1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

47

καὶ τίσι διάγων ἐνασχο λοῖτο. καὶ δὴ προσέταττε βασιλεὺς ἐκείνοις τε πυνθάνεσθαι καὶ τούτῳ διδόναι τὰς ἀποκρίσεις. καί γ' ἐφ' ἑκάστῳ τῶν λεγομέ νων ἀκούοντες, ἐπεὶ καὶ χρηστὰ ἐξ ἀνάγκης ἠγγέλλοντο, προσα ποδεχόμενοι δῆλοι ἦσαν εὐχαριστοῦντες θεῷ. 19. Τῆς δ' εἰκοστῆς ἐνάτης μηνὸς Μαιμακτηριῶνος, καθ' ἣν καὶ ἡ τῶν Ἁγίων ἀποστόλων ἑορτὴ τελεῖται, διετείας τρεχούσης ἐστρατοπεδευμένῳ τῷ βασιλεῖ, γίνεταί τι τοιοῦτον, ὃ δὴ καὶ κακῶν ἦρξε μεγάλων τῷ πορφυρογεννήτῳ Κωνσταντίνῳ. ἐπειδὴ γὰρ ἡ ἑορτὴ ἦν καὶ ἔδει συνάξεις μὲν τῶν μεγιστάνων πρὸς βασιλέα προσόδους δὲ καὶ τῶν ματρωνῶν παρὰ τὴν Αὐγοῦ σταν γίνεσθαι, ἀπήντων μὲν καὶ ἄλλαι πλεῖσται καὶ μέγισται, ἀπήντα δὲ καὶ ἡ εὐγενὴς γραῦς Στρατηγοπουλῖνα, ἡ τοῦ Ἰωάν νου μὲν τοῦ ∆ούκα καὶ βασιλέως ἀδελφιδῆ, Κωνσταντίνῳ δὲ τῷ Στρατηγοπούλῳ τῷ καὶ ὕστερον τυφλωθέντι παρὰ τοῦ υἱοῦ καὶ βασιλέως συνοικήσασα. ἐπεὶ δὲ οὔπω καιρὸς ἐκάλει εἰσελ θεῖν πρὸς τὴν Αὐγοῦσταν, ἐκείνη ἔξω που καθῆστο τὴν πρόσκλη σιν ἀναμένουσα. ἀλλ' ἐφίσταται καὶ ἡ τοῦ πορφυρογεννήτου 155 σύζυγος ἁβροσύνῃ καὶ χλιδῇ πρεπούσῃ ὑπὸ προπομποῖς τε πλεί στοις καὶ ὀπαδοῖς. ἐπεὶ δὲ τῇ θείᾳ ἢ μᾶλλον καὶ μάμμῃ προσήγ γιζεν (ἡ γὰρ πρὸς πατρὸς ἐκείνης μάμμη αὐτανεψία ταύτης ἦν, εἴπερ αὕτη μὲν ἐκ τοῦ ἀδελφοῦ τοῦ βασιλέως καὶ τὴν ἀξίαν σε βαστοκράτορος ἐγεγέννητο, ἡ δ' ἐκείνης μάμμη ἐκ θατέρου τῶν ἀδελφῶν, ἣ δὴ καὶ τῷ πρωτοβεστιαρίῳ συνῴκει τῷ Ῥαοὺλ Ἀλεξίῳ), ἐπεὶ γοῦν προσεγγιζούσῃ ἔδει τὴν γραῦν καθέδρας ὑπεξα νίστασθαι κατὰ τὸ προσῆκον τὰ δευτερεῖα πρὸς τὴν Αὐγοῦσταν φερούσῃ, ἐκείνη τοῦτο μὲν γήρᾳ τοῦτο δὲ καὶ ὡς δῆθεν παιδί, καὶ ἐκγόνης καταφρονήσασα, οὐδ' ἴκταρ ὑπεξανίστατο, παραι τησαμένη πρὸς ἐκείνην μόνον καὶ γῆρας προβαλλομένη καὶ τὴν τοῦ γήρως ἀσθένειαν. ὑβριοπαπαθεῖ τε παρευθὺς ἐκείνη καὶ ἀκάθεκτος ἦν τὴν ὀργήν, εἰ βασιλέως οὖσα νύμφη καὶ ἀνδρὸς ὑπὲρ δεσπότας σύζυγος οὐδὲν τῶν ἀξίων ἐπιτυγχάνει παρὰ προσ γενοῦς μὲν βασιλέως, ἀλλά γε καὶ ἰδιώτιδος νομιζομένης ἐκ τοῦ τὸν ἐκείνης σύζυγον ζῶντα μηδενὸς ἐπιβῆναι ἀξιώματος. τρέπει τε τὴν ὀργὴν εἰς λύπην, καὶ κλαυθμοῖς τε καὶ ὀδυρμοῖς ἀφω σιοῦτο τὴν δεινοπάθειαν. τοῦτο γεγονὸς τὸν ἐκείνης οὐκ ἔλαθε σύζυγον. ὁ δὲ φιλότιμος ὢν καὶ αὐτός, ἔτι δὲ καὶ τοὺς λογι 156 σμοὺς ἐπικλασθεὶς ἐκ τῶν θρήνων τῆς γυναικός, ἀντιλυπεῖν μὲν τὴν γραῦν παραμυθήσασθαι δὲ τὴν ἰδίαν ἐκ τῆς πρὸς ἐκείνην ὕβρεως ἐδικαίου. καὶ δὴ ἐκείνην μὲν οὐκ εἶχέ τι διαθέσθαι ἀνή κεστον, εὐγενῆ τε οὖσαν καὶ μάμμην λογιζομένην τῷ βασιλεῖ· εἶχε δ' οἰκεῖον ἐκείνη Κωνσταντῖνον Μαυροζώμην ὠνομασμένον, ᾧ δὴ καὶ συγχρῆσθαι κατὰ κοίτην κρυφίαν ἐλέγετο. καὶ τοῦτο δὴ μᾶλλον ἦν τὸ δοκοῦν ἐκείνῳ σοφόν, ἐφ' ᾧ ἀτιμουμένου ἐκεί νου ἡ κατ' ἐκείνης ὑποτρέχουσα βάξις ἐκ τῶν δυνατῶν θριαμ βεύοιτο. πέμψας γοῦν αὐτίκα καὶ περισχὼν τὸν ἄνθρωπον μηδὲν τῶν πραχθέντων εἰδότα, γυμνοῖ τε πάμπαν ἀτίμως καὶ κατὰ πᾶσαν ἀγορὰν θριαμβεύειν τοῖς οἰκείοις προστάσσει· ἅμα δὴ καὶ πληγὰς δεινάς τε καὶ πλείστας ἐντείνουσι. τοῦτο γινόμενον καὶ ἀνενεχθὲν βασιλεῖ, πολὺς ἦν ἐκεῖνος τὴν τόλμαν ἐν δεινῷ ποιού μενος, καὶ ἀχθόμενος τὰ μεγάλα εἰ αὐτοῦ βασιλέως ἐνδημοῦντος μηδὲν μηδενὸς ἐκεῖνος ἐπιστραφεὶς ταῦτα πράττοι, καὶ ταῦτα παρὰ τοιαύτην αἰτίαν. ὅμως τοὺς θυμοὺς κατασχὼν προσέταττε τὴν ταχίστην, καὶ μόλις μὲν ἀλλ' ὅμως νικησάσης τῆς ἐξουσίας ἐλευθεροῦται ὁ τιμωρούμενος. ἐντεῦθεν καὶ μῆνις μετὰ χόλον ἐντετήκει τῷ βασιλεῖ, καὶ δεινὰ ἔστρεφε πῶς ἂν ταπεινοίη τὸν 157 ὑπὲρ τὰ μέτρα κατεπαιρόμενον, εἰς ἑαυτὸν ἀνάγων τὸ γεγονὸς καὶ τὴν τοῦ καταφρονεῖσθαι δόξαν ἐν δεινῷ ποιούμενος, καὶ ἀπὸ προσώπου ἐποίει τὸν ἀδελφόν, καὶ ἀπόντος κατημέλει, καὶ προσιόντι ὀφθαλμοὺς ἱλαρότητος οὐκ ἐδίδου, καὶ συνιππαζόμε νος τὴν ἐγγύτητα ἀφῃρεῖτο, καὶ ἣν ἐξ ἐγγίονος εἶχε τῆς ὁμιλίας πρότερον δόξαν προσεποιεῖτο παρακατέχειν. ἀξιωματικώτερον γὰρ κἀκεῖνος ταῖς ἀληθείαις τῶν πραγμάτων ἐφήπτετο, πολλοῖς μὲν τοῖς ὑφ' αὑτὸν θεραπεύουσι, πολλῷ δὲ τῷ