1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

48

συναγομένῳ πλούτῳ καὶ τῇ χλιδῇ ἐντρυφῶν. ὑπὲρ γὰρ ἑξήκοντα χρυσίου χιλιάδας αἱ οἰκονομίαι τούτῳ ἀπεκληροῦντο παρὰ πατρός, καί γε σκοπὸς ἦν, εἰ περιῆν, καὶ ἐς ἑκατὸν ἐπαύξειν. καὶ μεγάλοις ἀνδράσιν ἄρχουσι τοῖς ἐκ τοῦ παλατίου εἰς θεραπείαν ἐκεῖνος ὑπέταττέ οἱ, καὶ διὰ τοῦτ' ἐκεῖνος πολλὰ μὲν προσόδων ἔχων ὀλίγα δ' ἐξαντλῶν, εἰ μή που εἰς τὰς κατ' εὐεργεσίαν φιλοτι μίας, ὃ καὶ αὐτὸ εἰς ὑποψίαν ἔκειτο μείζω, πολλοῖς ἐνετρύφα καὶ ὑπερηφανεύετο εἰς ὑποταγὴν τὴν ἐς βασιλέα πρέπουσαν. ταῦθ' ὁρῶν βασιλεύς, καί γε τῆς ἐξ ὑπογύου ἐκείνης συμβάσης 158 αἰτίας χάριν παρακεκνισμένος, διενυκτέρευέ τε μετὰ τοῦ πρωτο βεστιαρίου ἐν νόσῳ πολυημέρῳ κειμένου· τὼ νεφρὼ γὰρ πολυω δύνοις πόνοις ἐβάλλετο, καὶ οὐδὲν ἦν τὸ εἰς θεραπείαν προσαγό μενον ὅπερ οὐ προσεζημίου τὸν πάσχοντα. καὶ διὰ τοῦτο μὴ οἵῳ τ' ὄντι αὐτῷ τῷ κρατοῦντι τὰς προσόδους ποιεῖν, τούτῳ προσιὼν βασιλεὺς ὁσημέραι περὶ τῶν κοινῶν συνεφρόντιζε. τότε τοίνυν ἐκείνῳ συνὼν διεπονεῖτο τὴν τἀδελφοῦ καὶ ὑπὲρ τὰ ἐσκαμ μένα ὑπέραλσιν, καὶ ταπεινοῦν συμφέρον ἀμφοτέροις ἐδόκει. τὸ δ' ἦν τέως ἀποπροσποιήσεσι καὶ ἀποστροφαῖς καὶ τῷ μηδὲν τῶν ἐκείνου φροντίζειν, κἂν παρῇ κἂν ἀπῇ· οὕτω γὰρ ὑπομα λάσσειν τὰ ἤθη καὶ πρὸς τὸ δουλικώτερον ὑποκλίνειν ᾤοντο. ἐκεῖνος δὲ ταῦθ' ὁρῶν βασιλέως πράττοντος, συχναῖς τε προσό δοις μᾶλλον πρὸς βασιλέα ἢ πρότερον θεραπεύειν προσεποιεῖτο, καὶ τῇ παιδεύσει καθυποκλίνεσθαι δοκεῖν ἤθελεν. ὅθεν καὶ πρὸς τὸν πρωτοβεστιάριον πέμπων ἠξίου καὶ αὐτὸν προσλιπαρεῖν βα σιλέα μὴ χολᾶν, κἄν τι καὶ ἐκ συναρπαγῆς ἐπράχθη νικήσαντος τοῦ θυμοῦ, συμπαθεῖν τε καὶ μὴ ὀργίζεσθαι. ἐν τούτοις οὖν τοῦ καιροῦ τριβομένου, καὶ τοῦ πατριαρχεύοντος μοναχὸς Σάβας ἐκεῖ παρῆν, καὶ τὰ συνήθη τῆς ἀτασθαλίας ἔργα διαπραττόμε 159 νος οὐκ ἀνίει, βασιλέως ἐπὶ πᾶσιν ἐφιέντος, μὴ κρίνοντος ἴσως πρέπον μηδ' ἄλλως εὔσχημον ἐμποδὼν ἵστασθαι τοῖς παρὰ τῶν τοῦ πατριάρχου πραττομένοις λόγοις εὐλαβείας, καὶ τοῦ μὴ δο κεῖν ἐμποδίζειν τοῖς εἰς διόρθωσιν τῶν πολλῶν νομιζομένοις. ἃ γὰρ ὁ Σάβας ἔπραττε, θέλημα τοῦ πατριάρχου ὅλως ἡγεῖτο, ὡς αὐτὸς ὕστερον ἔφηνε πρός τινα τῶν ἀρχιερέων ἀπολογούμενος· ἐκείνου γὰρ τῷ βασιλεῖ λέγοντος ὡς εἰκὸς ἦν ἂν ἐμποδίζεσθαι παρ' αὐτοῦ βασιλέως ὄντος τὸν πατριάρχην, εἴπερ ἐβούλετο, αὐτὸς ἀπελογεῖτο ὡς οὐκ ἄξιον πατριάρχην ὡς Τζυκανδύλην Νι κήταν, καὶ αὐτὸ δὴ τοῦτο ὄνομα ὑποκοριζόμενος (ὁ δ' ἦν ὁ τοῦ παλατίου ἐλάχιστος), παρὰ βασιλέως προστάσσεσθαι. ὡς γοῦν οὕτω ταῦτα καὶ ὁ μοναχὸς Σάβας συνήθης ὢν ἐκείνῳ πιστὸς ἐν πολλοῖς κατεφαίνετο, ἀκούσας, ὡς ἔλεγε, παρ' ἐκείνου βασι λεῖ προσήγγελεν, ὡς δῆθεν πρὸς αὐτὸν λέγοντος ἐν ἀπορρήτοις τοῦ πορφυρογεννήτου ὡς ἅμα μὲν βασιλεὺς ἐπιδημήσει τῇ Κων σταντίνου, ἅμα δὲ τὸν πατριάρχην ἐκβαλὼν τὸν μοναχὸν Κοσμᾶν ἀντεισάξειε. τότε γοῦν καὶ μᾶλλον ὁ βασιλεὺς ἐξηγρίαινεν, εἰ γέ οἱ ἐκπολεμῴη ἐκεῖνος καὶ αὐτὸν πατριάρχην ψευδόμενος, τοὺς οἰκείους ἐκείνῳ ὑποποιούμενος, καὶ ὑποψίας οὐκ ἀγαθὰς συνέλε γεν. ὀλίγον τὸ μεταξύ, καί τινες τῶν ἐκείνου βασιλεῖ προσιόν τες μεγάλ' ἄττα καὶ εἰς ἀπιστίαν τὴν κατὰ βασιλέως φέροντα λέ 160 γειν τε καὶ φρονεῖν ἐκεῖνον συνάμα πρωτοστράτορι Στρατηγο πούλῳ διανυκτερεύοντί οἱ προσήγγελον, καί γ' ἐλέγχειν σφᾶς ἑτοίμους ἑαυτοὺς παρεῖχον ἀναδεχομένου τοῦ βασιλέως. ταῦτ' ἐκεῖνοι μὲν ἔλεγον, ἐδόκουν δὲ πάντως ἐκ τῶν γινομένων καὶ τὰ τῆς κατηγορίας πιθανὰ τοῖς ἀκούουσι. διὰ ταῦτα δὴ πολλὴν καὶ μεγίστην πρόνοιαν ὁ κρατῶν ποιούμενος τοῦ τε λαθεῖν ἐκεῖ νον ἐφ' ᾧ προσκαλοῖτο τοῦ θ' ἁλῶναι, καὶ μή τι καὶ νεωτε ρισθείη παρ' ἐκείνου, ὡς ᾤετο, πέμψας ἄγει παρ' ἑαυτῷ τὰς δυνάμεις, καὶ τοῖς οἰκείοις πᾶσιν ὑπ' αὐγὰς ἕω ἐπήγγελε κατὰ τὸ παλάτιον συναθροίζεσθαι. καὶ τότε περὶ πλήθουσαν ἀγορὰν πέμψας προσκαλεῖται τὸν ταῖς κατηγορίαις ἐνεχόμενον, μηδὲν ἀκριβῶς εἰδότα. ὃν καὶ διὰ ταχέων παραγενόμενον ὁ μὲν βασι λεὺς εὐθύς, μὴ οἷός τ' ὢν κατέχειν τὰς κατ' ἐκείνου ὀργάς, ἅμα μὲν ἐκεῖνον ἅμα δὲ καὶ τὸν Στρατηγόπουλον, μετ' οὐ πολὺ καὶ