61
πολὺς ἦν δοκῶν καταιδεῖσθαι καὶ τὸ ἀπερισκέπτως γινόμε νον ἐκφαυλίζειν καὶ εἰς κρῖμα μεῖζον γίνεσθαι. τινὲς γοῦν οἷς δὴ καὶ ἦν διευλαβεῖσθαι δοκεῖν, ἀρχιερεῖς ὄντες καὶ οὗτοι καὶ τὸ κέρδος τοῦ ἀσφαλοῦς ἐν δευτέρῳ δοκοῦντες τίθεσθαι, συνῄροντο τῆς γνώμης τῷ βασιλεῖ καὶ τὰ εἰκότα συνέπραττον. οἱ πλείους 200 δὲ καὶ παρ' ἐκείνους ξύμπαντες, καὶ παλαιὰν συνήθειαν προβαλ λόμενοι καὶ νόμους περὶ τούτων λέγοντας καὶ δικαιοδοσίας ἐκ πα λαιοῦ ὀφφικίων, οὐκ ἐνεδίδοσαν. εἰ δ' οὖν, ἀλλὰ παραβασίαν τοῖς κειμένοις ἐφεδρεύουσαν καὶ ὄλισθον ἐντεῦθεν ἀνηρτημένον ὡς εἰκὸς διεγίνωσκον, καὶ ὅτι πόρον ζωῆς ἀναγκαίας τοῖς κληρι κοῖς ἀποκεκλεῖσθαι ξυμβαίνει. καὶ πόλλ' ἄττα τοιαῦτα λέγον τες τοῖς ἀπεροῦσιν εἰς τέλος ἐῴκεσαν. ἀλλ' οὐκ ἤνυον. διὸ καὶ νεαρὰ προβαίνει νομοθεσία, καὶ ἐπ' αὐτοῖς μόνον οὐκ ἀκριβολο γουμένων κηροῖς, ὁπόσοι καὶ οἷοι ἐσοῦνται, οἷς ἡμμένοις ἐπὶ τῇ τελετῇ τῆς χειροτονίας χρήσαιντ' ἂν οἱ τῶν παρόντων ἱερωμένοι. ἣν δὴ νεαρὰν ὑποσημαίνεται μὲν πατριάρχης ὑποσημαίνονται δ' ἱεράρχαι, καὶ πάντες πλὴν δυοῖν, τοῦ τε Σμύρνης καὶ τοῦ Περγάμου, συγκάταινοι γίνονται. πλὴν τὸ πᾶν τῆς ἀκερδείας οὐκ ἐπὶ τοῖς ὑπογράψασιν ἀλλ' ἐπὶ τοῖς κληρικοῖς πίπτει, ὡς ἄλλους μὲν ἐμπεδωθῆναι ταῖς ὁμολογίαις, ἄλλους δὲ καὶ ἄκον τας τὰς ἐκείνων ὁμολογίας ἀποπληροῦν. 4. Ἀλλὰ φθάνει καὶ ὁ ἐν δύσει δεσπότης ὁ ἐξ Ἀγγέλων Νικηφόρος τελευτῆσαι τὸν βίον, ἐπὶ δυσὶν ὑπεξουσίοις τέκνοις, 201 παιδί τε ἄρρενι ἀτελεῖ τῷ Θωμᾷ καὶ θυγατρὶ προφερούσῃ τὴν ἡλικίαν τοῦ ἄρρενος τῇ Ἰθάμαρ. καὶ ἡ ἐκείνων μήτηρ Ἄννα καὶ τῆς Εὐλογίας θυγάτηρ, ἐκποδὼν γεγονότος καὶ τοῦ σεβαστοκρά τορος Ἰωάννου τὰς ἐπιτροπὰς τῶν τε παίδων καὶ τῆς τοπαρχίας ἔχουσα, τοὺς τοῦ Ἰωάννου παῖδας δύο, τὸν ∆ούκαν τε καὶ τὸν Ἄγγελον (τὸν γὰρ Κομνηνὸν Μιχαὴλ φθάνει κατασοφισαμένη αὕτη δόλῳ καὶ ἐπισχοῦσα καὶ παραδοῦσα τῷ βασιλεῖ), γυνὴ ἀπόλεμος φύσει ἄνδρας καὶ πολέμοις ἐσχολακότας ἐκτόπως ὑπώ πτευε, καὶ περὶ τοῖς παισὶ καὶ τῇ ἀρχῇ ἐδεδοίκει· ὁ γὰρ σφῶν πατὴρ Ἰωάννης ζῶντα τὸν Νικηφόρον, νόθος γνήσιον, τὰ πολλὰ τῶν ἐκείνου προσαφαιρούμενος ἐζημίου. διὰ τοιαῦτα καὶ οὐκ ἀνυστὴν ὅλως βουλὴν ἐβουλεύετο· ἔγνω γὰρ ἀποστέλλειν πρὸς βασιλέα, καὶ λιπαρεῖν μὲν αὐτὸν λιπαρεῖν δὲ πατριάρχην καὶ ἐκ κλησίαν παριδεῖν νόμους κειμένους, καὶ τῇ ἀνάγκῃ συγκαταβῆ ναι ἐχούσῃ μέγα τὸ χρήσιμον, ὥστε τὸν νέον βασιλέα γαμβρὸν ἐκείνῃ γενέσθαι, καὶ πᾶσαν χώραν καὶ ἑαυτὴν καὶ παῖδα ὡς ἀρ χαῖα ἐλλείμματα Ῥωμαΐδος ἐγχειρίζειν χαίρουσαν ὡς εἰ καὶ αὐτὴ 202 ἐπ' ἐκείνοις τόσα λαβεῖν ἔμελλε. τὸ οὖν συνάλλαγμα, ὃ συνι στᾶν ἤθελεν, ἕκτου ἦν βαθμοῦ καὶ ἐξ αἵματος, καὶ παντός γε μᾶλλον ἀπεκωλύετο. ὅθεν καὶ τῷ μὲν Θωμᾷ τὸ δεσποτικὸν ἀξίωμα ζητήσασα καὶ λαβοῦσα, τὴν δ' ἐντεῦθεν ἀσφάλειαν ἀπελ πίσασα, πρὸς Ἰταλοὺς ἀφορᾷ, καὶ τὸν ἔκγονον τοῦ Καρούλου ἐπιγαμβρεύεται Φίλιππον, οὐκ ὀλίγα τῶν τῆς χώρας καὶ πόλεις ἐς προῖκα δοῦσα τῇ θυγατρί.
5. Ὁ δὲ βασιλεὺς πρέποντα γάμον τῷ παιδὶ παρεσκεύαζε. καὶ τὸν μὲν ἱερομόναχον Σοφονίαν, ἄνδρα σοφόν τε καὶ συνετόν, ἀποπέμπει πρὸς Πουλίαν τὸ κινούμενον κῆδος διαπρεσβεύσεσθαι. ὡς δ' ἐν τῷ μεταξὺ ἀπελθὼν περιήργει (ἐδέησε γὰρ καὶ εἰς πά παν ἐκεῖνον γενέσθαι, κἂν οὐχὶ πρὸς ἐκεῖνον γράμμασιν ἱκανοῦτο τοῖς ἐκ βασιλέως, οἷς ἔδει ἁγιώτατον γράφειν τὸν πάπαν καὶ κρῖμα τὸ μέγιστον γίνεσθαι, ὡς τοῖς ἀσφαλέσι τὴν πίστιν ἐδόκει), πολλοὶ δ' ἦσαν οἱ προσλιπαροῦντες ἄλλοθεν, ἔνθεν μὲν ἐκ τοῦ ἐν τῇ Κύπρῳ ῥηγὸς ἔνθεν δὲ καὶ ἐξ Ἀρμενίων, τὰ ἐν χερσὶ τῶν προσδοκωμένων ποιούμενος περὶ πλείονος, καὶ ἄλλως τὴν ἀπὸ 203 τοῦ πάπα τῆς Ῥώμης ὑπειδόμενος ὑπερηφανίαν, τῆς φροντίδος ἐκείνης ἀπαλλαγεὶς ἔγνω ἐπὶ θατέρῳ τῶν ἀξιούντων τὰ τοῦ κή δους συστήσασθαι. καὶ δὴ πρῶτον μὲν τὸν Ἀλεξανδρείας Ἀθανάσιον, ἐκ Ῥόδου καὶ αὖθις τῇ Κωνσταντίνου ἐπανελθόντα μετὰ τὴν ἐκβολὴν Ἀθανασίουἥπτετο γὰρ τἀκεῖθεν δεινὰ καὶ αὐτοῦ· τὸ δ' αἴτιον ἡ τῆς Λαύρας τοῦ ἀρχιστρατήγου μονή, καὶ ἄλλη ἡ τοῦ μεγάλου Ἀγροῦ, τῇ ἐκκλησίᾳ