1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

29

αγόμενον. οὐ λέγομεν ἐγέννησεν ὁ πατὴρ τὸν υἱόν; οὐκ ἀναζῇ Ἄρειος, ἐννοῶν ῥιπὴν καὶ ἄτομον χρόνου μέσον τοῦ γεννῶντος καὶ τοῦ γεννωμένου. ἀλλὰ τὸ βλάσφημον ἀποφεύγομεν, ἱστά μεθα δὲ καὶ ὅροις τῆς εὐσεβείας, καὶ τὸ τῶν γραφῶν ὁμολογοῦν τες καὶ τὸ κακεμφαῖνον οὐ παραδεχόμενοι." ἐντεῦθεν ὁ Μοσκάμ παρ Γεώργιος, χαρτοφύλαξ ὢν τῆς ἐκκλησίας τότε, νόθον ἔλεγε τὸ ῥητόν. ἀλλὰ καὶ πρὸς αὐτὸν ὁ μέγας λογοθέτης, ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πυθοίατο ἄλλοι, "καὶ πῶς, ὦ οὗτος", φη σίν, "ἰσχυρῶς λέγειν δόξομεν οὕτως ἀπολογούμενοι; ἐπεὶ ἐν τῇ βίβλῳ τῆς ἱερᾶς ὁπλοθήκης κατὰ ῥῆμα κεῖται τὸ ῥητὸν ὡς ἁγίου ῥητὸν καὶ τοῦ μεγάλου ∆αμασκηνοῦ." ἀλλὰ τρανῶς πρὸς τοὺς ἀντιλέγοντας ἔλεγεν ὡς "δέχομαι μὲν τὸ ῥητὸν ἁγίου εἶναι, πλὴν οὐχ ὁμολογήσω τὸ πνεῦμα διὰ λόγου τε καὶ υἱοῦ τὴν αἰτίαν ἐκ τοῦ πατρός. οὕτω γὰρ καὶ παραβολώτερον εἴποιμι τῶν ἐκ πατρὸς καὶ υἱοῦ λεγόντων τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, 93 παρ' ὅσον ἐκεῖ μὲν τῆς αὐτῆς προθέσεως ἐπ' ἴσης κειμένης καὶ τοῖς δυσί, κἂν κατὰ τὴν ἰσοτιμίαν τῶν ὑποστάσεων, τὸ ταὐτὸν τῶν προθέσεων κείμενον τὸ ἀτηρὸν τῆς τόλμης ἀμηγέπη πέφυκεν ἐπειλύειν, ἐνταῦθα δὲ τὸ διάφορον τῶν προθέσεων, διάφορον καὶ τὴν ἔννοιαν τῆς λέξεως ἐργαζόμενον, διαφορὰν παραστήσει μεγίστην ἐπὶ τῆς αὐτῆς καὶ μιᾶς προόδου τοῦ πνεύματος τῶν θεαρχικῶν ὑποστάσεων, ὡς ἄλλην μὲν αἰτίαν εἶναι τὸν πατέρα ἄλλην δὲ τὸν υἱόν, οὗ τί ἂν εἴη τὸ χείριστον;" οὕτως εἰπόντος καὶ ἰσχυρὰ πάνυ δόξαντος λέγειν, ἐκείνους μὴ δυναμένους ἀπο λογεῖσθαι πρὸς ταῦτα μόνον λέγειν "καὶ τί πρὸς ἡμᾶς λέγεις ταῦτα; λέγε πρὸς τὸν εἰπόντα· καὶ εἰ μὲν κενοφωνεῖν οἴει τὸν ∆αμασκόθεν, εἰ δὲ τὸν λόγον δέχῃ, ἵνα τί ἡμεῖς ἐν αἱρέσει κα τηγορούμεθα, εἰ ταὐτά σοι πράττομεν καὶ τὸν λόγον καὶ αὐτοὶ ὡς ἁγίου λόγον τιμῶμεν;" "τιμᾷ τις τὸ ἱερὸν εὐαγγέλιον," ὁ πατριάρχης φησί, "λέγων μείζονα τοῦ υἱοῦ τὸν πατέρα. ἀλλ' οὐχ ἱκανὸν τοῦτο καὶ μόνον, εἰ μὴ καὶ ὀρθῶς ἐξηγοῖτο τὸ θεο παράδοτον λόγιον. τί γοῦν εἰ καὶ ὑμεῖς δεχόμενοι τὸ ῥητὸν στρεβλοῦτε τὴν ὑπονόησιν; ἄλλως τε δὲ καὶ ἀλληλένδετά εἰσι τὰ τῶν ἁγίων ῥητὰ καὶ ἀλληλόπλοκα, ἐπεὶ καὶ ἐξ ἑνὸς καὶ ἁπλοῦ πνεύματος διαφόρως ἐρρέθησαν. δεῖξον τοίνυν τὸν λόγον τοῦ 94 τον, ὃν ὑμεῖς λέγετε, συγκροτούμενον καὶ ἐξ ἄλλων. εἰ δ' οὐκ ἔχετε, καθὼς ἄρα οὐδ' ἔχετε, τί ἄλλο βούλεται ἡ τοιαύτη περι νόησις εἰ μὴ στρεβλοῦν τὸ ῥῆμα πρὸς διάνοιαν ξένην τῆς κοινῆς τῶν πατέρων ἐννοίας καὶ ἀπεμφαίνουσαν;" ταῦτ' εἰπόντος τοῦ πατριάρχου, καὶ μάλα γενναίως ἐνστάντος, ἐκεῖνοι πρὸς τὸ δεύ τερον ἀτονήσαντες πρὸς τὸ πρῶτον ἀπελογοῦντο, "τὸ μὲν τοῦ εὐαγγελίου ῥητόν, ὦ τᾶν," λέγοντες, "ἰδίαν ἔχει παρὰ τῶν πα τέρων τὴν ἐξήγησιν πρόσφορον, καὶ κακὸς πάντως ὁ μὴ ταύτην δεχόμενος· τὸ δὲ προκείμενον τοῦτο ῥητὸν ἐξ ἀνάγκης σημαντι κὸν ἐννοίας ἐστί. δείκνυε τοιγαροῦν τὴν ἐξήγησιν, καὶ ἡμεῖς ἑψόμεθα. εἰ δ' οὖν, ἀλλὰ σὺ λέγε, ἐπεὶ τὴν ἡμετέραν οὐ πα ραδέχῃ, καὶ ἀκουσόμεθα." "ἐκεῖνοι τὸ ῥητὸν" φησὶν ὁ πα τριάρχης "ἐξηγοῦνται, οἳ δὴ ἐκ πατρός φασι τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι." "καὶ τίς οὐ φρονεῖ τοῦτο;" φασίν. "τοῦτο καὶ ἡμῖν ἀγαπητὸν καὶ σωτηρίας ἐλπίς." "καὶ εἰ δέχεσθε τοῦτο" ὁ μέγας λογοθέτης φησί, "τί ἐκεῖνο προβάλλεσθε;" ὅτι καιρὸς ἀπῄτει εἰς ἐθνῶν εἰρήνην τὸ ταῦτα λέγειν" φασί. "νῦν δὲ" φη σὶν ὁ Βέκκος, "εἰ μὲν βούλεσθε, σιγητέον ἡμῖν τὸ ῥῆμα πολὺ τὸ τολμηρὸν ἔχειν δοκοῦν. εἰ δ' οὖν, ἀλλὰ παραβασίας περὶ τὰ ἱερὰ ἐγκαλουμένοις δόγματα αἰτία, ὡς οἶμαι, μείων ἀπολο 95 γεῖσθαι. καὶ δὴ πρόσχες μοι, κύριέ μου," φησί, "μέγα λογο θέτα· σὲ γὰρ ὁρῶ (καὶ οὐχ ὑποτρέχων λέγω) διαλεκτικοῖς κανόσι χρώμενον καὶ κατὰ τὸ προσῆκον διαλεγόμενον." "ἀλλὰ μὴ θώ πευε" ἐγκόψας φησὶν ἐκεῖνος. "μὴ γένοιτο" ἔφη. "ἀλλ' ἐμοὶ μὲν ἐξεικονίζειν τὰ ἀνεικόνιστα φόβος μέγας, τῶν δὲ ἁγίων λε γόντων ἕπεσθαι, ἐχόμενος πάντως τοῦ προτειχίσματος, ἀσφα λῶς ἕξω ἐς ὅ τι καὶ λέξω. ἥλιον ἀκτῖνα καὶ φῶς τῶν ἀνεικονί στων εἰκόνα φέρουσι, καὶ αὖθις ὀφθαλμὸν πηγῆς, ὕδωρ καὶ πο ταμόν. οὐχ οὕτω λέγουσιν ἐπὶ τῆς μακαρίας τριάδος οἱ θεολό γοι πατέρες; ἰδοὺ γοῦν,