37
καὶ δόξοι τὸ εὐσεβέστα τον· μηδὲ γὰρ εἶναι καλὸν αὐτοὺς ἄλλοις ἐγκαλοῦντας παραβα σίας περὶ τὰ δόγματα ἐνέχεσθαί γε καὶ τούτους καὶ κακῷ τὸ κακὸν ἰᾶσθαι δοκεῖν. ταῦτα τοῖς περὶ τὸν πατριάρχην οὐκ ἦν ἀγνοεῖν, ἀλλὰ κἀκεῖνος ἀκούει τὸ δρᾶμα, καὶ οὐκ ἀνεκτῶς ὑβριο 120 παθῶν εἶχεν, εἰ τοιοῦτος ὢν ἐν λογίοις καὶ τοιοῦτος δοκῶν ἐν δογμάτων ἐπιστήμῃ παραβασίας καὶ αὐτὸς ἐγκαλοῖτο, καὶ τῆς μεγίστης, ὡς ἔπειθον. ὅθεν καὶ ἀξιούμενος διορθοῦν τὸ σφαλὲν αὐτός, ἐν δεινῷ ποιούμενος τὸ σφάλμα ὁμολογεῖν ἐν τοῖς αὐτοῦ γράμμασιν, οὐκ ἐπείθετο, ἀλλὰ καὶ προσωργίζετο ὑπερηφανῶν. τὸ δ' ἐντεῦθεν προσιόντες βασιλεῖ πεισμονῆς ἐνεκάλουν καί γ' αἱ ρέσεως, καὶ ἀπεσχίζοντο κατ' ὀλίγον ἐκείνου ὡς μὴ ἀγνοίᾳ δῆθεν καὶ ξυναρπαγῇ περιπεσόντος, ἀλλὰ καὶ γνώμῃ.
(5) τὰ γὰρ πρὸ τοῦ ἤπειγον τούτους τοιούτους εἶναί τε καὶ φαίνεσθαι. τὰ δ' ἦσαν πρῶτον μὲν τὸ τοῦ Ἀλεξανδρείας Ἀθανασίου, ὃν πολλοῖς ὑπῆγον τοῖς χαλεποῖς πρότερον, μέχρι καὶ αὐτῆς ἐξορίας περιστάντες τὴν δριμύτητα τῶν κακῶν, ἐφ' ᾧ τὸν τόμον καθυ πογράψειε, κἂν ἐκεῖνος μετὰ πολλὰς ἐπηρείας τὸν μὲν τόμον, ὡς μὴ δοκιμάζειν ἔχων ὡς ἀλλοεθνὴς καὶ τῶν ἡμετέρων δοκῶν ἀξύ νετος ὁ τοσοῦτος τὴν γνῶσιν, παρεθεώρει, ἄλλην δέ τινα ὁμο 121 λογίαν ἐξ ἑαυτοῦ ἔγραφε καὶ ὑπέγραφεν, αὐτὴν δὴ τὴν τῶν ἁγίων καὶ κατημαξευμένην, μηδὲν τὸ ἀσαφὲς καὶ ὑπονοούμενον ἔχου σαν. δεύτερον τὸ κατὰ τὸν Ἀντιοχείας Ἀρσένιον, πῶς μόνον ἀκουσθὲν συσταθεὶς ἐπ' ἐκκλησίας τῷ ῥηγὶ Ἀρμενίας τὰ ἔσχατα κατεγνώσθη καὶ τῶν διπτύχων ἐξεβάλλετο. καὶ βασιλέως ὅτι τε τὸν πατέρα δόξαντα περὶ τὴν ἐκκλησίαν ἁμαρτεῖν ἄταφον ἀφῆκε καὶ ἀμνημόνευτον, καὶ ὅτι τὴν προτέραν σύζυγον τὰ ὅμοια περὶ τὴν εὔφημον μνείαν ἔδρα, καὶ τρίτον τὴν μητέρα, ὅτι εἰ μὴ καὶ αὐτὴ τὸν τῆς πίστεως δέδωκε λίβελλον, οὐκ ἂν εἰς κοινωνίαν ἐδέ ξατο. πολλή τις ἦν ἡ κατὰ τοῦ πατριάρχου μέμψις, ὅτι δόξας σφαλῆναι μὴ διορθῷτο ἀλλ' ἰσχυρογνωμονοίη καὶ μῶμον προσ τρίβεσθαι θέλοι τῇ ἐκκλησίᾳ, ἁπάντων μῶμον τὸν χείριστον. ὑπέρρει γοῦν διὰ ταῦτα ἡ πρὸς ἐκεῖνον τοῦ βασιλέως διάθεσις, καὶ οἱ κατ' ἐκείνου ἴσχυον πλέον καὶ πλέον ἔτι, μέχρις ἂν καὶ τοῦ δηλωθέντος Ἀθανασίου παραγγείλαντος καὶ συμβουλεύοντος δῆ θεν τὴν ὑποχώρησιν (ἐκοινοῦτο γὰρ καὶ τούτῳ τὴν γνώμην ὁ βα σιλεύς, καὶ αὐτὸς ἐπευδόκει πρὸς ταῦτα, ὡς καὶ ὑποστῆναι τὴν πρὸς ἐκεῖνον ἄφιξιν ἐφ' ᾧ ξυμβουλεύοι)
(6) ἀπειπὼν ἐκεῖνος καὶ ἀποναρκήσας τοῖς ὅλοις, ἐν μιᾷ τῶν κυριωνύμων ἡμερῶν, 122 ὁμιλίαν λαλήσας πρὸς τὸν λαὸν ὡς πολλοὶ ἐπισυνέστησαν κατ' αὐ τοῦ καὶ ὡς μὴ οἷός τ' εἴη ἀντέχειν εἷς πρὸς πολλούς, καὶ ταῦτα καὶ τῶν Ἀρσενιατῶν εἰρηνεύειν ὑπισχνουμένων εἰ καὶ αὐτὸς ἐξέλ θοι, καὶ τέλος ὡς κατὰ δοκιμασίαν ἐξέρχεται, ἐπειπὼν ὡς εἰ μή γ' εἰρηνεύσοιεν τῇ αὐτοῦ ἀποστασίᾳ ἐπιστησόμενος αὖθις καὶ ὡς θὴρ ἐκείνους καταδραμούμενος, ἔξεισι καὶ τῇ τῶν Ὁδηγῶν μονῇ φέρων ἑαυτὸν δίδωσιν, οὐ μὴν δὲ ὥστε καὶ ἀπρακτεῖν τελέως, ἀλλὰ καὶ συνεισβαλλόντων τῶν περὶ ἐκεῖνον ἀρχιερέων καὶ κληρι κῶν συνόδους τε γίνεσθαι καὶ κρίσεις ἀποκαθίστασθαι καὶ τὰ κατὰ τὴν ἐκκλησίαν καὶ αὖθις οἰκονομεῖσθαι, μνημονευομένου καὶ ἔτι. Ἀλλ' οὐδὲ καὶ τὸ ἐπ' ἐκείνῳ σκάνδαλον κατεστέλλετο, ἀλλὰ καὶ μᾶλλον ἐλθόντος καὶ τοῦ Ἐφέσου Ἰωάννου, ὃν καὶ μακρόθεν οἱ κατ' ἐκείνου προκατελάμβανον, μεῖζον ᾔρετο, καὶ ὁ κρατῶν ἐν διχονοίαις ἦν εἰ μνημονευομένου ἐκείνου αὐτὸς ἁγιάζοιτο ταῖς θυσίαις. διὰ τοῦτο καὶ πολλῶν μεταξὺ συμβάντων χώραν σχόν τες οἱ κατ' ἐκείνου τὸ τούτου ὄνομα ἐν ταῖς συνάξεσι κατεσίγα ζον, καὶ παραίτησιν ἐζητοῦντο ἐφ' ᾧπερ καὶ τὸν ἄξιον προχει ρίσαιντο. ἀλλ' ἐν τοσούτῳ καὶ ὁ εἰς πατριάρχην Ἀντιοχείας 123 ἐπ' ἀνατολῆς ταχθεὶς ἀπὸ Τύρου Κύριλλος μετ' Ἀρσένιον, ἀνὴρ εὐλαβὴς καὶ ἡσυχίας φίλος καὶ πλήρης ἐκκλησιαστικῆς καταστά σεως, τῇ Κωνσταντίνου ἐπιφοιτᾷ, ὃν ἔδει πάντως ἐλθόντα τὸ κῦρος ἐντεῦθεν λαβεῖν ἐκ μεταθέσεως ἀναβιβαζόμενον, κἂν τότε μὴ δεχθεὶς