45
πετεινὰ τοῦ οὐρανοῦ κατα σκηνοῦσιν ἐν αὐτῷ," ὃ καὶ αὐτὸ πολὺ τὸ ἀπεμφαῖνον ἔχειν ἐδό κει πρὸς τὰ τελούμενα τέως τὸ πρῶτον καὶ λαθεῖν σπουδάζοντες οὐκ εὐώδουν συγκαλύπτειν, ἀλλὰ τὸ ἀληθὲς ἐφημίζετο, οὐ μὴν δὲ καὶ εἰς κατάγνωσιν ἄγειν τὰ τελεσθέντα ἐντεῦθεν, κατὰ τύχην μὲν οὐ λεγόντων ἐκβῆναι (πόρρω γὰρ ἡ τύχη τελουμένων θείων πραγμάτων), ἄλλο δέ τι ὑποδηλοῦν τὸ λόγιον κατὰ τὸ λοξὸν πι στευόντων. ἃ δὴ πολλὰ τοιαῦτα καὶ ξυμβεβήκασι. βρυγμὸν λέγουσιν ἐκβῆναι τῷ Ἀρσενίῳ· ἀλλ' ὁ χρησμὸς ἐπ' αὐτῷ μὲν οὐδ' ὁτιοῦν ἐπληροῦτο, ὡς ἔδειξεν, ἐπὶ δὲ τοῖς κοινοῖς τῆς ἐκκλη σίας καὶ λίαν, ὅπου γε καί τις, ὡς λέγεται, θεοφόρος ἀνήρ, ἀκουσθὲν ὡς Ἀρσένιος ἐπὶ τῆς ἐκκλησίας κατέστη, εἶπεν "Ἀρσένιος ἀρχὴ σκανδάλων," τῇ ἀρχῇ συμβαλλομένου ἐκ τῆς ἀρχῆς τοῦ ὀνόματος. διὰ τοιαῦτα καὶ ἐν πληροφορίᾳ τῇ προσηκούσῃ τὸν πατριάρχην καὶ κλῆρος καὶ λαὸς ἅπας ἐδέχοντο.
16. Ὀλίγον τὸ μεταξύ, καὶ ἐπεισφροῦσι τούτῳ ὑπηρέται μοναχοί ποθεν ἔξωθεν. καὶ οἱ μὲν ἐκτὸς οἱ δ' ἐντὸς ἐκεῖνα ποιεῖν οὐκ ἀπώκνουν, ἃ δὴ πνευματικῶν μὲν ἀνδρῶν οὐκ ἂν εἴ 148 ποι τις, τέως δ' ἀνθρώπων καὶ μετρίων τὸ παράπαν ἦσαν οὐκ ἄξια. πολλοῖς γάρ, μοναχοῖς δὲ μάλιστα, καὶ λίαν ἐπεῖχον. καὶ ἡ πρόφασις εὔλογος, ὡς ἀδιαφοροῦσιν ἐξ ἔθους, καὶ τὰς τῆς ἑβδομάδος νηστίμους καταλύουσι μὲν εἰς διφαγίαν καταλύου σι δὲ καὶ εἰς οἶνον πολλάκις καὶ ἔλαιον, καὶ παραρτύμασι χρῶν ται, καὶ παρὰ τοὺς πολλοὺς τρέφονται, καὶ ὡς χρήματά τινες ἔχοιεν. καὶ τοσοῦτον ἐφυλοκρίνουν ταῦτα καὶ ποιναῖς ἐξεκόλα ζον, ὡς μὴ μόνον τοὺς ἀδιαφοροῦντας δεδιέναι καὶ τρέμειν τὴν ἐκείνων ἐπιστασίαν, ὡς εἰ μόνον προσαγγελθεῖεν κολασθησομέ νους τὰ μέγιστα, ἀλλὰ καὶ τὸν δοκοῦντα προσεκτικώτατον. καὶ ὅπερ ἐπὶ τοῦ σκορπίου φασίν, ἐκ τῆς ὀπῆς ἐξιόντα μηδὲν εἰδέ ναι ὅπῃ τὸ κέντρον προσβάλοι, ἀλλ' εὐθὺς ἐνιέναι πᾶσι, καὶ φυτοῖς καὶ πέτραις καὶ ζώοις καὶ γῇ, τὰ αὐτοῦ πράττοντα, οὕτω κἀκείνοις ἄντικρυς ἦν τοὐπιτήδευμα, ἐνιεῖσι πικρίαν οἷς ἐπισταῖεν διὰ τὴν τοῦ πατριαρχοῦντος ἐπὶ πᾶσιν, ὡς ἐδόκει, ἀκρίβειαν. ἐκείνῳ τὸ εὑρεθὲν χρυσίον κατάγνωσις, τούτῳ τὸ τῶν ἱματίων καινόν, ἄλλῳ τὸ δυσὶ χιτωνίσκοις ἢ καὶ τρισὶ χρῆσθαι, ἄλλῳ ὅτι ὁ σταυρὸς ἐξ ἀργύρου ἢ μὴν καὶ χρυσίου, καὶ ὅτι πολυτελὴς 149 κατεσκεύασται, ἄλλῳ ὡς τὸ μαχαιρίδιον εὖ ἤσκηται, καὶ ἄλλῳ ὡς λελεύκωται τὸ χειρόμακτρον, ὡς ἐλούθη οὗτος, ὡς ἐκεῖνος ἀπερραθύμησεν, ὡς φίλοις ἐχρήσατο, ὡς ἀσθενήσας ἰατρῷ προσῆλθε. καὶ τίς ἂν τὰ αἰτιάματα ἀριθμήσειεν, ἃ δὴ καὶ ὡς ἐπὶ σκηνῆς τοῦ βίου τῶν ταλαιπώρων ἀνθρώπων ἡ τληπαθὴς φύσις ὡς ἐφόλκια ἐπισύρεται; οἷς ἐκεῖνοι ἐπιφυόμενοι κατωνείδι ζον καὶ ἠτίμουν καὶ περιέσυρον καὶ φυλακαῖς ἀπαρακλήτοις δι καιοῦν οὐκ ἔληγον. ἦν δή που καὶ ἀπὸ μονῶν ἐξέλεγον χρήματα, ὡς ὕλην παθῶν ὑποσπῶντες ταῦτα καὶ τὸ πῦρ τῆς ἐμπαθείας ἐντεῦθεν ἀπομαραίνειν δικαιοῦντες· εἰ δὲ καὶ ταῖς χερσὶν ἐκείνων οἱ σπινθῆρες, ὡς ἔδοξαν, ἐνεσποδιάζοντο, ἡράκλεις, τοῖς ἄλ λων, ὅ φασιν, ἰατροῖς, εἰ ἕλκεσιν ἔβρυον. ὅμως μέντοι μῖσος οὐκ ὀλίγον ἐντεῦθεν σφίσι παρὰ πολλῶν ἐντέτροφε καὶ ἄσπονδος μῆνις, καὶ κατεστύγουν ἅπαντες, ἐκείνων σπενδομένων μόνων οἷς δὴ καὶ ὡς ἰδίοις ἐχρῶντο. πολλοῖς δὲ καὶ πληγὰς ἐνέτεινον βαρείας ἁμαρτεῖν δόξασιν, ἀπὸ ζήλου δῆθεν καὶ ἀκριβείας, τὸ 150 ἀπαραίτητον ἐπὶ πᾶσιν δεικνύμενοι καὶ ἀσυγκατάβατον, ὡς πάν τας μὲν εἶναι ἐν φόβῳ καὶ ἀγωνίᾳ, τοὺς πλείστους δὲ καὶ ἐν καταγνώσει λογίζεσθαι. πάντα δ' ἀνέτρεπον καὶ συνέχεον διὰ τὴν νομιζομένην ἀκρίβειαν κατὰ τὰ Ἀναξαγόρεια χρήματα. οἱ δέ γε τῆς ἐκκλησίας ὁρῶντες τὰ πλεῖστα μὲν καθ' ἑαυτοὺς κατε μέμφοντο, ὑπομιμνήσκοντες δὲ καὶ τῷ πατριάρχῃ προσαναφέ ροντες ὅτι πολλοὶ παρὰ τῶν ἀγρίων ὑπηρετῶν πληγὰς ἀνηλεῶς ἐλάμβανον, ὡς δῆθεν τὰ πολλὰ μηδ' εἰδότι, κατεγινώσκοντο ὡς ἀταλαιπωρήτως ἔχοντες περὶ τὸ καλόν, ὥστε τῷ μὴ τὸ κακὸν ἐκτόπως μισεῖν μηδὲ τὸ καλὸν τοῖς αὐτοῖς ὑποδέχεσθαι μέτροις. ἦν γάρ, ὡς