1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

64

καταπρόοιντ' ἂν ἀπαιτούμενοι. 210 9. Τῶν γοῦν ἀκρῶν κακουμένων, ὡς μὴ μόνον τῶν κατὰ Μαίανδρον καὶ τὰ τῷ ζυγῷ ἐκείνῳ προσήκοντα ἀλλ' ἤδη καὶ τῶν ἐντὸς ἐξαφανιζομένων ἐξ ἐπιδρομῶν συχνῶν τῶν Περσῶν, ὁ τοῦ προρρηθέντος πρωτοβεστιαρίου τοῦ Ταρχανειώτου δεύτερος παῖς, ὁ Φιλανθρωπηνὸς ἐκ τοῦ πρὸς μητρὸς πάππου Ἀλέξιος, τοῦ προτέρου εἰς πρωτοσεβαστὸν τιμηθέντος πιγκέρνης τῷ βασιλεῖ τιμηθείς, τῶν περί τε τὴν Ἀσίαν τὴν μικρὰν καλουμένην, ἔτι δὲ Λυδίαν καὶ Κελβιανὸν μέχρι καὶ αὐτῆς δὴ τῆς θαλάσσης ἡγε μὼν ἀναδείκνυται, τοῦ πρωτοβεστιαρίτου ἔτι Λιβαδαρίου τῶν περὶ τὰ Νεόκαστρα καθηγεμονεύοντος. ὁ γοῦν πιγκέρνης ἐπὶ χρόνοις τὴν ἡγεμονίαν ἔχων, ἔχων δὲ καὶ τὸ Κρητικὸν καὶ τὰς κατ' ἀνατολὴν ἁπάσας δυνάμεις ἐπιφερόμενος, φύσεώς τε τάχει καὶ σπουδῇ στρατηγίᾳ πρεπούσῃ συναιρομένης καὶ τῆς παρὰ πολ λοῖς λεγομένης τύχης (λεγέσθω γὰρ καὶ τοῦτο, καθωμιλημένον τοῖς παλαιοῖς, καθ' ἣν Σκηπίωνές τε καὶ Κράσσοι καὶ Καίσαρες, ἔτι τε Θεμιστοκλεῖς καὶ Τιμόθεοι καὶ Κλέωνες ἠνδραγάθουν, καὶ τύχης ὡς καὶ θεῶν ἄλλων ἱερὰ ἀνιδρύοντο) τὰ κατ' ἀνατολὴν καθίστα τε καὶ προσησφαλίζετο, τὰ μὲν καὶ μάχαις καθ' ἃς ἐνίκα, τὰ πλεῖστα δὲ συνέσει καί γε φιλοδωρίᾳ πρός τε τοὺς ἐχθροὺς ἅμα καὶ πρὸς τοὺς φίλους, τοῖς μὲν ὑποκόπτων τὴν 211 κατὰ τῶν ἡμετέρων λύσσαν καὶ καθιστῶν τὸ πολέμιον ἡμερώτε ρον, τοῖς δὲ τὰς τιμὰς ἐπαύξων καὶ τὰς προθυμίας ἐπιρρων νύων, μὴ μόνον ἐφιεὶς ἑκάστῳ κερδαίνειν ὅπερ ἐς χεῖρας ἐκ τῶν ἀλλοτρίων σκύλων ἐτύγχανε γεγονός, ἀλλὰ καὶ ἀφ' ἑαυτοῦ προσ τιθεὶς τὰ πλεῖστα, τὸν ἐκ τῶν ἐχθρῶν πλοῦτον ἡ μετὰ τύχης ἀρετὴ εἰς χεῖρας ἦγεν ἐκείνῳ. πρὸς γὰρ τοῖς ἄλλοις καί τι φρού ριον πρὸς τὸ Μελανούδιον τῶν δύο βουνῶν, πάλαι μὲν ἡμέτε ρον τότε δὲ τῶν ἐχθρῶν, ὃ πάλαι οἶμαι τὸ Μιλησίων ∆ιδύμιον ἐφημίζετο, ἔτυχε πολέμῳ κρατήσας τοιῷδε τρόπῳ. ὡς γὰρ ἡ πρώτη τῶν γυναικῶν τοῦ Σαλάμπακι Πέρσου, ἐξ ἀνθρώπων ἐκεί νου γεγονότος, ἐκεῖ πεφύλακτο, τεθησαύριστο δὲ καὶ πλοῦτος παντοδαπός, τὸ μὲν πολέμου νόμῳ τοῦ φρουρίου περιγενέσθαι ἀδύνατα τέως εἶχεν, ἔγνω δὲ σοφίσασθαι τὴν γυναῖκα, ὥστε καὶ πέμπων ὡς δῆθεν ἐν ἀπορρήτοις ἀγαγέσθαι ταύτην σύζυγον ὑπισχνεῖτο. ὡς γοῦν πολλάκις πέμπων οὐκ ἔπειθεν, ἐπισχὼν τοὺς τῆς λίμνης καράβους συνδεῖ σχοίνοις, καὶ ξύλα μέγιστα ἐνιεὶς ἐπ' ἐκείνων κατασκευάζεται μόσυνας. τὰ δ' ἄλλα πλοῖα 212 πληρώσας πολεμιστὰς ἐν τούτοις ἑλεπόλεις ἱστὰς καὶ μαχόμενος (οὐδὲ γὰρ κατὰ τὸ τυχὸν καὶ αὐτὸς παρὰ τοῖς ἐχθροῖς ἐκλεΐζετο, ἀλλ' ὀνόματος ἐπέβαινεν ἅμα μὲν φοβεροῦ ἅμα δέ γε καὶ ἐρασμίου, ὡς καὶ πολλοὺς προσχωρεῖν καὶ ὑπ' ἐκείνῳ ἀγαπᾶν τάττεσθαι) αἱρεῖ μὲν οὕτω τὸ φρούριον, πλοῦτον δ' ἐκεῖθεν οὐ ῥᾳδίως ἀρι θμητὸν περιβάλλεται, τοῖς δ' ἰδίοις, ἀλλά γε καὶ τοῖς προσχω ροῦσιν εὔπορον καθίστα τὸν βίον. ὅθεν καὶ πολλοὶ ὑπ' ἐκείνῳ δεδουλωμένοι ἔχαιρον, καὶ ὑπ' αὐτῷ τεταγμένοι ἦσαν καθ' ὧν περ καὶ προσταχθεῖεν, ὡς κατ' ἀγάπην ἅμα γυναιξὶ μετῳκημέ νοι καὶ τέκνοις. ἐντεῦθεν καὶ παρὰ τὸ εἰκὸς ἀγαπήσαντες οἱ ὑπ' ἐκείνῳ ταττόμενοι, καὶ μᾶλλον οἱ Κρητικοί, ἤρξαντο θεραπεύειν καὶ τρόποις καὶ λόγοις ὑπὲρ ὃ προσῆκεν ἐκείνῳ, καὶ εἰς ἀποστα σίαν τὴν ἀπὸ βασιλέως ὑπέκνιζον. ὁ δὲ νέος ὢν ἄλλως καὶ φυ σηθεὶς ἐκ μεγίστου φρονήματος, τὰ μὲν πρῶτα τοὺς λογισμοὺς 213 κραδαινόμενος πολὺς ἦν προσλιπαρῶν βασιλέα τῆς ἀρχῆς μετατί θεσθαι. ἀλλ' οὐκ ἔπειθεν. οἶδα δ' ἔγωγε γνοὺς τῷ πυθέσθαι τοῦ βασιλέως Μιχαὴλ ἡμῖν ὁμιλοῦντος καὶ περὶ ἀμφοτέρων τῶν αὐταδέλφων λέγοντος καὶ ὥς τι τῶν εἰς ἔπαινον τιθεμένου μέγαν τὴν τἀδελφοῦ περὶ θατέρου κρίσιν τὴν τῆς ἀρχῆς παράλυσιν ἐπισπεύδοντος. ἐπειδὴ γὰρ ἐκεῖνος μὲν καὶ ὑπὸ μεσίταις ἐζήτει τῆς ἀρχῆς ἀφεθῆναι καὶ πολὺς ἦν εἰς τοῦτο δεόμενος, ὁ δὲ πρῶ τος τῶν σεβαστῶν καὶ ἀδελφὸς ἐκείνου δυσωποῦντος ἀκούων πε ριήλγει καὶ κατεμέμφετο, καὶ αὐτοῦ κατέναντι βασιλέως ἀπιστίας ἐγγὺς τὸ πρᾶγμα ἔκρινεν, ἤν τις κατασταθεὶς εἰς ἀρχήν, πρότε ρον ἢ βασιλέα ἀφ' ἑαυτοῦ κινηθέντα κελεύειν, αὐτὸς ζητοίη καὶ προσαναγκάζοι τὴν ἄφεσιν, βασιλεὺς τὸν λόγον