54
πατριάρχου παραίτησιν; "παραιτούμεθα δὲ καὶ αὐτοὺς" φησὶ "μετὰ τῆς ἀρχιερωσύ νης." οὐ θρόνον καὶ τιμὴν παραιτεῖται, ἀλλὰ λαὸν ἄτακτον καὶ ἀπειθῆ. πότερον δὲ τὸν λαὸν συνάμα τῇ ἀρχιερωσύνῃ πα ραιτεῖται, ὡς παραιτεῖσθαι δὴ καὶ ἀμφοτέρους, ἢ λαὸν παραι 177 τεῖται μετὰ τῆς ἐνούσης αὐτῷ ἀρχιερατικῆς ἰσχύος καὶ καταστά σεως, ὡς εἶναι καὶ αὐτὴν ἰσχυρὰν καὶ εὔλογον τὴν ἀποβολήν; τί δὲ βούλεται καὶ τὸ ἁρμόδιον λέγειν; εἰ μὴ πάντως τὸν τὰ πάντα τῷ λαῷ συγκαταβησόμενον. Ἀλλὰ ταῦτα μὲν ἴσως τῷ ἱστοροῦντι καὶ παρακαίρια λέλε κται. τοῦτο δέ τις καὶ μόνον παρατηρήσειεν, ὅτι τέσσαρσιν ἐνιαυτοῖς τὴν ἐκκλησίαν κατέχων αὐτὴν σχεδὸν ἡμέραν εἶδε τῆς ἐκβολῆς ἣν δὴ καὶ τῆς ἀναβάσεως ἔγνωκεν, ἥτις καὶ Ἐλαφηβο λιῶνος ἑκκαιδεκάτη ἦν, ὅτε καὶ ὁ μέγας λογοθέτης τὸν ἴδιον λό γον καταγνοὺς οἷον ἐκ τῆς τῶν πολλῶν βλασφημίας τῶν ἐν ἐκείνῳ γεγραμμένων, καὶ μᾶλλον ὅτι καὶ ὁ λύκος ὁ τῶν λαχάνων ἄνθρω πος παρὰ τοῦ ἀρχῆθεν εἰπόντος ἐλέγετο, πυρὶ παρεδίδου. ὁ μέντοι γε βασιλεὺς δεξάμενος τὴν παραίτησιν, διά τε τὸ τῆς ἰδίας γνώμης εὐθύ, καὶ τοῦ μὴ θέλειν κινεῖσθαι τὰ μηδὲν ὀνή σοντα ἀλλὰ καὶ μᾶλλον ἐκκλησίαν βλάψοντα, καὶ διὰ ταῦτα τοῖς γεγραμμένοις μηδ' εἰς βάθος προσσχών, καὶ τοὺς ἄλλους πρὸς τοῦτο πείσας, ἀγαπητὸν ἡγησάμενος εἰ μετ' εἰρήνης ἐξίσταται (οὐδὲ γὰρ συνέφερεν, ὡς ἐῴκει, κινεῖσθαι τὰ κατ' ἐκεῖνον καὶ 178 κρίσει δίδοσθαι, τῶν πάντων δι' ἔχθους δικαίου, ὡς ἐδόκει, ἐχόντων τὸν ἄνθρωπον), ἐκεῖνον μὲν τῇ ἰδίᾳ μονῇ καὶ πάλιν νυ κτὸς ἐξαποστείλας ἐγκαθιστᾷ, ὅπου σὺν τοῖς ἀμφ' αὑτὸν πολλοῖς οὖσι ἐπὶ χρόνοις ἀσκεῖν ἀπρόϊτος ἔμελλε τὰ συνήθη, τοῖς δέ γε ἀρχιερεῦσιν ἐφίησι τὸν τῆς ἐκκλησίας ζητεῖν προστησόμενον.
25. Τέως δὲ πρὸ τοῦ τάδε γενέσθαι δυσὶ πρότερον χρό νοις, καὶ ἀφίημι τὰ κατὰ τὴν περαίαν τὴν δυτικήν, ὡς καὶ ἅπαξ καὶ δὶς ἐνεπρήσθη, οὕτω συμβάν, ἐπὶ Γρηγορίου πατριαρ χοῦντος. ἀλλ' οὖν κατὰ μῆνα μεσοῦντα Μουνυχιῶνα, ὑπ' ἀφὰς λύχνων, ἐντὸς τῆς μεγαλοπόλεως, ὅπου τὸ τῆς ἀγορᾶς μεσαίτα τον, ἀπὸ τῆς βασιλικῆς λεγομένης πύλης ἄρχεται τὸ δεινόν. καὶ πάντα τὰ κύκλῳ περιλαβὸν τὸ παμφάγον καὶ ἀνυπόστατον πῦρ, οἰκίας ἐκείνας πληθούσας παντοίων τῶν εἰς πραγματείαν εἰδῶν αὐτονυχεὶ διανεμηθὲν ἠμάθυνε τὸ παράπαν, ὥστε καὶ γυμνοὺς ἐκφυγεῖν τοὺς ἐνῳκημένους, μὴ ὅτι γε πλούτου καὶ περιουσίας ἀλλὰ καὶ αὐτῶν ἐνδυμάτων, καὶ μηδὲν πλέον ἐγκαταλειφθῆναι πρωΐας ὅτι μὴ κεράμων κατεαγότα ὄστρακα καὶ ἥλους σφίσιν ἐνει λημένους, ἀφέτους τῶν ξύλων οἷς συνέχοντες εἴχοντο. καί γε τὸ τῆς ἀγορᾶς κάλλος ὡς πεδίον ἀφανισμοῦ κατεφαίνετο. ὃ μηδ' αὐ τὸν βασιλέα λαθὸν τῷ Νυμφαίῳ ἐνδιατρίβοντα ἐποίει θαυμάζειν, καὶ ἐφ' ἡμέραις ζητεῖν, εἴ πού τις Βυζαντίοθεν παραβάλλοι, 179 ὅπως καὶ ἀφ' οἵων τῶν αἰτιῶν γέγονεν. οὐ γὰρ ἐπ' ὀλίγον ἐπι δραμόν, ἀλλ' ὅσον εἰκάσαιτ' ἄν τις, καταταχῆσαν καὶ αὐτὴν μέσην τὴν πόλιν ἐν ἀκαρεῖ περιλήψεσθαι, πολλῶν μὲν οἰκιῶν κάλλη πολλὰ δ' ἐν αὐταῖς ἀποτιθέμενα δαρδάπτον, καὶ τὰ δεινὰ τοῖς πόρρωθεν ἀπειλοῦν, οὐ πρότερον ἔστη, πρὶν ἂν ἀμφόδοις περιπεσὸν εἰς πλάτος ἐνδούσαις χειροποιήτως τῶν ἐχόντων φθα σάντων καταβαλεῖν καὶ προαρπάσαι τὴν ὕλην, ἐκεῖσε φθάσαν οὐχ οἷόν τ' ἦν ἐκπηδῆσαι καὶ τῶν καταντικρὺ παμφάγοις ἐπιδρά ξασθαι τοῖς ὀδοῦσιν. ἐπεὶ γὰρ πάντα τὰ κύκλῳ φρέατα ἐξαν τλήσαντες οὐκ ἀποχρῶν εἶχον τὸ ὕδωρ πρὸς τὴν τοιαύτην ῥύμην πυρός, ἐκείνοις μὲν τὸ λοιπὸν ἀντὶ ταμιείων ἐχρῶντο, κἄν πού τι καὶ ἀφήρπαζον τοῦ πυρός, ὁμόσε τούτῳ χωροῦντες καὶ τοῦ λα βεῖν τι ἐν δευτέρῳ τιθέμενοι τὴν παρακινδύνευσιν, εὐθὺς κατὰ τούτων ἐρρίπτουν καὶ ἐπωμάτιζον. αὐτοὶ δὲ τῷ μὲν ἅπαξ ἁλόντι οὐκ ἔχοντες προσαμύνειν, προκαταλαμβάνοντες δὲ τὰ ἐξωτέρω κείμενα προανῃροῦντο καὶ μετεκόμιζον, καὶ οὕτω τὴν τροφὴν τοῦ πυρὸς ἐκποδὼν ποιοῦντες τῇ ἀτροφίᾳ τὸ θηρίον ἀσθενέστερον ἀπειργάζοντο, κἀντεῦθεν μόλις κατ' ὀλίγον ἐξασθενοῦντος περιε 180 γένοντο, οὐχ ἧττον τῶν παλαιῶν ἐμπρησμῶν καὶ αὑτοῦ τὴν ἰδίαν μνήμην καὶ εἰς τὸ ἐπιὸν καταλείψαντος. ἀλλὰ καὶ