56
ὢν καὶ φιλά ρετος, ἐνησμένιζε τῷ τοῦ ἀνδρὸς ἤθει, καὶ οἷον συντακεὶς αὐτῷ κατά τινα διάθεσιν πολλοῖς τισὶν ἐδωρεῖτο καὶ ἐκυβέρνα οἰκτιρ μοῦ τρόποις καὶ χάριτος. εἶτα καὶ βασιλεῖ ἀναγγέλλει τὰ περὶ τούτου, καί οἱ ποιεῖται τὸν ἄνδρα ἐράσμιόν τε καὶ ποθεινὸν ἰδεῖν. διὰ ταῦτα καὶ ἄγων συνίστησί τε αὐτῷ βασιλεῖ καὶ τὴν ἰδίαν μο νὴν τὴν τῆς παμμακαρίστου θεοτόκου εἰς χεῖρας δίδωσιν. ὁ μέντοι γε βασιλεὺς καὶ λίαν ἐνησμένισε τῷ ἀνδρί, καί οἱ ἀγαπή σας τὸ ἦθος ἐν πνευματικοῖς ἔταττεν αὐτὸν πατράσι, καὶ ἀπεδί δου τιμὴν τὴν προσήκουσαν. μαρτύριον δέ· ἐπεὶ τῇ Κωνσταν τίνου ἐπιδημήσαντι βασιλεῖ μιᾷ τῶν κυριωνύμων ἡμερῶν οἱ τοῦ κλήρου προσῆλθον, καὶ κατὰ ναὸν ἐν καιρῷ λειτουργίας στάντες ἀπένεμον τὴν προσκύνησιν, διάφοροι ὄντες πατριάρχῃ τότε διὰ τὰ προειρημένα, ὁ βασιλεὺς αὐτοῖς προσποιούμενος τὴν ὀργὴν διὰ ταῦτα, τὸν μυστικὸν πρὸς τὸν συγγραφέα πέμψας, ἐζήτει 184 μαθεῖν περὶ σφῶν παρ' αὐτοῦ τί παθόντες οὗτοι οὕτως ἀνέδην προσῆλθον, μήδ' ὅλως ξυνιέντες ὡς ὑπ' ὀργὴν κεῖνται, τοῦ πα τριάρχου ἀποστατήσαντες. τοῦ δ' ὑπὲρ ἐκείνων ἀπολογουμένου ὡς οὐκ αὐτόθεν ἦλθον ὦ δέσποτα, ἀλλὰ τῷ σῷ πατρὶ προσελ θόντες κυρίῳ Κοσμᾷ παρ' ἐκείνου τὴν πληροφορίαν ἔσχον ὡς σε συμπάθηνται παρὰ τοῦ κράτους τοῦ σοῦ, αὐτὸς πάλιν ἀνταπο στείλας τὸν αὐτὸν μυστικὸν ἄλλα τε πολλὰ προσεμαρτύρει ἀγαθὰ τἀνδρί, καὶ ὡς ἀποθανόντος αὐτίκα, εἰ μὲν ἐκκλησία θέλοι τε καὶ τιμῴη ὡς ἅγιον, καὶ αὐτὸν ἐν πρώτοις τὴν ἐκείνων ἀποδέχε σθαι γνώμην διωμολόγει καὶ τιμᾶν τοῖς προσήκουσιν, εἰ δ' οὐ δοκιμάζοι τοῦτο ἡ ἐκκλησία, αὐτὸν καὶ αὖθις τῆς αὐτῆς εἶναι γνώμης, καὶ μεγαλύνειν τὸν ἀπελθόντα καὶ τιμᾶν ὡς ἅγιον. τόσον ἐπληροφορεῖτο, ὡς ἐδόκει, βασιλεὺς ἐπ' αὐτῷ. ὡς γοῦν συνελ θοῦσι τοῖς ἀρχιερεῦσι περὶ πατριάρχου ἡ ζήτησις ἦν, τὸ μὲν καὶ αὖθις καταναγκάζειν τὸν Γεννάδιον δοκοῦντα πρὸς τοῦτο χρήσι μον, καθάπαξ ἀπειπάμενον τὴν ἀρχιερωσύνην, οὐκ ἔγνωσαν εὐ πρεπές, ἄνδρα δὲ ζητεῖν ἐφ' ᾧπερ ὁ βασιλεὺς πεπληροφόρηται, τῶν ἀναγκαιοτάτων ἐνόμιζον. καὶ λοιπὸν οὐδένα εὕρισκον τοῦ Κοσμᾶ ἀξιώτερον καὶ ἄλλως ἁρμόδιον τῷ καιρῷ· μετὰ γὰρ χει μῶνα ἡδὺ τὸ ἔαρ καὶ μετὰ ζάλην ποθεινὴν γαλήνην εἶναι τοῖς πλέουσιν, καὶ μετὰ τρικυμίας καὶ ζάλας πραγμάτων καὶ ἠθῶν 185 σκληρῶν ἀνωμαλίαν καὶ κάκωσιν μαλακὸν ἦθος καὶ ἥμερον αὐτό θεν ἀπόδεκτον. ὅθεν καὶ μιᾶς γεγονότες γνώμης τοῦτον ψηφί ζονται. ἦν γὰρ ὁ ἀνὴρ ταῖς ἀληθείαις, πλὴν ἑνὸς τοῦ ἀμηγέπη φιλοκερδεῖν ἐξ ἁπλότητος καὶ ἰδιωτείας, ἀλλ' οὐκ ἐκ πάθους ἐν τετηκότος ψυχῆς, τἆλλα προσήκων τῇ ψήφῳ· τὸ γὰρ συμπαθές, ὅπερ καὶ θεοῦ τοῖς ἀνθρώποις ἴδιον λέγουσιν, ὑπὲρ τἆλλα τῆς ἐκείνου ψυχῆς μεθ' ἱκανῆς ἁπλότητος ἐπεπόλαζε. 28. Ταῦτα μαθὼν ὁ βασιλεὺς ἀποδέχεταί τε ὡς εἰκὸς τὴν ψῆφον, καὶ προσκαλεῖται μηνύμασι, καὶ εὐθὺς κατανεύει, καὶ πρὸς τῷ προβληθῆναι ἦν, καὶ ἡ κυρία παρῆν, καὶ πάντ' ηὐ τρέπιστο. ἦν δέ τις μοναχὸς Γρηγόριος ἐν τῇ τοῦ Παντεπόπτου μονῇ, ὃς ταῦτ' ἀκούων παρὰ τοῦ οἰκείου ἡγουμένου Λουκᾶ τὸν λόγον οὐ παρεδέχετο· μηδὲ γὰρ Κοσμᾶν ἀλλ' Ἰωάννην ἐντεῦθεν μέλλειν γενέσθαι, κἂν ὅ τι γίγνοιτο, μὴ εἶναι τὸ βουλευόμενον ἀνυστόν. τοῦτο δ' ἔλεγεν ἐκ βίβλων ἔχων, οἶμαι, ἀλλ' οὐκ ἔκ τινος θειοτέρας μυήσεως. ὡς γοῦν πάντ' ηὐτρέπιστο καὶ ἡ κυ ρία ἐπέστη, καὶ ὁ μὲν προβληθησόμενος ἤγετο, ὁ δὲ Γρηγόριος ἐνστατικῶς τὴν πρᾶξιν ἀπέλεγεν, ὡς εἶναι τῶν ἀδυνάτων Κοσμᾶν μένοντα τοῦτον πατριάρχην γίνεσθαι, εὐθὺς ὀστράκου μεταπεσόν τος, φασίν, αὐθημερὸν Ἰωάννης μετονομάζεται, οὐ γνωσθέν τισι 186 πρότερον ἢ εὐφημουμένου τοῦ προβληθέντος. τότε παρὼν ὁ Λουκᾶς καὶ ἀκούσας τέθηπέ τε εὐθέως, καὶ ἀπελθὼν ἐξαγγέλλει τῷ Γρηγορίῳ τὸ δρᾶμα, καὶ τότε ὁ Γρηγόριος πιστεύσας μᾶλλον τοῖς γράμμασιν, ἢ πείθειν ἄλλους σπεύδων, καὶ τὰ λειπόμενα προσετίθει, καὶ ὡς τόσους χρόνους πατριαρχεύσει καὶ ὡς οὐ τῇ τιμῇ ἐπαποθανεῖται. καὶ ταῦτα γέρων ὢν καὶ πρὸς τῷ θανάτῳ προέλεγεν. ἀλλ' ἐκεῖνος τὴν ποιμαντικὴν βακτηρίαν λαβὼν παρὰ τοῦ κρατοῦντος, ὡς εἴθιστο, τιμᾶται καὶ διβαμβούλῳ. καὶ πρώτῃ