1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

31

ὑμῖν ἐγκαλεῖν, τὸ πᾶν ἀφανίσομεν;" καὶ τῶν εἰπόντων "καὶ ποῦ καὶ ἐπὶ τίσιν ἡμῖν παραβέβασται;" ἐκείνους ἐκβαλεῖν εὐθὺς χάρτην καὶ ἐμφανίζειν. καὶ τοὺς αὖθις ἀναγνόντας ἀρνεῖσθαι καὶ ἀναθεματίζειν τὸν λόγον, σχεδὸν δὲ καὶ αὐτὸν τὸν γράψαντα. ἀλλὰ τὸν Μοσχάμπαρα ἰδόντα ὁμο 99 λογεῖν ἑαυτοῦ τὸ σύγγραμμα εἶναι καὶ ἀπολογεῖσθαι πειρᾶσθαι. ἐφ' οἷς ὁ Βέκκος, μεθ' ὅσου εἴποι τις ἂν τοῦ χαριεντισμοῦ, "ἡμεῖς μὲν προσεδοκῶμεν σὸν εἶναι" πρὸς τὸν πατριάρχην φησίν· "εἰ δὲ μὴ σὸν ἀλλὰ τούτου, ὡς καὶ αὐτὸς ὡμολόγησε, ψύλλα τις ἐπικαθίσασα τῷ τῆς ἁμάξης ῥυμῷ οὔτ' ἀνασπᾶν οὔτε κατασπᾶν ἔχει τὴν πείρινθα." τοῦτο δ' εἶπε διωνυμουμένου τοῦ χαρτο φύλακος. "πλὴν εἰ δοίημεν ἄν" φησιν, "ὁποῖα τὰ ἐπιτίμια ἐπάξεις τῷ παραδογματίσαντι;" ἐπὶ πολὺ γοῦν τριβομένων τῶν λόγων, τὸν Βέκκον αὖθις ἐπενεγκεῖν "ἢ βούλεσθε, κἀγὼ τῆς εἰρήνης ὢν ἐραστὴς γνώμην οἴσω, ἁπλῶς καὶ ἀπεριέργως τοῖς λό γοις χρώμενος; ἡμεῖς μὲν οὖν τὰ τῶν ἁγίων ῥητὰ ἐπὶ καιρῶν εὑρόντες ζητούντων, ὡς ἀσφαλῶς ἔχοντα καὶ ὀρθόδοξα προσηκά μεθα. καὶ τὸν μὲν ὁμολογοῦντα ἐκ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι καὶ ἀπεδεχόμεθα καὶ ἀποδεχόμεθα· λόγος γὰρ τοῦ σωτῆρος καὶ τῆς συνόδου, καὶ ἡμεῖς καθ' ἑκάστην οὕτως ὁμολο γοῦμεν. οὐ μὴν δὲ ἀλλὰ καὶ τὸν ἐκ πατρὸς δι' υἱοῦ λέγοντα ἐκπορεύεσθαι ὡς συνόδῳ πάσῃ τῇ ἑβδόμῃ ἑπόμενον ἀποδεχόμεθα καὶ αὐτόν, τὸν δέ γε μὴ τιμῶντα τὰ τῶν ἁγίων ῥητὰ τόλμης 100 γραφόμεθα. ἰδοὺ γοῦν σήμερον πάρεισι μὲν πατριάρχαι, πάρεισι δ' ἀρχιερεῖς καὶ κλῆρος ἅπας καὶ μοναχοὶ εὐλαβεῖς καὶ τῶν λαϊ κῶν οἱ ἐλλόγιμοι. θέλω καὶ ὀρθοδοξοῦσιν ὑμῖν κοινωνεῖν, καὶ κοινῶς ὁπωσδήποτε τοῦ ὀρθοῦ σφαλεῖσι τὴν μεθ' ὑμῶν καταδί κην αἱροῦμαι παρὰ θεῷ κρίνοντι ἢ μόνος τὴν ἡμετέραν ἀσφάλειαν. τὸ γοῦν ὑμᾶς ἐμὲ ζητεῖν τε καὶ ἀναγκάζειν καὶ τοὺς μετ' ἐμοῦ ἀποβαλέσθαι δόγμα πατέρων, οὕτω δὴ παλαιὸν καὶ παρὰ πολλῶν λεγόμενον, ὑμᾶς δὲ μηδὲν περὶ τούτων φροντίζειν, οὔ μοι δοκεῖ ἔχειν τὸ εὔλογον. ἔστι γὰρ καὶ ἐμοὶ εὐλάβεια μή πως παρασφαλῶ τοῦ ὀρθοῦ. ἀλλ' ἰδοὺ καὶ τὴν κατ' ἐμαυτοῦ γνῶσιν ἀφεὶς ὅλως ὑμῶν γίνομαι, καὶ διδασκάλοις ὡσανεί τισι χρῶμαι. ὑμεῖς προη γεῖσθε, κἀγὼ ἕψομαι πράττουσιν. ἐκτιθέσθω τόμος, καὶ ἀπο πεποιήσθω τὸ δόγμα, καὶ ἀποβεβλήσθω τὸ δι' υἱοῦ, εἰ βούλεσθε. κἂν μὴ ἕψομαι καὶ αὐτός, καίτοι γ' εἰδὼς πατέρων ῥητὸν καὶ μέ γαν ἐπηρτημένον τῆς παροράσεως κίνδυνον, αὐτὸς αἰτίαν ἕξω, εἴτε μὴν πεισμονῆς εἴτε μὴν καὶ αἱρέσεως· θέλω γὰρ σὺν ὑμῖν πᾶσι καὶ δικαιωθῆναι καὶ κατακριθῆναι. εἰ δ' ὑμεῖς μὲν διευλα βεῖσθε τὴν πρᾶξιν, ἡμῖν δ' ἐπιφορτίζετε τὴν ἀποβολήν, εὔλογον εἶναι πάντως, ἵνα μὴ καὶ ἀναγκαῖον εἴπω, ὑμῶν διευλαβουμένων 101 καὶ διαμελλόντων καὶ ἡμᾶς δεδιέναι, μή πως παρασφαλεῖσιν ἡμῖν καὶ μόνοις τὰ τοῦ κινδύνου περιστήσεται." "ἀλλ' οὐ γεγράφαμεν ἡμεῖς" φασὶν οἱ περὶ τὸν πατριάρχην ἀπολογούμενοι. "ὑμῖν γέ γραπται καὶ κεκίνηται. ὑμῖν καὶ ἀποβλητέον ταῦτα." "καὶ τί γε τὸ ἐμποδών;" οἱ περὶ τὸν Βέκκον, "ἐθαρρεῖτε," φασίν, "ὅπου καὶ ἀδελφοὺς προσλήψετε θεραπεύσαντες." ἀλλ' οὐκ ἔπειθον λέ γοντες. ἀλλὰ καὶ μᾶλλον τραχυνθέντος κατ' ἐκείνου τοῦ πατριάρ χου, ὡς καὶ ὕβρει διαλοιδορήσασθαι, τὸν Βέκκον παροξυνθέντα ἐκείνῳ μὲν εὐφυῶς ἐπιπλῆξαι, πρὸς δὲ τὸν βασιλέα ἐπιστραφέντα μεγαλοφώνως εἰπεῖν μεθ' ὅρκου ὡς εἰ μὴ αὐτὸς ἐξέλθοι τοῦ πα τριαρχείου, οὐκ ἄν ποτε τὸν τῆς ἐκκλησίας καταστορεθήσεσθαι κλύδωνα. καὶ οὕτως εἰπόντος, ὀργῇ ληφθέντα τὸν βασιλέα ἐξανα στῆναι καὶ "τί δαὶ" φάναι ὑπὲρ τῆς ἐκκλησίας δεινοπαθήσαντα· "οὐκ ἀρκεῖ τὰ πρότερα, ἀλλὰ καὶ πάλιν τὴν ἐκκλησίαν ταράξετε; καὶ δυσὶ περιβαλεῖτε πολέμοις, ἔνθεν μὲν ταῖς τῶν σχιζομένων προσβολαῖς, ἐκεῖθεν δὲ καὶ ταῖς παρ' ὑμῶν αὐτῶν ὡς εἰπεῖν ἐνευκαιρίαις, ὥστε κινδυνεύειν τὴν μίαν καὶ ἄρρηκτον ἐκκλησίαν καθ' αὑτὴν στασιάζουσαν ἐν τῷ ἐσθίειν τοὺς αὐτῆς ἀλλήλους 102 δαπανηθῆναι, ὑπὲρ ἧς αὐτὸς ὁ Χριστὸς τὸ οἰκεῖον αἷμα ἐξέχεε." ταῦτα καὶ πλείω τούτων εἰπὼν δῆλος ἦν ἀλύων, μὴ εἰς καλόν τι μηδ' εἰς συμφέρον, ὃ δὴ καὶ προσεδόκα, καταληξάσης τῆς δια λέξεως.