46
ἐῴκει, ὁ σκοπὸς τῷ πατριαρχεύοντι ἐκ μέσου θεῖναι τὸ ἀδιάφορον, εἴτε ὂν εἴτε δοκοῦν, ἐκ παλαιοῦ ἐπεισφρῆσαν διὰ τὴν τῶν πνευματικῶν προστατῶν, ὡς ᾤετο, ἀτημελησίαν ἢ 151 καὶ συνήθειαν. ὅθεν κἀκεῖνοι ἐπειλημμένοι προφάσεως εὐπροσώ που τοιαῦτ' ἔδρων, ἤν πού τις αἰτίαν ἀδιαφορίας εἰλήφει. τέως δὲ περὶ τὴν τοιαύτην αἰτίαν οὐκ ὀλίγοις καὶ αὐτὸς ἐνεπικραίνετο τὸ ἀδιάφορον ὀνειδίζων, μὴ κρίνων, οἶμαι, ὡς μέσον κακοῦ τε καὶ ἀγαθοῦ τὸ ἀδιάφορον κείμενον πρὸς ἑκάτερον ἐναντιοῦται τῶν ἄκρων, καὶ εἴγε πρὸς τἀγαθὸν κακὸν νομίζεται, ἀλλ' οὖν καὶ πρὸς τὸ κακὸν ἀγαθόν, καὶ ἀγαπητὸν ἂν μετριοπαθοῖμεν, μὴ τοῦ ἀπαθοῦς ἐφικνούμενοι. αὐτὸς δ' ὑπὸ κανόνι τῇ φαινο μένῃ ἰδίᾳ ἕξει, εἴτε καὶ γνώμονι, τὰ τῶν ἄλλων ἤθελεν ἀπευθύ νειν. κἀντεῦθεν καὶ οἱ πολλοὶ διυπνίζοντο καὶ ἐν ὑπονοίαις ἦγον μεγίσταις τὸν ἀπευθύνοντα. ἦν δ' ἐκείνους τὸ ἐφορμοῦν πρῶ τον μὲν τὸ ἀπ' ἐκείνου ἀτηρὸν καὶ πρὸς ἅπαν δυσέντευκτον, τοῖς μὲν ἐξ ἀρετῆς δοκοῦν, τοῖς δ' ἐκ γνώμης ἐμφύτου, τοῖς δὲ καὶ ἐκ συνηθείας τῆς πρὸς τὴν ἄσκησιν καὶ μονώσεως (ἅπαν γὰρ δύσοιστον τὸ μὴ σύνηθες), εἶτα δέ γε καὶ τὸ ἐπὶ τοῖς ὅλοις κρυ πτόν τε καὶ ἀφανὲς καὶ ψάλλοντος καὶ ἐσθίοντος καὶ κατὰ μόνας 152 διάγοντος, ὥσπερ ἤσκητό τε καὶ εἴθιστο. ὅμως (τὸ γὰρ τῆς ἀνάγκης ἐστὶν ἀδήριτον) τὴν σκληρὰν ἐκείνην καὶ ὡς ἐν σιδηρᾷ ῥάβδῳ διέφερον ποίμανσιν, οἱ μὲν εὐγνωμονέστεροι σφίσιν ἑαυ τοῖς τὴν αἰτίαν προστρίβοντες, ὅσοις δηλαδὴ μὴ ἦν ἐν νῷ τὰ τῶν ἄλλων κρίνειν ἀλλ' εἰς ἑαυτοὺς νεύειν καὶ ἑαυτοὺς κατὰ τὸ προσῆκον κατανοεῖν, εἰ δὲ καὶ ἀλλήλους κατανοεῖν, εἰς παρο ξυσμὸν ἀγάπης καὶ μόνον, συγχωροῦσι τέως τοῖς γιγνομένοις, ἀλλ' οὐ περιεργαζομένοις τοὺς ἐργαζομένους, κἂν ὅ τι ποιοῖεν. τοῖς δὲ καὶ πολυπραγμονεῖν ἐπῄει καὶ ἀνταμύνεσθαι πάσχουσι καὶ λαμβάνειν λόγους ἐξ ἄλλων, πιθανοὺς ἄλλως ἐκ τῶν εἰκότων ὡς ἀγνῶτος πολλοῖς ὄντος ἐκείνου διὰ τὴν ἐπὶ τῇ ἀσκήσει μόνωσιν.
17. Τούτων οὕτως ἐχόντων ὁ μὲν πατριαρχεύσας Γρη γόριος νόσῳ πολυημέρῳ κατεργασθείς, ὡς δέ τινες ἔλεγον, καὶ διὰ τὴν παρόρασιν ἐκ μικροψυχίας, μετ' οὐ πολὺ τελευτᾷ τὸν βίον. καὶ τὸ μὲν ἐν ψαλμῳδίαις θάπτειν κατὰ τὸ εἰκὸς ἐδίδουν, τὸ δ' ὡς ἀρχιερέα, ὥσπερ δὴ κἀκεῖνος ᾤετο τὴν ἱερωσύνην πα ρακατέχων, συχνοὺς ὁ κρατῶν ἀποστέλλων ἀπέλεγε, καὶ τῇ αὐ τανεψίᾳ ἐπέσκηπτεν ἐπιτάττων, ἥ τις ἦν Ῥαούλαινα, μή τι τοιοῦτον ἐπιτελεῖν, ὃ δὴ καὶ γίνεται. 153 18. Αὐτὸς δὲ φθάσας ἐπ' ἀνατολῆς, τὸν πορφυρογέν νητον ἀποστείλας ἔχοντα καὶ τὴν συνοικοῦσαν ἐκ τῶν τοῦ Ῥαοὺλ κατὰ γένος, ἐξεληλακὼς ἐπ' ἀνατολῆς ὥρμα. καὶ διελθὼν τὰ τῆς Βιθυνίας μέρη, καὶ ὅσα πρὸ μικροῦ ἐρρέθη ἐπί τε τῷ Βέκκῳ καὶ τοῖς λοιποῖς εἰργασμένος, τῷ Νυμφαίῳ ἐφίσταται, φέρων καὶ τὸν Μουζάλωνα πρὸς τῷ τοῦ μεγάλου λογοθέτου σεμνώματι καὶ πρωτοβεστιάριον κλεϊζόμενον. οὗ δὴ καὶ σκηνήσας, ἐκεῖθεν τὰ κατ' ἀνατολὴν διοικούμενος, ἐσκέπτετο καὶ περὶ τοῦ υἱοῦ Μιχαήλ, ἐπαγαγεῖν ἐκείνῳ ἐκ τοῦ ῥηγὸς Πουλίας τὴν συνοική σουσαν, ἡ ἐκ τοῦ υἱοῦ τοῦ Βαλδουΐνου καὶ τῆς θυγατρὸς τοῦ Καρούλου, Αἰκατερίνα, ἥτις καὶ ἐπὶ τῷ πρὸς μητρὸς θείῳ τῷ υἱῷ Καρούλου θείαν εἶχε τὴν τοῦ τῆς Οὐγγρίας ῥηγὸς θυγατέρα, θείαν οὖσαν πρὸς μητρὸς καὶ τῷ βασιλεῖ Μιχαήλ, ἥτις καὶ τοὺς γάμους δυοῖν ἀδελφοῖν ἀνὰ μέρος κατήπειγεν. ὅθεν καὶ αὐτὸν μὲν ἐπὶ τῆς πόλεως καταλείπει ὁ βασιλεύς, τοὺς δέ γε τῷ κήδει μεσιτεύοντας Ἰταλοὺς ἐπήγετο πρὸς τὸ Νύμφαιον, συχνὰ κατα ναλίσκων καὶ προσφιλοτιμούμενος, νεύων ὅλος εἰς τοῦτο καὶ μό νον οὐ καὶ συνδέσμους τῶν ἀναγκαίων ποιούμενος. ἐπὶ πολὺ γὰρ καὶ προσελιπάρουν ἐκεῖνοι, καὶ συμφέρον παμπληθὲς ἐδόκει καὶ βασιλέως ἄξιον τὸ συνάλλαγμα. ὑπέτεινε δὲ καὶ χρηστὰς τὰς 154 ἐλπίδας ἐκείνοις ὁ βασιλεύς, καὶ ἐνησμένιζον τοῖς μέλλουσιν ὡς ἐξ ἀνάγκης ἐσομένοις. ὅθεν καὶ τοῦ συγγραφέως τῷ Νυμφαίῳ ἐσύστερον ἐνδημήσαντος, ἐκεῖνοι μαθόντες πολίηθεν ἐλθόντα ἀξιοῦσι βασιλέα ἐπ' ἀρίστῳ καθήμενον ἐρωτᾶν ἐφεῖναι ὅπως ἔχοι τῶν ὑγειῶν ὁ νέος βασιλεύς, καὶ ὅπῃ