39
ἔπειθε. καί γ' ἐπὶ πολλοῖς καὶ τὸν τότε κοιαίστορα Χούμνον καὶ τὸν συγ γράφοντα συνάμα πέμπων ὁ βασιλεὺς προσέταττε λέγειν καὶ ἀξιοῦν τὰ αὐτὰ παρ' αὐτοῦ. τυραννεῖσθαι γὰρ τῇ εἰς ἐκεῖνον ἀγάπῃ ἐπὶ τῷ μέχρι τόσου τὴν ἐκκλησίαν κυμαινομένην περιορᾶν, καὶ μηδὲν ἐφεῖναι τοῖς κατ' ἐκείνου ὥστε καὶ πλέον τι παρὰ τὸ εἰ 127 κὸς ἐκκηρύττειν, ἀλλ' ὀρθόδοξον ἡγεῖσθαι πείθειν καὶ ἑτοίμως σπένδεσθαι τοῦ σκανδάλου παραιρεθέντος· τὸ δ' ἔσται πάντως, εἰ μετ' εἰρήνης παραιτοῖτο. ταῦτ' ἔλεγε βασιλεύς, ἀπειρηκὼς ἤδη πρὸς τὸ τῶν πολλῶν σκάνδαλον. ἀλλ' ἀκούων ἐκεῖνος τότε πολὺς ἦν ἀλύων, εἴπερ ἀναφανδὰ μὲν ἐφ' αἱρέσει τοῦτον διεκω μῴδησαν, κρυφὰ δὲ ὡς ὀρθοδοξοῦντα δέχονται. διὰ τοῦτο καὶ τὴν ὁμολογίαν ἐζήτει ταύτην κοινῇ παρ' αὐτῶν γενέσθαι, συν αχθείσης τῆς πολιτείας ἅμα συγκλήτῳ καὶ βασιλεῖ, μηδὲ τῶν ἐκκρίτων μοναχῶν ἀπόντων.
8. Ταῦτα ζητοῦντος ἐκείνου ὡς αὐτίκα καὶ τὴν παραίτη σιν δώσοντος, σκέψις ἦν μεγίστη, καὶ σχίσμα μέγα μεταξὺ τῶν ἀπ' ἐκείνου σχιζομένων ἐγένετο, τῶν μὲν μηδ' ἀνεχομένων ὁμο λογεῖν ἐκεῖνον ὀρθοσεβῆ, ὡς εἰ ὁμολογοῖεν, παρευθὺς ἐγκαθι στᾶν τῷ θρόνῳ καὶ ἄκοντας, καὶ τοῦ αἰτίου λυθέντος αὐτὸν 128 ἔχειν τὸ ἀπὸ τοῦδε καὶ ἐπιτιμᾶν ἀδικοῦσι καὶ τῆς ἀξίας ἐπιλαμ βάνεσθαι. ἦσαν δ' οὗτοι οἱ περί τε τὸν Ἐφέσου καὶ τὸν Κυζί κου, οἳ δὴ καὶ μᾶλλον δεῖν ἔλεγον κρίνεσθαι τὸν Γρηγόριον, καὶ σφᾶς τὸ ἀποβησόμενον δέχεσθαι, μηδ' ἐπειλύειν τὴν κάκην, μηδ' ἄλλα κεύθοντας ἄλλα βάζειν, οἰκονομοῦντας. τῶν δὲ τρόποις οἰκονομίας νευόντων ὁμολογεῖν εὐσεβῆ τὸν Γρηγόριον, ὡς μηδ' ἐκ τοῦ τόμου τόσον σκανδαλισθέντας ὅσον ἐκ τοῦ τοῦ μο ναχοῦ Μάρκου γράμματος, μόνον ἐκεῖνον ἕτοιμον εἶναι ἠξίουν παρέχειν τὸν τῆς παραιτήσεως λίβελλον. καὶ ἤθελον τοῦτο, εἰ οἷόν τ' ἦν, πληροφορεῖν καὶ γράμμασι τὸν Γρηγόριον. ὁ δὲ πέμψαντος τοῦ βασιλέως λόγοις ἐπληροφόρει θεοῦ ἐναντίον, ὡς ἔλεγε, μὴ φθάσαι τούτους ὁμολογεῖν ἐκείνῳ τὸ σέβας, κἀκεῖνον διδόναι τὸ τῆς παραιτήσεως ἔγγραφον. οἱ μὲν οὖν περὶ τὸν Ἐφέ σου οὐδ' ὅλως οὔτε τὸν λόγον ἐδέχοντο οὐδὲ τὸ πρᾶγμα εὔσχημον ἔκρινον· οἱ δὲ περὶ τὸν Φιλαδελφείας καὶ μάλα τὸν λόγον ἔνορ κον εἶχον ὡς ἐναντίον γίνεσθαι λεγόμενον τοῦ θεοῦ, κἂν μετα 129 βάλοι τὴν γνώμην ἐκεῖνος, αὐτοὺς ἔχειν τοὐντεῦθεν δύναμιν κα θαιρεῖν ὡς ἐπιορκίας ἁλόντα διεβεβαίουν. τῶν γοῦν περὶ τὸν Ἐφέσου τε καὶ Κυζίκου μηδ' ὅλως καταδεχομένων τὴν κοινωνίαν ἐκείνην, ἀλλὰ κρίνειν θελόντων ὃν εἰδέναι ἔλεγον ἁλισκόμενον, ὁ βασιλεὺς πρὸς ἐκείνους λέγων καὶ μὴ πείθων, ἐπεὶ ἑώρα ἀνα σοβουμένην τὴν θήραν ἐπὶ τῷ μηδὲν τὰς προφορὰς παύεσθαι, μιᾷ νυκτῶν συγκαλέσας καὶ περὶ τῶν προκειμένων οὐκ ὀλίγα διεξελθών, τέλος μὴ πειθομένοις ὀργίζεται, σκληρότητα σφίσιν ὀνειδίζων καὶ ἀνοικονομησίαν ὡς ἀναταράσσειν ἀεὶ τὴν ἐκκλησίαν ὀρεγομένοις καὶ ἀνεγείρειν κλύδωνας μήπω κατευνασθέντας τέλεον. κἀκείνους μὲν καὶ ἄμφω ἀπὸ προσώπου ποιεῖται, ἐπισκήψας σφίσι μετ' ἐμβριθείας ἐγκλεισθῆναί τε ταῖς καταμοναῖς καὶ ἀπροΐ τους μένειν, ἕως οὗ ἀποκαταστάντος πατριάρχου τῇ ἐκκλησίᾳ τὰ κατ' αὐτοὺς ἐξετασθήσονται, καὶ μᾶλλον τὰ κατὰ τὸν Ἐφέ σου, ἐπεί γε καὶ ἔφθασε γράψας Ἀσιανοῖς κατὰ Γρηγορίου τὰ χείριστα. καὶ τοὺς μὲν οὕτως ἀποπεμψάμενος ὁ κρατῶν, τοῖς σὺν ἐκείνοις μονωθεῖσιν ἐμβριθέστερον προσφερόμενος πειθηνίους τε παραυτίκα δείκνυσι καὶ συνενοῖ τοῖς λοιποῖς. οἳ δὴ καὶ κατὰ 130 τὸ μέγα παλάτιον συναχθέντες, παρόντος μὲν βασιλέως παρού σης δ' ἁπάσης συγκλήτου καὶ κλήρου καὶ μοναχῶν σχεδὸν ἁπάν των καὶ λαώδους οὐκ ὀλίγης μοίρας, συνόντων καὶ αὐτῶν δὴ τῶν κατὰ Γρηγορίου τὴν ἀρχὴν ὁρμησάντων, σταθεὶς ὁ Φιλαδελ φείας Θεόληπτος πολλῶν τῶν κατὰ Γρηγορίου στομάτων μία γλῶσσα γίνεται, καὶ ἀνακηρύττει παρόντα τὸν πατριάρχην ὀρ θόδοξον, ἅπαν δ' ἐκεῖνο σκάνδαλον καὶ πᾶσαν τὴν ἀπ' ἐκείνου ἀποστασίαν τῷ τοῦ Μάρκου γράμματι ἀνετίθει ὡς ἐκεῖθεν ἀνε γηγερμένων τῶν ταραχῶν, οὗ δὴ καὶ παρ' αὐτοῦ τοῦ πατριάρ χου ἀποβληθέντος