1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

66

μόνον πολλῶν φθονούντων ἄλλων, ἀλλὰ καὶ βασιλέως αὐτοῦ μηδὲν ἐπαΐοντος πρὸς τὰ παρ' αὐτῶν· "οὗ δὴ μὴ συνηδομένου, ὡς ἐκ τῶν πραγμάτων ἄν τις καὶ συλλογίσαιτο," ἔλεγε "κατορ θοῦσιν ἡμῖν, σφαλεῖσί γε πάντως τίς ἐλπὶς ὑπολέλειπται;" ταῦτα λέγων, καὶ τὰς δυνάμεις καταδημαγωγῶν τῷ καὶ βαθυτέρων ἅπτεσθαι καί γ' ἐμφανεστέραν τὴν αὐτοῦ γνώμην ποιεῖν ὡς ἀπο στατησείοντος σὺν αὐτοῖς, εἰ βούλοιντο (οὕτω γὰρ ἂν καὶ τοῦ λοιποῦ εὐμαρῶς διάξειν, εἰ καθ' αὐτοὺς πονοῦντες αὐτοὶ τῶν κινδύνων τὰ ἆθλα καρπίζοιντο), εὐθὺς καὶ ἔτι συνείρων τοὺς λόγους, καὶ τῶν κρατούντων τὰ πολλὰ καθαπτόμενος ὡς μηδ' 218 οἵων τ' ἐσομένων ἑαυτοῖς ἀμύνειν μηδὲ βραχὺ ἐκείνων ἀποκλι νάντων, ὑπερηφανῶν ὅλως καὶ μεγαλιζόμενος ἐν τοῖς πράγμασιν, ἐκείνους εὕρισκε παραυτὰ πειθηνίους ἐς τόσον ὥστε καὶ βοᾶν ἀπεν τεῦθεν καὶ πόλλ' ἄττα λέγειν ἀπόφημα κατὰ βασιλέως, ἀπο προσποιουμένους τὴν ὑπ' ἐκείνῳ δουλείαν καὶ ὑπ' αὐτῷ τάττε σθαι θέλοντας. ὅθεν καὶ ἀλλήλους παρακροτήσαντες ὡς οὐδὲν ὧν ἔγνωσαν μεταβληθησόμενοι, αὐτὸν καὶ τὴν ἡγεμονίαν δέχε σθαι κατηνάγκαζον ὡς ὑπὲρ αὐτοῦ γε καὶ τεθνηξομένων ἁπάν των, εἰ εἰς ἀνάγκην τινὰ κατασταῖεν. καὶ τοῦτο συμβαίη· μηδὲ γὰρ ἔχειν ἐντεῦθεν ὅλως ἀφηνιάσαντας ἀμφιγνωμονεῖν ἐπ' ἐκείνῳ, ἀλλ' ἀξιοῦν ἐρρωμένως καὶ τοῦτον στῆναι τοὺς λογισμοὺς καὶ μηδὲν τῶν ὅσα φέρει τοῖς καθ' αὑτὸν ἀρωγὴν ταῖς ἀμφινοίαις καταπροΐζεσθαι. μηδὲ γὰρ δίκαιον αὐτοὺς μὲν ἐκ τοῦ παραχρῆ μα ὅλαις ἡνίαις αὐτῷ προσρυῆναι καὶ αὐτοῦ μόνου ἔχεσθαι, καὶ ἢ θωπείαις ἢ φόβοις ἕτοιμον εἶναι ἐνδιδόναι τε καὶ ὑποχαλᾶν. τοῦτο γὰρ ἰδεῖν τινὰς καὶ ἐπὶ τῶν ἐνοχλούντων, βάρος τὸ προσ τυχὸν εἴπερ οὐχ ἅμα πάντες ἐρρωμένως οὐδ' ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς ἀνωθοῖεν ἐνστάσεως, κινδυνεύειν, εἴ τινες καθυφεῖντο, ἐντεῦθεν πάσχειν τὰ ἔσχατα ξύμπαντας. μέγαν δ' εἶναι καὶ τοῦ 219 τον οὐχ ἧττον τὸν ἆθλον, καὶ κοινῆς τῆς ἀπὸ πάντων δεόμενον κατὰ τὸ προσῆκον ἐνστάσεως. ταῦτα λεγόντων τε καὶ τῷ πιστῷ κατὰ σφᾶς θάρρει διδόντων, εἴκει μόλις ἐκεῖνος καὶ τὸ τῆς ἡγε μονίας ἀναδέχεται ὄνομα. καὶ δῆλος ἦν ἐντεῦθεν ἐκ πολλῶν ὧν ἔπραττε στρατηγίαν φέρων καὶ ἀρχὴν ἀνυπεύθυνον, οὔπω δὲ ἢ παρασήμοις ἢ μὴν ὀνόματι ἀπεθάρρει κλεΐζεσθαι, καί τοι τὰ πολλὰ παρὰ τῶν προυχόντων ἐν τῷ στρατῷ βιαζόμενος. ἐξου σιαστικώτερον δὲ τῶν πραγμάτων ἐπείληπτο, καὶ οὐδὲν ἐδόκει οἱ ἐξ οὗπερ ἂν καὶ ὠρρώδει, οὐδ' ἄλλοις ὑπακούειν ὅλως τὸ ἀπὸ τοῦδε ὑφίστατο, ἀλλ' αὐτὸς ἡγεμὼν ἐν πᾶσι καὶ παρὰ σφίσι καὶ ὅπῃ παρῄει. ἔφριξαν γὰρ τότε καὶ οἱ περίοικοι τὴν ἐπισύστασιν, καὶ μᾶλλον ὅτι τὸ Περσικὸν πολὺ ἦν, οἷς δὴ καὶ πιστοῖς ἐχρῆτο καὶ παρασπίζουσιν ἀπεθάρρει, καὶ μόνον κελεύειν ἦν ὡς συνδρα μουμένοις αὐτίκα καὶ κατὰ τὸ ἐκείνου δρασείουσι θέλημα. ἀπέ σβεστο τοιγαροῦν ἐκεῖσε τὸ βασιλέων ὄνομα, παρὰ μόνον τὸ εἰς περισυρμὸν μεμνῆσθαι καὶ λοιδορίαν. αὐτὸς δ' ἦν ἐκείνοις καὶ ἄρχων καὶ ἡγεμὼν καὶ βασιλέως φέρων, εἰ καὶ μὴ ὄνομα, ἀλλ' ἀξίωμα. καὶ ὅσων τῶν ἐκεῖ φρουρίων ὡς ὕπαρχος βασιλέως ἐπείληπτο πρότερον, ταῦτ' ἀποστείλας τοὺς καθέξοντας ὑφ' 220 ἑαυτὸν ἄλλως καθίστη ὡς δεσποτικῶς τοὐντεῦθεν ἄρχοντα. ἢν δέ που καὶ μοναῖς παραβάλλῃ (πολλαὶ δ' αὗται καὶ μέγισται), οὐ βασιλέως ἦν ὄνομα τὸ μνημονευόμενον, ἀλλ' αὐτοῦ γε καὶ μόνου κατά τι κράτος ἀρχοντικὸν καὶ αὐτοδέσποτον ὄνομα. ἀφ' ὧν καὶ πολλὰ δεσποτικῶς ἀφαιρούμενος τοῖς στρατιώταις παρεῖ χεν, ἀσμένως τῶν ἐχόντων κατατιθεμένων παρ' αἰτίαν ταύτην ὅτι τοιούτοις καιροῖς ἐμπεσόντες οὐ τὰ προσήκοντα τοῖς καιροῖς ἔπασχον, ἀλλ' ἄσκυλτοι διέμενον καὶ ἀτάραχοι. πρῶτον δ' ἦν ἐκείνου στρατήγημα τὸ ἐκεῖ που τὸν ἀδελφὸν τοῦ βασιλέως Θεό δωρον διατρίβοντα ἀποστεῖλαι τοὺς κατασχόντας· ὃν δὴ καὶ κα τασχόντες τῷ κατ' Ἔφεσον φρουρίῳ φέροντες ἐγκατέκλεισαν. ἔπειτα τὴν στρατείαν ἀναλαβών, συνεωσμένων σφίσι παρ' ἐλπίδα καὶ τῶν πραγμάτων, ἐν τοῖς κατὰ Νύμφαιον τόποις ἅμ' ἠυλί ζοντο. καὶ δὴ συνεκρότει μὲν τοὺς ἱππεῖς καὶ φιλοτιμίαις ἤγαλ λε πάσαις, τοὺς δέ γε πεζοὺς ἐπιβήσας ἵππων ἱκανοὺς ὁπλίτας