58
καὶ μὴ συνήθη τὰ προσαγόμενα) οὕτως ἐκεῖνοι κακούμε 190 νοι τοῖς ἐχθροῖς, ἤδη δὲ καὶ αὐτοὺς ἐκείνους Πέρσας μανθάνον τες ὡς εἶεν ὀρρωδοῦντες τὸν βάρβαρον φημισθέντα σφίσιν ἔκ τι νων τῶν παρ' αὐτοῖς μαντειῶν, καὶ πρὸς τὴν ἀπ' ἐκείνου βοή θειαν ἀφεώρων, καὶ καθικέτευον ἀπολυθῆναι τοῦτον καί γ' ἐκ χωρηθῆναι κατὰ τῶν ἐχθρῶν μετὰ Ῥωμαίων ὁρμᾶν· τὴν γὰρ πρὸς αὐτὸν ὀρρωδίαν, ἣν εἶχον οἱ βάρβαροι, εἰς θάρρος τὸ ὑπὲρ ἑαυτῶν ἔχοντας ἑτοίμους εἶναι μετ' αὐτοῦ καὶ προκινδυ νεύειν καὶ μηδὲν ἐλλείπειν τῶν ὅσα καὶ ἀγαθὸς ἀνὴρ πράττοι μετὰ τῆς ἀρετῆς καὶ τὸ θαρρεῖν ἔχων. ταῦτ' ἀκούων καὶ βα σιλεύς, καὶ ὁσημέραι περὶ τῶν ἰδίων πονῶν, ἐπὶ νοῦν τινὰ ἔρ χεται ὅτι πολλάκις καὶ ὃ δὴ ἰατρὸς τῷ κάμνοντι ἀπηγόρευσεν ὡς αὐτίκα τεθνηξομένῳ εἰ προσενέγκαιτο, τοῦτο κατὰ τὸ λεληθὸς ὁ νοσῶν προσενεγκάμενος ἐξ ὀρέξεως παράλογον εὗρε τὴν θερα πείαν, καὶ ἡ μὲν τέχνη οὔπω ἐλέγχεται φαύλη τις οὖσα, τὸ δὲ συμβὰν ἔκ τινος τυχηρᾶς προσπαθείας ὠφέλησε, τῷ σφοδρῷ τῆς ὀρέξεως ἀναρρωσθείσης ὡσανεὶ κατὰ τῆς νόσου τῆς φύσεως. τί γοῦν, φησίν, εἰ καὶ Λαχανᾶν μὴ ὄντα μηδέ τινα ψῆφον περὶ ἑαυτοῦ διδόντα τὸν βάρβαρον, ὅμως φοβερὸν μὲν τοῖς ἐχθροῖς 191 δόξαντα χρήσιμον δὲ καὶ τοῖς κακουμένοις, αὐτὸν ἀπολύοι καὶ ἐπιτρέποι στρατεύειν, καὶ μᾶλλον ἐξ ἐγγίονος πείρας ἐν τῇ τῶν Ἁλιζώνων γῇ κατὰ Σάγγαριν. ταῦτα διανοηθεὶς καὶ μετὰ τῶν οἰκείων σκεψάμενος ἀπολύει, προσετοιμάσας ἐκείνῳ καὶ τὰ κα θήκοντα. οὗ δὴ καὶ ἐξελθόντος ὡς εἶχε, καὶ μόνον τῆς ὁδοῦ ἁψαμένου ἅπας συνεκινεῖτο καὶ ὁ πόρρω καὶ ὁ ἐγγύς, καὶ οὐδὲν ἦν εἰκάζειν εἰ μὴ αὐτῆς οἰκουμένης καὶ γῆς μετακίνησιν. οἱ γὰρ ἐπὶ τῶν γεωργικῶν ἔργων καὶ σκαπάνης οὐ πλέον εἰδότες καὶ τοῦ κεντρίσαι τὸν βοῦν, καὶ ποιμένες θρεμμάτων καὶ ἄγροικοι ἐκεῖνοι τὰς οἰκείας χώρας ἀφέντες καὶ αὐτὰς γεωπονίας, ἐν ῥάβδοις μό ναις καὶ ταῖς καλαύροψιν αὐτόματοι κατεφαίνοντο στρατιῶται καὶ ὁπλῖται ἄοπλοι καὶ συντάξεις ἀσύντακτοι, τὸ ὑπὸ Λαχανᾷ τετάχθαι εἰς θάρρος μέγα τοῦ νικᾶν ὅπου φανεῖεν σὺν αὐτῷ θέ μενοι. ἀμέλει τοι καὶ ἡμερῶν ὀλίγων περὶ ἐκεῖνον ἄπειρον πλῆ θος συνῆκτο ξυγκλύδων, μὴ πολέμων εἰδότων, μὴ παρατάξεως, τὸ τῆς παροιμίας αὐτόθεν πληρούντων, ὅτι γλυκὺς τοῖς ἀπείροις ὁ πόλεμος. οὐδὲ γὰρ ὡς πολεμήσοντες ὥρμων, οὐδ' ὡς προσ βαλοῦντες ἐχθροῖς, ἀλλ' ὡς σκύλων ἐπιβαλούμενοι καὶ παίξον τες μᾶλλον ἢ σπουδάσοντες. ἡ μὲν οὖν ἐκείνων ὁρμὴ περὶ τὸν νέον στρατηγὸν τοιαύτη τις ἦν ὡς μηδὲ στῆναι πληθουμένους, 192 οὐ κατ' ὀλίγον ἀλλὰ τρόπον πυρὸς κατ' ἀναλογίαν τὴν πολλα πλάσιον, ὡς ἅμα μὲν ἐξιέναι σὺν πολλαπλασίοις τούτων, δίκην ῥυάκων ἐπιρρεόντων τῶν ἀγροίκων ἐκείνων καὶ βουκαίων καὶ βοω τῶν. τοῦτο μαθὼν βασιλεύς, καὶ περὶ τῷ λαῷ δείσας μή τι πάθοι προσβαλὼν ἀσυντάκτως καὶ ἀμαθῶς, εἰ δ' οὖν, ἀλλὰ καὶ μή τι νεωτερισθείη ἐπιτυχόντων, πέμψας εἰς αὐτὸν μετακα λεῖται τὸν βάρβαρον, καὶ ἐλθόντος ἀποχειροτονεῖ παραυτίκα τὸν στρατηγὸν καὶ ἐν τῇ πρεπούσῃ τηρήσει εἶναι προστάσσει. τὸ δ' ἀμαθὲς ἐκεῖνο πλῆθος καὶ ἄλογον ἅμα διασκεδασθὲν τὴν τα χίστην ἐλύετο, καὶ τὰ οἴκοι ἕκαστος κατελάμβανεν. 31. Ἐν τοσούτῳ δὲ καὶ ὁ πρωτοβεστιάριος τῇ πολυημέρῳ νόσῳ κατεργασθεὶς τῶν νεφρῶν (οὐδὲν γὰρ ὃ ἐπενόουν εἰς ἰατρείαν οἱ θεραπεύοντες ἱκανὸν εἰς τὴν κατὰ τῆς ἀρρωστίας ἀνταγώνισιν ἔδοξεν, εἰ μὴ καὶ μᾶλλον προσεζημίου τὸν πάσχοντα), ἀφεὶς τὰ πάντα καὶ αὐτὴν τὴν κοσμικὴν ὀφρὺν καὶ σκηνήν, τὸν μοναχὸν ὑποδύεται, καὶ ἃ κατὰ τῶν ταλαιπώρων κληρικῶν ξυνέπραξέ τε καὶ ξυνεβούλευσεν ὡς δῆθεν ἐκ ζήλου, αὐτοῖς ἐκείνοις παροῦσι διωμολόγει μετανοῶν, καὶ ἐζητεῖτο παρ' αὐτῶν τὴν συγχώρησιν. αὐτὸν δ' ἐπὶ τοσοῦτον ὁ πόνος ὠδύνα καὶ ἔθλιβεν ὥστε καὶ τὸ ζῆν ἐκείνῳ ποιεῖν ἀβίωτον· κἄν πού τις τῶν Ἀσκληπιαδῶν ἐκ τῆς ἀρτηρίας ἐπισχέσεως μετὰ βραχὺ τὴν τελευτὴν ἐπηγγείλατο, εὐερ γέτης ἐκ τοῦ παρασχεδὸν ἔδοξε λέγων καὶ προμηνύων οὐ πράττων 193 οὐδ' ἐργαζόμενος τὴν ἐκείνου ἀπαλλαγήν. τόσος ἦν ὁ πόνος καὶ ἡ τῶν νεφρῶν ὀδύνη τῷ πάσχοντι. ὥστε καὶ μετ' οὐ πολὺ με ταλλάξαι,