1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

38

ὕστερον μετὰ χρόνους ὀκτὼ μόλις, καὶ ὑποσχέσεις δοὺς ἦ μὴν μὴ κατά τι Ἀρμενίοις συνέρχεσθαι ἐν τῇ ἐκείνων διά γοντα, ἐπεὶ τὰ κατὰ Συρίαν ἠφάνιστο, προσεδέχθη, κἀνταῦθα τὸ βιοῦν ἀπήντλησεν. ὡς γοῦν ἐπιδημήσας οὗτος τῇ Κων σταντίνου τῷ τότε ὑπὲρ ἄλλους ἐν τοῖς τῶν Ὁδηγῶν κατοικεῖν προυτιμᾶτο, ἀπάρας ἐκεῖθεν ὁ πατριάρχης Γρηγόριος τῷ τοῦ ἁγίου Παύλου τοῦ ἐν τῷ Λάτρῳ μετοχίῳ μετοικισθεὶς δίδοται.

(7) καὶ ἦν ἐκεῖ διαφιλονεικῶν πρὸς ἀρχιερεῖς καὶ βασιλέα ἐπι καλούμενος, εἰ λαβόντες αὐτὸν σοφόν τε καὶ ἔντιμον νομιζόμε νον, προσέτι δὲ καὶ ὀρθοδοξοῦντα, οὐχ ὅπως ἀτιμοῖεν ἐκεῖνον, ἀλλὰ καὶ προσαφαιροῖντο τὸ ἐπὶ τῇ ὀρθοδοξίᾳ σέμνωμα. καὶ δὴ καὶ ὡς εἶχε γράφων τὴν ἐπὶ τῷ τόμῳ τῶν κατηγορουμένων ἐπίλυσιν, ὅπως γράψοι τὴν ἀρχὴν καὶ ὅπως φρονοίη, καὶ ὡς εἰ μὴ οὕτως ἐξηγοῖντο, ἀνάγκη πᾶσα εἰς τὴν τοῦ Βέκκου γνώμην ἐμπίπτειν, ταῦτα λέγων ἠξίου διδόντας αὐτοὺς τὸ ἐπὶ τῷ ὀρθο 124 δόξῳ οἱ βέβαιον καὶ ὁμολογοῦντας ἀντιλαμβάνειν παρ' ἐκείνου τὴν τοῦ θρόνου παραίτησιν. τοῦτο οὖν ἐκείνοις λαβύρινθος ἄντικρυς δυσδιέξιτος· εἰ γὰρ ὁμολογοῖεν ὀρθόδοξον, ἡ ἐπὶ τῇ παραιτήσει ἀξίωσις οὐχ ὅπως ἄδοξος ἀλλὰ καὶ τυραννικὴ κατε φαίνετο. ἀντηξίουν γοῦν διὰ ταῦτα κἀκεῖνοι τὸν βασιλέα κρίσει ἐπιτραπῆναι τὰ κατ' ἐκεῖνον, καὶ εἰ μὲν εὑρεθείη ἀπὸ κοινῆς σκέ ψεως τὸ ἀσφαλὲς ἐφ' οἷς ἔγραψεν ἔχων, τελεῖν καὶ αὖθις εἰς πα τριάρχην ἐκεῖνον, εἰ δέ γ' ἐξελεγχθείη ἐμπεσὼν εἰς σφάλμα δο γμάτων, αὐτὸν μὲν ζητεῖν ἐν μετανοίᾳ συγγνώμην καί γε λαμβά νειν, αὐτοὺς δ' ἀφέντας ἐκεῖνον δικαίως (καὶ τίς γὰρ ἐντεῦθεν παραιτήσεως χρεία;) ζητεῖν τὸν ἄξιον. ἐδέξατο τὸν λόγον ὁ βασιλεύς, καί γε πέμψας παρεδήλου τῷ Γρηγορίῳ τὰ παρὰ τῶν ἀντιδικούντων λεγόμενα. ὁ δὲ καθάπαξ δεινὸν ἡγούμενος εἰ καὶ αὐτὸς ὁ δοκῶν ὑπὲρ ἄλλους ἐπὶ τῇ παραβασίᾳ ἁλίσκοιτο δόγμα τος, ἐδέχετο τὴν ἀξίωσιν καὶ ἕτοιμος ἦν ἀπαντᾶν εἰς κρίσιν. ὅθεν καὶ ὥριστο μὲν ἡ ἡμέρα, ὥριστο δ' ὁ τόπος· ὁ δ' ἦν τὸ μέγα τοῦ βασιλέως παλάτιον. ἐτάττοντο οἱ κριταί, οἱ κατηγο ρήσοντες ἡτοιμάζοντο· οἱ δ' ἦσαν οἱ σχισθέντες ἐκείνου, ὅσοι τε τῶν ἀρχιερέων καὶ ὅσοι τῶν κληρικῶν. τὰ πάντ' εὐτρεπῆ, 125 ἔδει δὲ συνελθεῖν καὶ μόνον. ὡς δ' ἡ κυρία παρέστη καὶ ἀπαν τᾶν ἔδει εἰς ταὐτὸν πάντας, αὐτὸς συνάμα τοῖς ἀμφ' αὐτὸν πρωϊαίτερον ἑτοιμασθεὶς ἔφιππος σὺν ἐφίπποις πρὸς τὸ παλάτιον ἀπαντᾷ, καί που ἱστάμενος ἔξω ὡς ἔτυχεν ἔχων, δήλην τῷ βα σιλεῖ τὴν σφετέραν ποιούμενος ἄφιξιν ἀπαντᾶν τὴν ταχίστην καὶ κριτὰς καὶ κατηγόρους ἠξίου. ὁ μέντοι γε βασιλεὺς σοφώτερόν τι καὶ βαθύτερον ἐννοῶν, ὡς γεγονυίας τῆς διαλέξεως οὐδὲν ὅλως χωρήσει κατ' ὀρθὸν τὸ πρᾶγμα, ὡς θάτερον ἀμφοῖν γενέσθαι, ἢ ἐκεῖνον φανέντα κακὸν ἡσυχάζειν ἢ ἐκείνους διαβολεῖς ὁμολογεῖν, ἀλλὰ παραμένειν καὶ αὖθις τὸ σκάνδαλον, φύσεως ἐχόντων τῶν λόγων λόγοις μάχεσθαι, ὡς πραγμάτων καὶ μόνων εἶναι τὴν ὁμο λογίαν τῆς φύσεως, ὡς ἔχουσι φαινομένων καὶ μὴ ὡς λέγονται, ταῦτα σκοπήσας, καὶ μᾶλλον ὅτι τοῖς καταβαλοῦσιν οὐκ εἰς ἀσφαλὲς πάντῃ περισταίη ἂν τὸ πραχθὲν ὡς εἰς ὀβελισμὸν ἀγο μένοις διὰ τὴν τοῦ χειροτονητοῦ παραβασίαν, καὶ μᾶλλον ὅτι καὶ τὸ ἐπισφαλὲς ὁμολογοῦντες ὑπέγραψαν, οὐκ ἔκρινεν εἰς συμ φέρον γενέσθαι τὴν κρίσιν. ὅθεν καὶ πέμψας ἀπήρτα τὴν διαδι 126 κασίαν. καὶ γὰρ καὶ οἱ ἀντίθετοι τούτῳ εὐφυῶς ἀπεκρούοντο τὰ τῆς κρίσεως, οὐκ εἰς συμφέρον ἔσεσθαι τοὺς λόγους πολλῶν κινηθέντων διαβεβαιούμενοι, ἔπειθον δὲ βασιλέα πέμπειν καὶ ἀξιοῦν παρέχειν λίβελλον παραιτήσεως. μηδὲ γὰρ εἰς συμφέρον ἔσεσθαι τὴν ἐξέτασιν, αὐτοὺς δ' ἐντεῦθεν ὁμολογεῖν εὐσεβῆ, καὶ μηδένα τὸν δισταγμὸν ἐπὶ ταῖς σαῖς, φησί, φέρειν δόξαις, μό νον δὲ σκανδαλισθῆναι διὰ τὸ τοῦ Μάρκου γράμμα, ὃ καὶ αὐτὸς σὺ φθάσας πολλάκις ταῖς ἀποβολαῖς δέδωκας ὡς παρὰ τὸ ὀρθὸν συντεθὲν τῆς κοινῆς δόξης τῆς ἐκκλησίας, καὶ διὰ ταῦτα δίκαιον εἶναι βασιλεῖ τε πείθεσθαι τὰ χρηστὰ συμβουλεύοντι καὶ εἰρηνι κῶς ἀπαλλάττειν. ταῦτα πολλάκις διεμηνύετο, ἀλλ' οὐκ