65
ἀποδεξάμενος, ἐπὶ σχολῆς περὶ ἀμφοτέρων πρὸς ἡμᾶς λέγων, ἐκείνου μὲν τὴν ὑπὲρ τοῦ ἀποθέσθαι τὴν ἀρχὴν ἱκεσίαν ὑπεδήλου, τούτου δὲ τὴν κρίσιν ἐθαύμαζε, λόγῳ δεικνὺς ὁπόσον οἶδεν οὗτος ὑπὲρ ἐκεῖ νον τὸ πρὸς τοὺς βασιλεῖς παρὰ τῶν ἐν τέλει κατὰ τὸ εἰκὸς ὀφει λόμενον. τὰ πρῶτα γοῦν οὕτως ἐκεῖνος οἰκονομεῖν ἔγνω τοιού τους λογισμοὺς ἀποκρούσασθαι. ἐπεὶ δὲ ἡ ῥανὶς ἠνδελέχει ὥστε 214 καὶ τὴν πέτραν, τὸ τοῦ λόγου, κοιλαίνειν ἔχειν, καὶ οἱ ἀμφ' ἐκεῖνον μετέωροι πρὸς καινοτομίαν ἦσαν, μεῖζον ἢ κατὰ στρατη γὸν θωπεύοντες, καὶ τέλος τὴν ἀπὸ τοῦ βασιλέως τινὲς τῶν ἐκεί νου ἀποστροφὴν οἷον καὶ εἰς τὸ μετέπειτα ἐπλάττοντο κάκωσιν, ἐν δεινῷ τιθεμένου λέγοντες τὸν τοσούτων χρημάτων σωρόν, ὡς αὐτοῦ μὲν δέον ὂν τὰς δυνάμεις ἱκανοῦντος ῥόγαις, ἐκείνου δὲ νοσφίζεσθαι βουλομένου τὴν δι' ἐκείνων τῶν ἐχθρῶν προνομήν, φρόνημα ἐντεῦθεν νεανικὸν καὶ πλέων ἐξ ἀνδραγαθίας φρονήμα τος ὑποκατακλίνειν πρὸς ὅπερ ἤθελον ἤρξαντο, καὶ ἀδοξεῖν ἐποίουν ὡς οὐδὲν τὸν δεσπότην ὄντα. συνῆσαν αὐτῷ καὶ μονά ζοντες, ὁ μὲν φιλίως ὁ Τάρχας ἐκ δύσεως, τότε δὲ τῆς τῶν Σανίδων μονῆς καθηγούμενος, ὁ δὲ προσγενῶς ὁ Ἀκροπολίτης Μελχισεδέκ, θεῖος ὢν τῆς αὐτοῦ γυναικός, πρὸς ἐκεῖνον ἔχον τες, οἳ δὴ καὶ ὡς εἶχον κατήπειγον τὴν ἐγχείρησιν· πολλὰ γὰρ ἔλεγον φθάσαι πανουργήσασαν τὴν τύχην, εἴ που μὴ αὐτὸς προ λαβὼν τὰς ἀπὸ τοῦ βασιλέως ὀργὰς ὑποτέμοιτο. τὸ δέ γε στρα τιωτικὸν ἅπαν καὶ παρακεκινημένον ἦν καὶ πρὸς ταραχὴν μετέω 215 ρον, διὰ μίσους τοὺς περὶ τὸν βασιλέα ποιούμενοι, καὶ φανερῶς τὰ τῆς μεταβολῆς ἠβούλοντο, διαγανακτοῦντες εἰ αὐτοὶ μὲν διὰ πόνων χωροῦντες καὶ τῶν ἐσαεὶ κινδύνων ἑτέροις τὴν ἐξουσίαν χα ρίζονται, ἐκεῖνοι δ' ἐν ἀνέσει τρυφῶντες μηδὲ χάριν εἰσομένοις ἐῴκεσαν ὧν εὖ πεπόνθασί τε καὶ πάσχουσι παρ' αὐτῶν, ἀλλὰ καὶ μᾶλλον καὶ τῶν ἀποτεταγμένων κολούονται. καὶ προσερχό μενοι κατὰ στίχας πλέον ἐθεράπευον τοῦ εἰκότος, καὶ ἀξιώτερον ἄρχειν αὐτὸν παρὰ τοὺς ἄλλους ἐδικαίουν καὶ προσηνάγκαζον, ὀλίγα βασιλέως καὶ τῶν τοῦ βασιλέως φροντίζοντες. εἶναι γὰρ σφίσιν ἐκ πολλῶν τὸ βουλευόμενον ἀνυστόν, καὶ μᾶλλον τριῶν τῶν ἰσχυροτάτων, τοῦ τε τὸν λαὸν πάντα ζημίαις βαρούμενον καὶ συνδόσεσιν εἰς ἀποστασίαν ἕτοιμον εἶναι, τοῦ τε πάντας εὐ μενῶς πρὸς αὐτὸν ἔχειν, ὅσοι δὴ καὶ ὑπ' αὐτῷ στρατεύονται, καὶ τρίτου τοῦ καὶ παμπληθοῦς εὐπορεῖν Περσικοῦ, ἀνδρῶν οὐκ ἄλλον εἰδότων ἢ τὸν αὐτοὺς αὐτομολήσαντας καὶ ὑποδεξάμενον καὶ ὡς εἰκὸς θεραπεύσαντα· εἶναι δὲ καὶ εἰς χιλιάδας ποσουμέ νους, μαχίμους ξύμπαντας, ἑνὸς ἐξημμένους βλέμματος τοῦ 216 σφᾶς ἄγοντος. ταῦτα λέγοντες κατεμάλασσον τὴν ἐκείνου γνώ μην μετεωριζομένην ἤδη πρὸς ἀρχῆς ὄγκον, καὶ φανερῶς ἀπο στατεῖν ἔπειθον. τότε τοίνυν τόσους ὁρῶν ἐκείνους τολμήματος γέμοντας οὐ μετρίου καὶ ταῖς ὑπὲρ τοῦ ζῆν εὐμαρῶς ἐλπίσι σπερ χομένους, πρὸς μὲν τὸ τῆς ἐγχειρήσεως μέγεθος καὶ λίαν ἄτολ μος ἦν καὶ ἐπιεικῶς κατωρρώδει, τῷ δὲ κατὰ σφᾶς ἀλογίστῳ θράσει ἐν ἐλπίσιν ἦν ταῖς μεγίσταις καὶ ἀπεθάρρει τὸ τόλμημα. ἀλλ' ὅμως πείρᾳ θέλων μαθεῖν καὶ τῶν λοιπῶν τὴν γνώμην, καὶ εἰ πάντες πρόσκεινται τοῖς αὐτοῖς, συναγαγὼν εἰς ταὐτὸ συνό λους καὶ σταθεὶς ἐπὶ μέσων πλεῖστά τε κατετείνετο, ἐξ ὧν παρί στα τὴν πρὸς αὐτοὺς ἀγάπην καὶ τὸ δημοτικὸν ἐφ' ἅπασι, τήν τε ὑπὲρ τῆς τῶν Ῥωμαίων μετὰ σφῶν αὐτοῦ σπουδήν, καὶ τὴν ἀπὸ τῶν ἐν ἀνέσει καὶ τρυφῇ διαγόντων (τοὺς περὶ τὸν βασιλέα λέγων) οὐχ ὅπως ἀποδοχὴν ἀλλ' οὐδὲν ἧττον ἀποστροφὴν καὶ ἐπαιτιάσεις μυρίας μηδὲν προσηκούσας, ὥσπερ ἂν αὐτὸς μὲν ἐτρύφα τοῖς πράγμασι καὶ συνάμα κατεβλακεύετο, ἐκεῖνοι δ' ἐπό νουν καὶ κατεγήρων τοῖς κράνεσι καὶ μάχαις ταῖς κατ' ἐχθρῶν 217 παρεβάλλοντο. δοκεῖν γὰρ ἐκείνους μὴ χαίρειν ἐπὶ τοῖς σφῶν κατορθώμασιν, ἀλλὰ καὶ μᾶλλον ἀδημονεῖν καὶ ἀλύειν ὡς κακὰ πάσχοντας. παρ' ὧν καὶ τί προσδοκᾶν εἶναι τῶν ἀγαθῶν τοῖς ὁσημέραι ταλαιπωρουμένοις, ὅπου γε καὶ οὐκ ἀγαθὰς τὰς ἀπ' ἐκείνων πρὸς αὐτοὺς ἀφιγμένας φήμας φόβον τὸν ἔσχατον ἐμ ποιεῖν συμβαίνει ὡς διαπραττομένοις τὰ χείριστα; ταῦτα δ' εἶναι μὴ