1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

51

τούντων τῶν μαθητῶν ἐξ οὐρανοῦ καταγαγόντας πῦρ ἀφανίσαι τοὺς ἀπειθοῦντας, εἰπεῖν τὸν δεσπότην ὡς οὐκ οἴδατε ποίου πνεύ ματος ἐστέ. τὸ γὰρ καλέσαν ἐκείνους πνεῦμα, κἂν μήπω οἴδασι, πλῆρες ἀγαθωσύνης καὶ φιλανθρωπίας καὶ συγκαταβάσεως πρὸς τοὺς ἁμαρτάνοντας, ἀλλ' οὐ τιμωρίας καὶ ἀγανακτήσεως καὶ κο λάσεως. ταῦτ' ἐκείνων λεγόντων καὶ ἀμφικλινῆ τὸν βασιλέα ποιούντων, καιροῦ δραξάμενοι οἱ κακῶς ἔκ τινων αἰτιῶν ἔχοντες 168 ἐκείνῳ ἐθορύβουν καὶ γράφοντες κατηγορίας ἀτόπους ἐδίδουν, καὶ ἀνέδην λοιδορίαις μονωθέντα τῶν πολλῶν περιέβαλλον, ὥστε καὶ μιᾷ ἱσταμένου ἄνω που, καὶ τῶν ὕμνων ἐξανυσθέντων ἐπευ λογοῦντος κατὰ τὸ σύνηθες, τινὰς ἐκείνου κάτωθεν ἱσταμένους κράζειν καὶ ἀπόφημα κατ' ἐκείνου λέγειν, ὡς ἂν πλέον τοῦ εἰκό τος διὰ τὸ μῖσος καταυθαδιζομένους.

22. Ἐπεὶ γοῦν Ἀθανάσιος ἔγνω μονωθεὶς καὶ τὰς αἰτίας ἐξ αὐτοῦ τε καὶ τῶν περὶ αὐτὸν ὡρμημένας, τὰς δὲ λοιδορίας ἀπὸ πολλῶν συμβαινούσας, ὡς καὶ κρίσιν θέλειν ἄγειν, καὶ οὐκ ἀνυστά οἱ γένοιτο εἰ βούλοιτο τὴν τιμὴν κατέχειν (μηδὲ γὰρ ἐν τεῦθεν εἶναι τὸν εἰρηνεύσοντα ἢ καὶ προσέξοντα), καθυφίει καὶ ἄκων τῆς προστασίας. οὐκ ὀλίγοι γὰρ καὶ τῶν χθὲς καὶ πρὸ τρί της τῶν ἰδίων παρὰ τῶν ἐκείνου στερηθέντων ὁμοῦ συμφρήσαν τες διεφόρουν ἄρδην τὰ ἴδια. οἱ δὲ καὶ τοῖς σιτῶσιν ἐπεχείρουν καὶ κατεγέλων καὶ ἐπετώθαζον ἀνέδην τε κατηρῶντο καὶ ἀπεφή μιζον. ἄλλοι δὲ καὶ λίθους ἔβαλον φανέντος ἐκείνου. τόσον 169 τὸ μῖσος. καὶ κατεστύγουν οἱ πλείους. αὐτὸς δὲ γνοὺς ἐντεῦ θεν καὶ εἰς κρίσιν ἀπαξόμενος, ὡς τοῖς δοκοῦσι μᾶλλον ἐδόκει, βασιλεῖ διαμηνύεται ἀποσταλῆναι μὲν τοὺς τὸ πατριαρχεῖον ἀνα δεξομένους, ἀποσταλῆναι δὲ καὶ τοὺς διακομίσοντας κατὰ τὴν ὁδόν, ὡς μὴ κινδυνεύοι. ἐν τοσούτῳ δὲ σχεδιάσας βιβλία δύο, τὸ μὲν ἓν τῆς αὐτοῦ παραιτήσεως, θάτερον δὲ πόλλ' ἄττα πε ριέχον καὶ ἰδίας κατὰ τὸν βίον συστάσεως χάριν καὶ καταρῶν τῶν ὡς δῆθεν κατ' αὐτοῦ ἀποφημισάντων, ὁ μίμησιν ἀναδεξάμενος τοῦ Χριστοῦ, τὸν μὲν ἐν ἀφανεῖ κρύπτει ἐν κορυφῇ κίονός τινος τῶν κατὰ τὰ ἀριστερὰ εἰσιοῦσι κατηχουμενεῖα τοῦ μεγάλου νεὼ ἱσταμένων, ὑπ' ὀπὴν περιστερεῶνος, δίκην φωρός, ὡς μήτις εἰδείη προμηθευσάμενος, κλίμακά τ' αὐτὸς προσερείσας καὶ ἐπι θεὶς πλὴν οὐ γυμνὸν τὸν χάρτην, ἀλλὰ δυσὶν ἐκπώμασιν ἐμβα λών, ὑπογραφῇ ἰδιοχείρῳ καὶ βούλλῃ μολιβδίνῃ τὰ γράμματα ἐξασφαλισάμενος, τετρήνας καὶ σπαρτίῳ περισφίγξας, ὡς μή τινι ἐπιβουλευθείη τῶν λυμαντήρων ἐς μακρὰν ἐκεῖ κείμενος. θάτερον δὲ τὸν τῆς παραιτήσεως πέμπει πρὸς βασιλέα, ἀξιῶν τὴν ταχίστην τούς γε τὴν ὁδὸν ἀσφαλῆ οἱ θήσοντας ἀποστεῖ λαι. εἶχον δ' ἐπὶ λέξεως ὁ μὲν ἐν τοῖς ἐκπώμασι χάρτης τάδε.

(23) "δύο τινὰ ἐφάνη πρὸς καταβολὴν τῆς ἐκκλησίας, εἰς ὠφέ 170 λειαν δῆθεν αὐτῆς ἐπινοηθέντα, ἐξ ἐπιβουλῆς τῶν ἐπιχαιρόντων τοιούτοις, ἓν μὲν τὸ τὸν Βέκκον ἐλθεῖν εἰς τὸ διαλεχθῆναι καὶ τάχα καταγνωσθῆναι καὶ ἡττηθῆναι, ὃ ἀμήχανον ἦν τοῦ λαοῦ μεμηνότος καὶ τὸ γλυκὺ πικρὸν ἐχόντων τε καὶ λεγόντων, δεύτε ρον, ἡνίκα τῷ Ὑακίνθῳ ἐξεχωρήθη ἁπανταχοῦ τῆς Ῥωμαίων προσκαλεῖσθαι κατὰ τῆς ἐκκλησίας οὓς εὕρισκεν οὐ συνειδήσει, οὐ νόμοις θεοῦ τεθραμμένους, ἀλλ' ἀγυρτώδεις καὶ τριωβολι μαίους τινάς, καὶ ἱκανοὺς καταστρέψαι τὴν ἐκκλησίαν Χριστοῦ, καὶ ὅσα παρέλαβεν, ἀλόγῳ θράσει καὶ διαβολῇ καὶ ὕβρει, ἐν οἷς εἶχον ἐκεῖνοι τὸ ἰσχυρόν. καὶ ἔτι, ὡς ἔοικεν, ἔμελλε τοῖς δυσὶν ἐκείνοις κακοῖς καὶ τρίτον ἀναφυῆναι, ὃ καὶ διὰ πλῆθος ἡμετέ ρων ἁμαρτιῶν τῇ ἡμετέρᾳ συνέβη ἡμέρᾳ καὶ καθ' ἡμῶν ἐστρα τεύσατο. τῆς γὰρ Χριστοῦ ἐκκλησίας οἷς αὐτὸς οἶδε κρίμασι τὴν φροντίδα δεξάμενοι, οὐκ ἐξησφαλίσθημεν τοῦ μήτε τοὺς σχιζο μένους τῆς ἐκκλησίας Χριστοῦ καὶ ὑβριστὰς αὐτῆς τιμωρεῖν μήτε τοὺς ἀκαθαρσίαις μοιχείαις τε καὶ πορνείαις ἑαλωκότας ἀναχαι τίζειν. ἠγνοήσαμεν δὲ ὅτι καὶ οἱ πατριαρχεύοντες τοιαύτας εὐ θύνας ὑπέχουσι παρὰ τῶν ἐπὶ σφάλμασιν αὐτῶν εὐθυνθέντων καὶ τῶν