1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

34

πλὴν οὐκ ἔχουσα πλέον εἰς θεραπείαν ἢ τὸ προφέρειν ἐν ταύτῃ τὸν Κομνηνὸν Μανουὴλ βασιλέα ὡς οὐκ ἐξ υἱοῦ ἀλλὰ διὰ λόγου τε καὶ υἱοῦ ὁ θεολογῶν ἀπεφήνατο. εἶχε δέ τι καὶ ἄλλο εἰς τὴν κατὰ τῶν ἀμφὶ τὸν Βέκκον συνηγορίαν τοῖς ἀντιλέγουσι συναιρόμενον, καὶ ὅπλον ἄντικρυς ἰσχυρόν, ὃ συναπολέσθαι ἀνάγ κη ἦν ὀβελισθέντος τοῦ κεφαλαίου. φησὶ γὰρ ἐκεῖσε ὁ ἅγιος "ἐκ τοῦ υἱοῦ δὲ τὸ πνεῦμα οὐ λέγομεν," ὃ καὶ ἄμφηκες ξίφος ἐδόκει τοῦτο μὲν Ἰταλοῖς τοῦτο δὲ καὶ τοῖς ἐκείνοις συνηγοροῦσι τῷ μεταμείβειν τὴν πρόθεσιν. εἰ γὰρ ἅπαξ τὸ ἐκ τοῦ υἱοῦ ἀπη γόρευται, ἀποκέκλεισται πάντως καὶ ἡ διὰ τῆς ἀντιπεριχωρήσεως τῶν προθέσεων θεραπεία τοῖς Ἰταλοῖς. τὸ γὰρ τοῦ μεγάλου Μαξίμου, ὅπερ ἐκεῖνος πρὸς Μαρῖνόν φησιν ὡς δῆθεν συμμίξας τοῖς Ἰταλοῖς καὶ μαθὼν ἐξ ἐκείνων τὸν νοῦν τῆς προσθήκης, τὸ "ἐξ ὧν οὐκ αἰτίαν τὸν μονογενῆ σφᾶς ἀπέδειξαν τοῦ πνεύματος λέγοντας, ἀλλ' ἵνα τὸ δι' αὐτοῦ προϊέναι δηλώσωσι καὶ ταύτῃ τὸ συναφὲς καὶ ἀπαράλλακτον τῆς οὐσίας παραστήσωσιν," ὅπου καὶ δυσὶ κεφαλαίοις ἐκείνων ἐπιλαβέσθαι τοὺς τῆς ἀνατολῆς πρὸς 110 Μαρῖνον παρίστησι, τὸ γοῦν τοιοῦτον ῥητὸν ἀντιπεριχώρησιν τοὺς προθέσεων φέρον οὐδ' ὅλως ἐδέχοντο, ὡς μὴ τῆς ἐπιστο λῆς ἐξ ὁλοκλήρου εὑρισκομένης ἐν βίβλοις, ἀλλά τι μέρος ἐκείνης περὶ τῶν δύο κεφαλαίων διαλαμβάνον ἐφ' οἷς οἱ τῆς ἀνατολῆς τῶν δυτικῶν ἐπελάβοντο, ἑνὸς μὲν καὶ πρώτου τοῦ μὴ τὴν ἁμαρ τωλὸν σάρκα ἀναλαβεῖν τὸν τοῦ θεοῦ λόγον τε καὶ υἱόν, ἀλλὰ τὴν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἀναμάρτητον, δευτέρου δέ γε ὡς αἰτίαν τῷ μονογενεῖ προσαπτόντων ἐπὶ τῇ ἐκπορεύσει τοῦ πνεύματος· ὧν τὸ μὲν ἓν καὶ πρῶτον συνόλως ἠρνήσαντο, τὸ δέ γε δεύτερον, τοῦτο δὴ τὸ προκείμενον, ἐθεράπευον, ὡς εἰ καὶ λέγοιεν ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, οὐκ αἴτιον πάντως φρονοῦσι τὸν μονογενῆ, ἀλλ' ἵνα τὸ συναφὲς καὶ ἀπαράλλακτον τῆς οὐσίας παραστήσωσι. τὴν γοῦν τοιαύτην ἀντιπεριχώρησιν τῆς προθέσεως, ἐπεὶ οὐκ ἐνεκρίνετο τοῖς γνησίοις τοῦ θείου Μα ξίμου τὸ τῆς ἐπιστολῆς ἐκείνης τεμάχιον, ἀπαράδεκτον ἔγνωσαν ἔχειν. μόνῳ δ' ἐχρῶντο τῷ τοῦ ∆αμασκόθεν πατρός, τῷ "ἐκ τοῦ υἱοῦ δὲ οὐ λέγομεν," ὃ δὴ συνεξαιρεῖσθαι τῷ κεφαλαίῳ καὶ σφόδρ' ἐκινδύνευε. διὰ τοῦτο καὶ δεχόμενοι τὸ κεφάλαιον καὶ ὡς ἁγίου τὴν λέξιν ἔχοντες τὴν θεραπείαν ἐζήτουν κατὰ τὸ ὀρθὸν τοῦ δόγματος, καὶ τόμον γράφειν ᾑροῦντο καὶ λογογραφεῖν τὴν 111 εὐσέβειαν. σοφῷ γοῦν δοκοῦντι τῷ πατριάρχῃ, καὶ ὑπὲρ πολ λοὺς ταῖς ἀληθείαις ὄντι, τὴν τοῦ τόμου γραφὴν ἐπέτρεπον στή λην καὶ εὐσεβείας ἔσεσθαι νομιζομένην καὶ τῆς τῶν παρεγκλινάν των δῆθεν κακίας τοῖς ὀψιγόνοις. καὶ δὴ τὴν πρᾶξιν ὑποστὰς ὁ πατριαρχεύων γενναῖον τόμον συντίθησι, τοσοῖσδε κεφαλαίοις ἅμα μὲν ἐπειλημμένος τῶν λεγόντων ἅμα δὲ καὶ τούτους οὕτως ἔχοντας ἀποβαλλόμενος. τοῦτον ἐπ' ἐκκλησίας πρότερον ἀνεγί νωσκον, καὶ ἐπ' ὀκρίβαντος ἀναβάς τις καθ' ἕκαστόν τε κεφά λαιον τὴν ἀποβολὴν ἐδήλου μεγαλοφώνως κατ' ὄνομα τῶν οὕτω λεγόντων καὶ δοξαζόντων, μετέπειτα δὲ αὐτὸς βασιλεὺς διὰ κιν ναβάρεως καθυπέγραφε, εἶτα δὲ πατριάρχης καὶ ἐφεξῆς οἱ ἀρ χιερεῖς. ἐπὶ δὲ τοὺς τῆς ἐκκλησίας ἐλθόντες, ἐπεὶ κἀκείνους ὑπο σημαίνεσθαι τὸν τόμον ἠβούλοντο, καὶ μᾶλλον ἐκείνους ὡς ὑπο πτευομένους, ὡς ἔλεγον, εὐθὺς ἀνενδότους εὕρισκον καὶ ὡς εἶχον ἐνισταμένους. πλὴν γὰρ ὀλίγων, καὶ τούτων ὅσοι τυχὸν καὶ σχι ζόμενοι πρότερον θερμοὶ συλλήπτορες ἦσαν τῶν ὕστερον, οἱ λοι ποὶ πάντες οὔτε θωπείαις καθυπήγοντο οὔτ' ἀπειλαῖς ὑπεκλί νοντο, ἀλλ' ἰσχυρὸν ἦν σφίσιν εἰς ἀπολογίαν τὰ χθὲς τελεσθέντα. 112 εἰ γὰρ μηδὲν ἑκουσίως οὐδ' ἀρεσκείαις πάσαις ἀλλ' ἀπειλαῖς καὶ κολάσεσιν ὑπογράψαντες τοσοῦτον ἐπειράθησαν τῶν δεινῶν, ἐκεί νων κρινόντων, καί γε πειρῶνται, καὶ ταῦτα μηδ' ἐπὶ δόγμασιν ὑπογράψαντες, τίνες γένοιντ' ἂν αὖθις, εἴγε δόξοι τισὶ (πολλοὶ δ' οἱ λοχῶντες) καὶ τὸν τόμον καταιτιάσαιντο; καὶ εἰ ταῦτα γένοιτο, τίς ἂν ἐξελέσθαι ἡμᾶς, φασί, δυνατὸς τῆς ἐκείνων κρί σεως; ταῦτα τοῖς τῆς ἐκκλησίας λέγουσι πολλοὶ μέν τινες ἦσαν ἐκεῖνοι