59
καὶ τὸν νεκρὸν Νικαίαζε κομισθῆναι, ἐν τῇ τοῦ Τορ νικίου μονῇ, κατά τι κτητορικὸν ἀπὸ τῆς συζύγου δίκαιον ἐν σοριασθησόμενον. 32. Ἐκεῖνος μὲν οὕτως ἀπεβίω, βασιλεὺς δὲ τὸ πᾶν τῆς τῶν κοινῶν μεσιτείας ἐπὶ μόνῳ ἐτίθει τῷ μυστικῷ, ὃν καὶ οὐ μετὰ πολὺ ἐπὶ τοῦ κανικλείου καθίστα, αὐτῷ γε σὺν ὀλίγοις συμβούλῳ πρὸς τὰ πολλὰ καὶ συνεργῷ χρώμενος, οὐδὲν ὅσα τῶν πρὸς τρυφὴν προσποιούμενος, ὅπου γε καὶ αὐτὴν βασιλικὴν τρά πεζαν, ἐξ ἧς ἦν γεραίρειν ὁσημέραι βουλευτάς τε καὶ ἀριστεῖς (νώτοισι γὰρ καὶ Ἀγαμέμνων βοὸς διηνεκέσι τὸν ἀριστεύσαντα γέραιρε), καὶ αὐτὴν παρ' οὐδὲν ἐτίθει, δημοτικὴν τρυφὴν δυσ χεραίνων καὶ τραπέζης ἐλευθερίαν ἀποπροσποιούμενος, στάσει τε καὶ νηστείᾳ ὁλοημέρῳ προσκαρτερῶν, οὕτω δοκοῦν, ἔκφερε πόνου φρονήματος. ἦν γὰρ ταῖς ἀληθείαις ἐπὶ τούτοις καὶ αὐ τὸν νικῶν τὸν ἀδάμαντα τὸν τῆς παροιμίας, ὡς ἀλουτεῖν καὶ νη στεύειν καὶ καρτερεῖν, νύκτας τε καὶ ἡμέρας ἱστάμενος, καί που 194 καὶ ὅλην ἡμέραν διαγαγὼν φροντίσι κοιναῖς καὶ ἀσχολίαις φερού σαις τι χρήσιμον καταλαβούσης νυκτὸς προύργου τὴν πρὸς θεὸν ὑμνῳδίαν ποιεῖσθαι, ἣν συνήθως εἶχε σὺν ἱερωμένοις τελεῖν, ἀνωτέραν πάσης ἀνέσεως, καὶ ὀψὲ τῶν νυκτῶν ἐν ἴσῳ τίθεσθαι τό τε τραφῆναι καὶ μή, ἀλλ' εἰς τὴν ἐπιοῦσαν καὶ πάλιν νυκτὸς ἀριστᾶν, ὅ τι γε τύχοι. ἡ γὰρ τοῦ σώματος εὐεξία συμπλακεῖσα τῇ γνώμῃ οὔτε τῷ ἐθελουσίῳ τῆς καρτερίας χώραν ἐδίδου βλά πτειν τὸν καρτεροῦντα, οὔτε τῷ ἀκουσίῳ τῆς ἀνάγκης λυπεῖν παρεῖχε τὸν καρτερεῖν ὀρεγόμενον, ἑκατέρας συγκροτούσης θα τέραν εἰς μιᾶς συμπλήρωσιν ἀρετῆς, ὡς μήτε τὸ ἐνδεὲς διὰ τὴν εὐεξίαν λυπεῖν μήτ' ἀηδὲς εἶναι διὰ τὴν γνώμην τὸ σπουδαζόμε νον. οὕτω μὲν οὖν ὁ βασιλεὺς ἐντεῦθεν ἀρξάμενος καρτερικῶς διέφερε τὸ βιοῦν, συνόλην τρυφὴν καὶ βλακείαν ἀποπροσποιού μενος, εἰ καὶ βασιλικὸν καὶ ἀρχαῖον ἀθετεῖσθαι συνέβαινε νόμιμον. 195
{Γ.} Ἐπεὶ δ' ἀντίπαις ἦν ὁ υἱὸς Μιχαὴλ ἤδη τῷ βασιλεῖ καὶ τὸν ὑπὲρ τὸν
ἔφηβον ἤλαυνεν, οὐκ ἀπεικὸς ἡγεῖτο οὐδ' ἀπρεπὲς ἄλ λως μὴ βασιλικῶς ταινιοῦν, καὶ ταῦτα καὶ τόσην πληροφορίαν ἐπὶ τῷ ταινιώσοντι κεκτημένος. ὅθεν καὶ ἐξαρτύεται μὲν τὰ ἐπὶ τῇ τοιαύτῃ χρείᾳ προσήκοντα ἀποχρώντως λίαν καὶ φιλοτίμως· καιρὸν δ' ἡγησάμενος πρέποντα ἡμέραν τῆς μνήμης τοῦ πρώτου ἐν Χριστιανοῖς βασιλέως, μᾶλλον δὲ καὶ σφίσι τῆς ἐλευθερίας ἄρξαντος Κωνσταντίνου, ἐν ταύτῃ καὶ τὰ τῆς στεφηφορίας τῷ υἱῷ ἀπεπλήρου. καὶ εἰκοστῇ πρώτῃ Πυαντιῶνος μηνὸς κατὰ τὸν τοῦ θεοῦ σοφίας νεών, συναχθέντων ἁπάντων, ὅσον ἦν τῶν ἐν τέλει καὶ ἄλλως καὶ ὑπηρετικὸν βασίλειον, ὅσον τῆς πολιτείας καὶ ὅσον τῶν στρατιωτικῶν δυνάμεων, οὐδ' αὐτῶν ἀπόντων τῶν κατὰ τὴν πόλιν Ἰταλῶν, ἔτι δὲ καὶ τῶν ὅσοι κατὰ χρείαν πρεσβείας ἐπεδήμουν τῇ Κωνσταντίνου, καὶ αὐτῶν δὴ τῶν τὸ ἐπὶ τῇ Αἰκατερίνῃ κῆδος μεσιτευόντων (οἱ δ' ἦσαν οἱ ἀμφὶ τὸν Συρπέρον λεγόμενον), τὸ μὲν ἱερατικὸν πᾶν καὶ μοναχικὸν ἀφ' ἑσπέρας παννύχιον ὑπὸ δαψιλέσι φωσὶν ἀπετέλουν τὴν ὑμνῳδίαν, ἄνωθεν τοῦ βασιλέως ἱσταμένου καὶ ἀκροωμένου τῶν ὕμνων. 196 ὑπ' αὐγὰς δὲ συναχθέντων, καὶ τὴν τοῦ Αὐγουστεῶνος αὐλαίαν πληρούντων ἐς τόσον ὥστε καὶ εἰς μίαν ἁρμογὴν καὶ συνέχειαν ξύμπαντας ξυνεπτύχθαι ζῶον φαινομένους ἕν, εἰς πλάτος ἐνδιδὸν ἀλλόκοτόν τι καὶ ξένον, μυρίαις χρώμενον γλώσσαις, τού των οὖν ἁπάντων συναθροισθέντων, περιαιρεθέντων δὲ καὶ τῶν τοῦ τρικλίνου Μάκρωνος δρυφάκτων διόλου, ὡς καθαρὸς παρὰ πάντων θεῷτο ὁ εὐφημούμενος, ἐπ' ἀσπίδος τε τὸν νέον οἱ ἐν τέλει καθιζάνουσι καὶ μετέωρον αἴρουσι καὶ ἀνευφημοῦσι τρανό τερον. εἶτα καὶ τὴν ἱερὰν λειτουργίαν τελοῦντες ἅμα μὲν αὐτὸς πατριάρχης ἅμα δ' ἀρχιερεῖς καὶ οἱ τοῦ βήματος πάντες, ἐφ' ἑκάστῳ τῶν τελουμένων καὶ τῷ υἱῷ κατὰ τὸ εἰκὸς συναφωσίουν τὰ πρέποντα τῷ πατρί τε καὶ βασιλεῖ. καὶ δὴ τελεσθέντων ἐκεί νων