42
πειρᾶσθαι καὶ ἀμ φοτέρους ἀδύνατον ἔκρινεν. ἀλλὰ καὶ ἀδυνάτοις, τὸ δὴ λεγόμε νον, ἐπεχείρει διὰ τὴν πρὸς τὴν ὁμόνοιαν ζέσιν, καὶ πολλοὺς καθ' ἑκάστην συνέλευσιν ἐξελίττων λόγους οὐδὲν ἤνυτε τὸ παράπαν. τοῦ μὲν Ἰωάννου καὶ λίαν ἀπεγίνωσκε τότε, καὶ μᾶλλον βασιλειᾶν 137 κατακριθέντος, ὥστε κἀν μιᾷ τῶν συνελεύσεων ἐς μέσον ἐμφα νισθῆναι χειρίδας ἐμμαργάρους κοκκίνας καὶ ἄλλ' ἄττα ὡς δῆ θεν σημεῖα βασιλικά, ἃ δὴ παρά τινι τῶν αὐτοῦ εὑρεθέντα τὴν ἀναφορὰν τῆς κατηγορίας πιστὴν ἐπ' ἐκείνῳ παρεῖχε, καὶ διὰ ταῦτα φυλακῇ καὶ πάλιν δοθέντος κατά τινα χειρίστην ὑποψίαν μηδὲν ἐκείνῳ προσήκουσαν. τοῖς δὲ περὶ τὸν Ὑάκινθον κηδεμο νικῶς ὡς δῆθεν προσήγετο, ὥστε καὶ ἐφεῖναί οἱ, ἵππον πα ρασχὼν τῶν καλλίστων, συχνὰς προσόδους πρὸς βασιλέα ποιεῖ σθαι καὶ ὑπὲρ τῶν δεομένων ἀναφέρειν τε τὰ εἰκότα καὶ λύσεις πολλῶν ἐργάζεσθαι, ἐπείτοι γε καὶ αὐτὸς βασιλέα ὑπέσαινεν, ἑαυτὸν μὲν λέγων εἰρήνης φίλον εἶναι καὶ ἕτοιμον εἰρηνεύειν, χρῆ ναι δὲ καὶ τοὺς ἄλλους ὑπέρχεσθαι, ἐφ' ᾧπερ καὶ ἐντελέστερον εἰρηνεύοιεν. Ἰωάννην δὲ καὶ δυσθανατᾶν, καί γ' ὑποκεῖσθαι καὶ παρὰ τῶν ἰδίων καταγνώσει, οὓς καὶ αὐτοὺς θεραπεύειν δεῖν, καὶ οὕτω τὸ τοῦ κολοιοῦ παθεῖν ἐκεῖνον, τῶν ἀλλοτρίων ἐψιλωμένον πτερῶν. εἶναι δὲ καιροῦ ταῦτα καὶ ἐπιστήμης ἀπαι τούσης μακροθυμίαν, τὰς ἐκείνων ἀτασθαλίας καλύψουσαν ὡς 138 κατὰ καιρὸν ἐνδωσόντων. ταῦθ' Ὑάκινθος λέγων περιεβουκό λει τὰς ἐλπίδας τῷ βασιλεῖ, ὥστε καὶ τὴν τοῦ Μωσελὲ μονὴν ἐκείνοις ἀνεῖναι, καὶ θαρρεῖν τὴν ἐκείνων ὁμόνοιαν οὐκ εἰς μα κρὰν γενήσεσθαι. ἀλλ' ἦν ταῦτα πάντ' ὄνειρος ἐντυπούμενος τὰ ἀνύπαρκτα. ἀμέλει τοι κἀκείνους μὲν, ἐπεὶ πολλάκις προσμί ξας καὶ τιμαῖς μεγίσταις δεξιωσάμενος, ὥστε καὶ τοῖς τυφλοῖς ὑπεξανίστασθαι προσιοῦσι καὶ μακαρίζειν τὰ πάθη καὶ παρακα λεῖν μὴ καλὰ καλύπτειν κακοῖς, τὸν ὑπὲρ θεοῦ καὶ τῶν θείων ζῆλον ταῖς τῆς αὐτοῦ ἐκκλησίας ἀποστασίαις, τέλος ἀφίησι, σκέπτεται δὲ μετὰ κοινοῦ συνεδρίου καὶ ἱεροῦ ὁποῖος ἂν καὶ κλη θείη εἰς προστασίαν τῆς ἐκκλησίας μετὰ Γρηγόριον. ἐκεῖνοι μὲν γὰρ καὶ ἀκίχητα διώκουσιν ἐῴκεσαν ἄντικρυς, ἀθετεῖν μὲν ἀξιοῦντες τὸν Ἰωσήφ, ἀθετεῖν δὲ καὶ δόγμα τῆς ἐκκλησίας τὸ διὰ τοῦ υἱοῦ ἐκ πατρὸς ἐκπορεύεσθαι, ἀρχιερεῖς δὲ φιλοκρινεῖν, καὶ ἱερωσύνην τὴν μὲν προσίεσθαι τὴν δ' ἀποπέμπειν, καί τινα τοιαῦτα πολὺ τὸ δυσχερὲς καὶ εἰς ἀκοὴν ἔχοντα μόνην μιᾷ τινὶ 139 συμφοροῦντες ἀξιώσει καὶ λέγοντες ὡς εὐαγγελικῶς τε καὶ κανονι κῶς τὰ κατὰ τὴν ἐκκλησίαν διάθωνται, εἴγ' ἐπ' ἐκείνοις τὰ πράγματα γένοιντο βασιλέως νεύσαντος. οὗτοι δὲ μεγάλ' ἄττα τῶν κακῶν ὑπειδόμενοι πρὸς τῷ ἀτόπῳ τῶν ὑπονοουμένων κα τωρρώδουν μή πως ἐπὶ νεαρᾷ καταστάσει τῆς ἐκκλησίας κωφὸν κῦμα πραγμάτων ἀναταράξειαν. ἔνθεν τοι κἀκείνων ἀφειμένοι κοινῇ περὶ τοῦ πατριάρχου κατεσκέπτοντο.
(13) καὶ δὴ ψηφίζονται τρεῖς γε κατὰ τὸ σύνηθες, πρῶτον μὲν τὸν Γεννάδιον, ὃς δὴ καὶ ἐπὶ τῇ πρώτῃ Ἰουστινιανοῦ ψηφισθεὶς καὶ τὴν ψῆφον δεξάμενος, ἐπιδημήσας καὶ ἐγχρονίσας ἔπειτα παρῃτεῖτο, δεύτε ρον τὸν Ἰάκωβον, ἄνδρα τοὺς τρόπους ἁπλοϊκὸν καὶ εὐλαβείας πλήρη, τὴν τῶν κατὰ τὸν Ἄθω προστασίαν πεπιστευμένον, καὶ τρίτον τὸν Ἀθανάσιον, ὃν δὴ καὶ κατὰ τὰ ὄρη τοῦ Γάνου ἐν διατρίβοντα, ἐκ τῶν χωρῶν τῶν κατὰ τὴν Ἀδριανούπολιν τὴν γένεσιν ἔχοντα, τοῦ Ἠονοπολίτου βασιλεῖ συστήσαντος ἀνὰ τὴν Κωνσταντίνου τότε διάγοντα βασιλεὺς ἐν τοῖς πρώτοις τῶν γνω ρίμων ἔταττε. διαμηνυθέντος δὲ τοῦ πρώτου καὶ τὰ πολλὰ κατα ναγκασθέντος, ἐπεὶ οὐκ ἐπείθετο, περὶ ἀμφοῖν τῶν λοιπῶν προσώπων ἡ κρίσις τῷ βασιλεῖ ἐνεδοίαζε, καὶ τὰ ζυγὰ τῆς ἀρε σκείας ὑπὲρ τὸν δεύτερον πρὸς τὸν τρίτον ἔκλιναν. κἀντεῦθεν προσκληθεὶς Ἀθανάσιος οὐκ εὐθὺς καὶ αὐτὸς ἐνεδίδου, ἀλλὰ τὰ 140 καθ' αὑτὸν πρὸς τοιοῦτον ὕψος ὑπεκορίζετο. τέως δὲ βίᾳ τῷ δοκεῖν βασιλέως καὶ τῆς συνόδου κατανεύει καὶ τὴν πρόσκλησιν δέχεται. ἦσαν δ' εὐθὺς τὰ προοίμια ἄλλ' ἄττα παρὰ τὰ φθά σαντα· πεζῇ γὰρ ἠβούλετο διέρχεσθαι τὰς ὁδοὺς ἔνδυμά τε τρα χὺ