62
Ἀλεξανδρείας δοθεῖσαι παρὰ βασιλέως Μιχαὴλ εἰς χάριν Ἀθανασίῳ, ἀσφαλέσιν ἐμπεδώσεσι χρυσοβούλλοις. ὃ δὴ καὶ τὰ πολλὰ ὠδύνα ἐσύστερον τὸν πατριαρ χοῦντα Ἀθανάσιον, καὶ τὴν τοῦ μεγάλου Ἀγροῦ προσαφῃρεῖτο. ἐπὶ δὲ τῇ τῆς Λαύρας ζητῶν τὸ μνημόσυνον ἑαυτοῦ, ἐπεὶ ἐς ταὐτὸν τὼ ὀνόματε συνετρεχέτην καὶ Ἀθανάσιος ἐμνημονεύετο, τοὺς μοναχοὺς κατηνάγκαζεν ἀσφαλίζεσθαι ἐφ' ᾧπερ, ὅτε λέ γοιτο καὶ ἀκούοιτο τοὔνομα, φέρειν αὐτοὺς ἐπὶ νοῦν τὸ αὐτοῦ καὶ μὴ τοῦ Ἀλεξανδρείας, πλάτος νοὸς ἀκαθέκτου συστέλλειν ἐθέλων διὰ τὴν αὐτοῦ ὄρεξιν. καὶ διὰ ταῦτα ἀπάρας εἰς Ῥόδον τὸ βιοῦν μετ' εἰρήνης διῆγε. τότε τοίνυν τοῦτον ἐπανελθόντα, καὶ καιρὸν ὅσον διαγαγόντα ἐν τῇ τοῦ Εὐεργέτου μονῇ, ὁ βασιλεὺς αἰδοῦς ἄξιον οἷς ἂν ἐπισταίη κρίνων τὸν ἄνδρα, πρεσβείαν στέλ 204 λεται δι' αὐτοῦ πρὸς τοὺς ῥῆγας, τὸ δὲ πλέον πρὸς τὸν Ἀρμέ νιον, ὡς ἂν ἐκεῖθεν νύμφην ἀγάγῃ τῷ βασιλεῖ. ἐπεὶ γοῦν ὁ ἀποστελλόμενος συγκατέθετο καὶ πάντα μεγαλοπρεπῶς ἡτοιμά σθησαν, τὰ πρῶτα μὲν ἐξ οὐρίας ἔπλει ὁ πατριάρχης ἐπὶ τριή ρεως ἀσφαλοῦς, συνεπαγόμενος καὶ τὸν μοναχὸν ἐκτομίαν Νεό φυτον· ὡς δὲ περί που τὴν Φώκαιαν ἦσαν, πειραταῖς περι πίπτουσιν, οἳ καὶ περισχόντες αὐτοὺς φόρτον ἐκεῖνον διεφόρουν καὶ τούτους παρακατέχειν, ὡς ἀποδοῖντο, ἠβούλοντο. ἀλλ' ἐξαίφνης φαίνεταί τις φορτὶς πλήρης ἀγωγίμων κατὰ τὸ πέλαγος, ἧς δὴ καὶ φανείσης μακρόθεν περὶ τὸ ἐκεῖθεν κέρδος οἱ πειραταὶ λιχνευσάμενοι ἀφιᾶσι μὲν πρὸς τῷ λιμένι ἅμα αὐτῇ τριήρει τοὺς περὶ τὸν πατριάρχην, ἀφιᾶσι δὲ καὶ τὸν περιττὸν φόρτον ἐκεῖ νον, καὶ ὡς προσμενούντων ἐλπίσαντες (τὸ γὰρ τοῦ πατριάρχου σχῆμα σφᾶς ἔπειθε μὴ τὸν ἀγεννῆ δρασμὸν ἐννοεῖν) ἀπτέρῳ τάχει καὶ προθυμίᾳ ἐπὶ τὴν φανεῖσαν ὥρμων. τῶν δ' ἀπ' ὀφθαλμῶν γεγονότων, εὐθὺς κακὸν ἐλπισμὸν περὶ ἑαυτῶν οἱ περὶ τὸν πα τριάρχην ἔχοντες, εἰ ἐπισταῖεν καὶ αὖθις, δρασμὸν ἐννοοῦσι. καὶ δὴ τῆς νηὸς ἀποβάντες ὡς εἶχον μόναις στολαῖς καὶ βλαύταις, ᾗ ποδῶν εἶχον, φεύγουσιν ἀνὰ κράτος, πάτον μὲν ἀνθρώπων ἀλεεί νοντες, ἀτρίπτοις δὲ δυσχωρίαις, τὸ μὲν καὶ θελήσει τὸ δὲ καὶ τῷ μὴ εἰδέναι ὅλως τῶν τόπων, μόλις μετὰ τὴν πολλὴν τῶν πο 205 δῶν ἐπὶ θάμνοις καὶ πέτραις πρόσκρουσιν ἐπί τι φρούριον δια σώζονται. ὕστερον δὲ καταλαβόντες οἱ πειραταὶ ἔγνωσαν ὅλως σεσοφισμένοι παρ' ἑαυτῶν, ἢ μᾶλλον τῆς προνοίας, ὡς ἄν τις εἰκάσειε· τέως δὲ λαβόντες καὶ ναῦν καὶ φορτία ἐχώρουν. ὁ δὲ βασιλεὺς τὰ περὶ τούτων μαθών, καὶ ὡς εἰκὸς προσαλγή σας, ἄλλους εὐτρεπίσας ἐκπέμπει· οἱ δ' ἦσαν ὅ τε ἐπὶ τῶν δεήσεων Γλυκὺς Ἰωάννης καὶ ὁ τῶν ἀγελῶν λογοθέτης ὁ Με τοχίτης Θεόδωρος. οἳ δὴ προσσχόντες πρῶτον τῇ Κύπρῳ, καὶ τῷ ῥηγὶ προσμίξαντες, εἶχον μὲν ἐκεῖνον αὐτίκα ἐφ' οἷς ἐζήτουν πειθήνιον, ἓν δὲ καὶ μόνον ἐκεῖνος προσιστάμενον ἐγνωκὼς τῇ πράξει ἔθελε κἀκεῖνος ἐξημεροῦν· τὸ δ' ἦν τὸ ὑπὸ βουλῇ καὶ θελήσει τῆς κατὰ Ῥώμην ἐκκλησίας τὸ συνάλλαγμα διαπράτ τεσθαι. ταῦτα δ' ἦσαν χρόνου καὶ τριβῆς δεόμενα. ἀλλὰ προστεταγμένον αὐτοῖς καὶ παρὰ τοὺς τῆς Ἀρμενίας ἄρχοντας ἀπαντᾶν, ἐκείνων πρῶτον προσλιπαρούντων περὶ δυοῖν ἀδελ φαῖν, ἐφ' ᾧπερ ὡς βούλονται χρήσαιντο (μηδὲ γὰρ ἔχειν ποτέραν προτιμᾶν εἰς τὴν τῷ βασιλεῖ πρέπουσαν κήδευσιν, ὡς προτιμω μένης μιᾶς καὶ θατέραν ἕπεσθαι), ἐκεῖσε γοῦν γεγονότες οἱ πεμ φθέντες καὶ ἀμφοτέρας ἄγουσι, τὴν μὲν τῷ βασιλεῖ οἱ συνοική σουσαν, τὴν δ' ἄξιον εὑρήσουσαν τὸν νυμφίον. ὡς δὲ πλῷ χρωμένων κίνδυνος ἐφίσταται τῇ προτέρᾳ χαλεπῆς ἐνσκηψάσης 206 νόσου, προσίσχουσί τε τῇ Ῥόδῳ, καὶ ὅσα ἦν νόμος τελέσαντες ἐπ' αὐτῇ κατὰ συνήθειαν ὀρθοδόξου πίστεως, τέλος ἐξομοσαμέ νην τἀκείνων χρίουσι μύρῳ καὶ ἁγιάζουσι. κἀντεῦθεν τῆς νόσου ῥαϊσάσης ἀπάραντες Ῥόδου τῇ Κωνσταντίνου προσίσχουσι. καὶ παρὰ τὸ τοῦ Κέρατος τέλος πρὸς τῷ Κοσμιδίῳ προσσχόντων, οὐδὲν ἦν εἰς φιλοτιμίαν ὅπερ οὐκ ἔπραττεν ὁ κρατῶν εἰς τὴν τῆς δεσποίνης ὑπάντησιν. καὶ τέλος ὑπὸ λαμπρᾷ καὶ πολυτελεῖ τῇ πομπῇ εἰσαχθείσης, λαμπρῶς καὶ περιφανῶς ἐπὶ τῇ προτέρᾳ Μαρίᾳ καὶ τοὺς γάμους ηὐτρέπιζε.