33
ἐκποδὼν γενομένου τοῦ δυσμεναίνειν πιστευομένου καὶ ταὐτὰ σφίσι παθόντος αὐτοὶ ῥᾳδίως πρὸς τὴν ἐκκλησίαν ὁμονοήσουσιν. ἀλλὰ ταῦτα μὲν ὕστερον· τότε δ' ἀπαχθέντων ἐκείνων εἰς ἐξο ρίαν, ὅσον μὲν τὸ ἀπ' ἐκείνων, ὁ βασιλεὺς ἠφροντίστει καὶ ἐν ἀνακωχαῖς ἦν, δόξας τὸ ἐνοχλοῦν ὑπεξαγαγών.
37. Τοῦ δέ γε πειρατικοῦ κατὰ θάλασσαν πλεονάσαντος, ἐπεὶ τὸ ναυτικὸν παντελῶς ἀπήρτητο, ἔτι δὲ καὶ τοῦ Σκυθικοῦ ὁρμᾶν ἠγγελμένου, (ὁ γὰρ Τερτερῆς οὐχ οἷός τ' ἦν, οὐχ ὅπως ἄλλοις, οὐδὲ ἑαυτῷ προσαρήγειν) πέμψας ὁ βασιλεὺς τοὺς μὲν πρὸς θαλάσσῃ κατῳκηκότας, ἕτοιμον θήραν προκειμένους τοῖς πειραταῖς, ἐνδοτέρω γῆς ἀναστέλλειν προσέταττεν ὡς ἐντεῦθεν ὑπεκδραμουμένους τὸ χαλεπόν, τοὺς δὲ τὴν μεσογαῖον Θρᾴκης τε 106 καὶ Μακεδονίας κατῳκημένους, ἐπεὶ καταδραμουμένους ᾔδει τοὺς ἐξελαύνοντας ἢν μή τις κωλύοι, ὃ δὴ καὶ ἀδύνατον τηνικάδε κατεφαίνετο, τοῖς ἐκεῖσε φρουρίοις, οὐ πολὺ τὸ ἀσφαλὲς ἔχου σιν, ἐναπέκλειε. τὸ δέ γε Βλαχικόν, ὃ δὴ σχεδὸν ἀπὸ τῶν ἐξω τέρω τῆς πόλεως ἐς Βιζύην καὶ πόρρω εἰς πλῆθος ἀριθμοῦ κρεῖτ τον ποσούμενον παρατέτατο, ἔθνος δυσχωρίαις χαῖρον καὶ βοσκή μασι προσανέχον, οὐ μὴν δὲ ἀλλὰ καὶ μάχαις εἰθισμένον ἀν δρῶν, ὑποπτευθὲν εἰς αὐτομολίαν ὡς τοῖς ἐξεληλακόσι καὶ αὐτὸ προσπεσούμενον, μετοικίζειν ἐπ' ἀνατολῆς ἔγνω κατὰ τὴν τῆς Βυζαντίδος ἀντιπεραίαν, πλὴν καὶ ταπεινοῦν ζημίαις, μή πως ἄρα καὶ ὑπερηφανοῖεν πλήθει τε καὶ δυνάμει θαρροῦντες. καὶ ἔνθεν μὲν ἐζημιοῦντο τὰ μέγιστα, ἔνθεν δὲ μετῳκίζοντο ἀνοικτί, οὐχ ἧττον ζημίας ἀλλὰ καὶ μᾶλλον τὴν μετοίκησιν λογιζόμενοι. ζῶα γὰρ ἐκεῖνα καὶ κτῆσις πᾶσα τὰ μὲν εὔωνα προύκειντο τοῖς πολλοῖς, τὰ δὲ καὶ τὸν τόπον ἀλλάξαντα καιρῷ χειμῶνος καὶ 107 τότε παντελῶς διεφθείροντο. κτῆσις δὲ τούτων ἡ μὲν διηρπά ζετο, ἡ δέ γε καὶ περιοῦσα κακῶς παραπώλλυτο, ὥστε μὴ οἵους τ' εἶναι ἐγχρονίζειν ἐκεῖ, ἀλλὰ τοῦ κακοῦ παραδραμόντος αὐτοὺς καὶ αὖθις τὴν ἰδίαν ἀπολαμβάνειν, συχνῶν χρυσίων καταβολαῖς ἐξωνησαμένους τὴν κατοικίαν. τότε δὲ δείσας καὶ περὶ τῷ τοῦ βασιλέως σώματι ὁ κρατῶν, μὴ ἐξελθόντες οἱ Σκύθαι καὶ τὸν τό πον καταδραμόντες σὺν πολλοῖς ἄλλοις καὶ τοῦτο λαβόντες, ἢν μή τις πολλοῦ ἐξωνοῖτο, ὡς αὐτοῖς δόξοι βασιλικὸν σῶμα πω λοῦσιν, αἰσχύνωσι καὶ λυμήνωνται, πέμψας τῆς μὲν περὶ ἐκεῖνο φυλακῆς τοὺς ἐκεῖ ἀνίει, ὧν πρῶτος ἦν ὁ ἐκτομίας Ἠονοπολίτης καὶ μέγας δρουγγάριος, ὃς καὶ τὸν ἱερομόναχον Ἀθανάσιον κατὰ τὰ τοῦ Γάνου ὄρη ἐνδιατρίβοντα, πρότερον τῷ πορφυρογεννήτῳ συσταθέντα, παρ' οὗ γε καὶ πλεῖστα εὐηργέτητο, τῷ βασιλεῖ συνιστᾷ. τὸ δέ γε σῶμα προστάσσει φέροντας τῇ κατὰ Σηλυ βρίαν τοῦ σωτῆρος μονῇ ἐν αὐτῷ τῷ ναῷ αὐτῇ λάρνακι κατα θεῖναι. καὶ τὸ μὲν οὕτως ἀνακομισθὲν τοῦ Βουλγαροκτόνου βα 108 σιλέως ἑτέρωθεν, ὃν ἐκ τοῦ Ἑβδόμου παρημελημένον μεταγαγὼν ἐκεῖνος ἐκεῖσε πάλαι κατέθετο, τίθεται καὶ αὐτός. ὁ μέντοι γε βασιλεὺς τὰ περὶ τοῦ Ἀθανασίου μαθών, ὅσα δὴ καὶ ἀρετῇ χαί ρων, καὶ μᾶλλον πείθοντος τοῦ καιροῦ, τὴν τοῦ μεγάλου οἱ λο γαριαστοῦ παλαιὰν προσνείμας μονὴν παρ' ἑαυτῷ εἶχεν ὁσάκις ἤθελεν. εἰ γὰρ καὶ προσυνέστη τῷ πορφυρογεννήτῳ καὶ παρ' ἐ κείνου μεγαλοπρεπῶς ἐθεραπεύετο, ἀλλὰ καὶ βασιλεῖ προσαχθεὶς ὕστερον οὐδὲν ἧττον τῆς παρ' αὐτοῦ εὐμενείας ἐτύγχανεν.
{Β.} Τὰ μὲν κατὰ τὸν Βέκκον οὕτω τετέλεστο, μελίσσης δὲ τρό πον ἐνεικὼς
τὸ κέντρον ἀπήλλαττε. σφίσι μέντοι φροντὶς ἦν οὐ μικρὰ ὅπως κατ' ὀρθόδοξον νοῦν τὸ τοῦ ∆αμασκόθεν πατρὸς ῥητὸν ξυμβιβάσειαν, ὡς μήτε κατὰ Βέκκον ἐξηγουμένους φρονεῖν μήτ' ἔξω πάλιν τῶν ὑπονοουμένων φέρεσθαι. τὸ γὰρ κατὰ τὸν Μοσχάμπαρ καὶ αὐτοὺς λέγειν ὡς νόθον δὴ τὸ ῥητὸν καὶ ὡς ἔν τισι τῶν βίβλων οὐ φέρεται τὸ κεφάλαιον, οὐ ξυνετὸν ἐδόκει· 109 προσίστατο γὰρ ἡ τῆς ἱερᾶς ὁπλοθήκης βίβλος, φέρουσα καὶ τοῦτο μετὰ τῶν ἄλλων ἀνάγραπτον καί γε τὸν γεννήτορα μαρτυ ροῦσα,