἀπαιτούμενοι περὶ τούτων ἡμεῖς, ἄλλον μὲν εἰδότες καιρὸν τὸν τῆς ἐκείνων ἀναπτύξεως, ἄλλον δὲ τὸν τότε παρόντα, εἰρηνεύειν θέλοντες μόνον, ἀφέντες τὰ πάντα ταῦτ' ἐπράττομεν, οὐ μὴν δὲ καὶ ὥστε τοὺς βουλομένους ἐργολαβεῖν καὶ περιάπτειν ἡμῖν αἱρέσεως ἔγκλημα." καὶ τὸν λόγον ἀναλαβόντα τὸν πατριάρχην Γρηγόριον "καὶ τί γε τὸ δοξάμενον" φάναι "τοῖς ἀμφὶ σέ;" ἦσαν γὰρ σὺν ἐκείνῳ καὶ οἱ πάλαι ἀρχιδιάκονοι, ὅ τε Μελιτηνιώτης Κωνσταν 91 τῖνος καὶ Μετοχίτης Γεώργιος. οἱ δὲ "εἰ μὲν τὴν ἁπλῶς θεο λογίαν βούλει μαθεῖν, καὶ τὴν δόξαν ἣν καὶ καρδίᾳ πιστεύομεν καὶ ὁμολογοῦμεν στόματι, αὕτη ἐστὶν ἣν ἅπας θεολογεῖ, ᾗ καὶ ἡμεῖς ἐμμενοῦμεν μέχρι καὶ αὐτῆς τελευταίας ἀναπνοῆς. εἰ δὲ ζητεῖς καὶ τὴν τῶν πατέρων, ἣν οὐκ ἐναντίαν φαμὲν τῷ συμβόλῳ τῆς πίστεως, ἀλλ' ἀνάπτυξιν καὶ διασαφήνισιν μᾶλλον τῶν κει μένων ἐν τῷ συμβόλῳ, εὑρίσκομεν ἐν γραφαῖς τὸ πνεῦμα τὸ ἅγιον χορηγούμενον διδόμενον ἀποστελλόμενον προερχόμενον ἐκ πατρὸς δι' υἱοῦ, ἔστι δ' οὗ καὶ παρ' ἐνίοις τῶν πατέρων ἐκπορευόμε νον. λέγει δὲ καὶ ὁ μέγας ∆αμασκηνὸς Ἰωάννης καὶ 20προβο λεὺς διὰ λόγου ἐκφαντορικοῦ πνεύματος20. ταὐτὸν δὲ τὸ προβολεὺς τῷ αἰτίῳ γινώσκομεν. αἴτιον οὖν οὔ φαμεν τὸν υἱὸν ἐπὶ τῇ ἐκ πατρὸς προόδῳ τοῦ πνεύματος, οὔτε μὴν συναί τιον, ἀλλὰ καὶ ἀναθεματίζομεν καὶ ἀποβαλλόμεθα τὸν οὕτω λέ γοντα. τὸν δὲ πατέρα αἴτιον δι' υἱοῦ τοῦ πνεύματος λέγομεν, ἐπείπερ τὸ προβολεὺς εἰς αἴτιον ἐκλαμβάνεται." "καὶ πῶς, ὦ οὗτοι", φησὶν ὁ μέγας λογοθέτης, "οὐ ποιεῖτε αἴτιον τὸν υἱὸν ἐπὶ τῇ ἐκ πατρὸς προόδῳ τοῦ πνεύματος, ἐπείπερ διὰ λόγου αἴ τιον ὁμολογεῖτε τὸν πατέρα τοῦ πνεύματος; δείκνυτε γὰρ ἐξ ὧν λέγετε, ὡς οὐκ ἂν ὁ πατὴρ προύβαλε πνεῦμα, εἰ μὴ υἱὸν ἐγέννα. τὸ δ' ἐστὶν ἐμφαινόμενον αἴτιον." τοὺς δὲ θέλοντας ἐκφεύγειν τὸ ὑπονοούμενον ἄτοπον φάναι ὡς πολλὰ ἐπὶ τῆς θεολογίας λέ 92 γονται ἃ δὴ μικρῷ τῷ λόγῳ τὰ μεγάλα σταθμώμενα ἐμφαίνουσί τι ταῖς χαμερπέσιν ἐννοίαις καὶ ἄτοπον ὅλως καὶ μὴ πρέπον θεῷ. "οὐ λέγομεν τέλειος θεὸς ὁ πατήρ, καὶ τέλειος θεὸς ὁ υἱός, καὶ τέλειος θεὸς τὸ πνεῦμα τὸ ἅγιον; οὐχ ὑπονοεῖται τριθεΐα τὸ συν