1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

68

παθεῖν τι πρὸς βασιλέως τῶν ἀνηκέ στων, ἀλλὰ καὶ εὐεργεσίας εὑρεῖν. ταῦτα τοὺς ἀμφὶ τὸν Χορ τάτζην ἀκούσαντας ἐπὶ πλεῖστόν τε γνωσιμαχῆσαι, καὶ ἐς βου λὴν θέσθαι ἐς ὃ τὸ ἀκίνδυνον ἑαυτοῖς σφίσι περιποιεῖν. τὸ δ' ἦν ὡς εἰ μὲν βιασαμένων ἐκείνων τὸν στρατηγὸν αὐτὸς χωροίη καὶ ἐς τὰ μείζω, ὥστε καὶ ὀνόματι εἶξαι καὶ παρασήμοις συνή θεσι, τότε καὶ αὐτοὺς τὰ πιστὰ λαβόντας ὡς εἰς τέλος ἀνθεξο 225 μένῳ παρακινδυνεύειν· εἰ δὲ μὴ βούλοιτο ταῦτα πράττειν, αὐ τοὺς τὴν παρακινδύνευσιν παντὶ τρόπῳ διεκφυγεῖν πειρᾶσθαι, ἐπ' αὐτῷ καὶ μόνῳ τὰ τοῦ κινδύνου τρέψαντας. ὡς λέγοντες τοίνυν οὐκ ἔπειθον, ἀλλ' ἑώρων τοῦτον καταλαζονευόμενον τῶν φανησομένων καὶ ὕβρεσι πλύνοντα τὸν πρὸς αὐτὸν ἀντιπαρατάτ τεσθαι ἀκουόμενον ὡς αὐτίκα κατ' ἐκείνου λαφύξοντα (τούτοις καὶ γὰρ παραθαρρύνειν ἐδόκει τὰς ἐκείνων ὁρμάς, οὐδὲν πλέον ἤθελεν ἀναδέχεσθαι), ὑπολαβόντες ἐκεῖνοι ἐν σκέψει γίνεσθαι ταῦτα καὶ εἰς καιρὸν μεταγνώσεως ἀποκεῖσθαί οἱ βούλεσθαι, ὅ γε καὶ αὐτῷ μὲν ἴσως ξυνοίσει, σφίσι δὲ περιστήσεται μόνοις εἰς κίνδυνον, πρύμναν τε κρούονται, τὸ τοῦ λόγου, καὶ πρὸς τὸν πρωτοβεστιαρίτην τὰς γνώμας ἀνταποκλίνουσι, καὶ πίστεις λα βόντες ἅμα καὶ δόντες ἐξ ὅρκων φρίκης μεστῶν καί γε καὶ ἀντι δόσεσιν ἱερῶν ἐγκολπίων, ἦ μὴν παραδοῦναι τοῦτον ἐς χεῖρας 226 ἐκείνῳ ἀκονιτὶ φανέντι καὶ μόνον μετὰ τῶν συντάξεων (δέος γὰρ μή τι καὶ παρακινδυνευθείη τοῦ Περσικοῦ, οἷς καὶ μᾶλλον ἐθάρ ρει, ἐπεισπεσόντος), ταῦτ' ἐν ἀπορρήτοις πράξαντες ἐκαρτέ ρουν, τὴν ὑποψίαν ἐξ ἅπαντος ὡς εἶχον ἐκκλίνοντες.

11. Ἀλλ' ἐπέστη καὶ ἡ κυρία· ἡ δ' ἦν ὑστεραία. καὶ ὁ μὲν συνηθροικὼς τὰς περὶ αὐτὸν δυνάμεις ἐκ Λυδίας ἐφίσταται τῷ Νυμφαίῳ, ὅπου καὶ οἱ ἀποστατοῦντες διῆγον· ὁ δὲ τὸν αὐ τόθι πύργον, ὃν ὁ πορφυρογέννητος τῇδε διάγων ᾠκοδομήσατο, τοῦτον τοίνυν κατέχων καὶ γυναῖκα καὶ παῖδα καὶ πράγματα ἐκεῖ συγκλείσας τε καὶ ἀσφαλισάμενος, πρῶτον μὲν τὴν ἐκείνου ἀκούων ἄφιξιν καὶ λίαν ἐν θαύματι τῷ μεγίστῳ ἐτίθει, πῶς ἂν καὶ τολμῴη χωρεῖν ὁμόσε τοσούτοις τε καὶ τοιούτοις. ὅμως θαρ ρῶν ἐπὶ τοῖς ὅλοις, ὡς αὐτίκα φανεὶς τὸ πᾶν ἐργάσαιτο, παραγ γείλας καὶ τοὺς ἄλλους ὁπλίζεσθαι, αὐτὸς τὴν ταχίστην ἐξοπλι σθεὶς καὶ κατὰ τοῦ φανέντος τὰ πλεῖστα νεανιευσάμενος ἔξεισι. καὶ δὴ ἀφ' ἑκατέρου μέρους σταθεισῶν τῶν δυνάμεων, καὶ ὅσον οὔπω μελλουσῶν συμπλέκεσθαι, ὥστε καὶ ἀκροβολισμοὺς ἀμφο τέρωθεν γίνεσθαι, οἱ Κρητικοὶ τοῦ συνθήματος οὐκ ἠμέλουν, 227 ἀλλὰ φανέντος τοῦ πρωτοβεστιαρίτου, δεδιότος καὶ ἔτι περὶ τοῖς ὅλοις, μή πως ἀπάτῃ καὶ δόλῳ χρήσαιντο οἱ τέως καθυπισχού μενοι προδιδόναι, οἱ ἀμφὶ τὸν Χορτάτζην αὐτίκα, οὕτως ὡς εἶ χον ἔφιπποί τε καὶ ὡπλισμένοι, ἀθρόως ἄλλοθεν ἄλλος περι στάντες τὸν ἡγεμόνα, οἱ μὲν ῥυτῆρας οἱ δὲ καὶ σπάθην ἐπέχου σιν, οἱ δ' ἐμβριθέστερον ἀποβαίνειν τοῦ ἵππου ἐκέλευον. ὁ δὲ γνοὺς τὴν ἐπιβουλὴν αὐτίκα, θαρρῶν τοῖς Πέρσαις ἐπεχείρει μὲν ἀμύνεσθαι, καταταχούμενος δὲ τὸ παράπαν ἀπηύδα, καὶ συσχε θέντα τοῖς ἀμφὶ τὸν πρωτοβεστιαρίτην ἕτοιμον θήραμα, ταπει νὸν τὸν σοβοῦντα πρὸ τοῦ καὶ ἄφωνον τὸν πολλὰ λέγοντα, παρε δίδουν. οἱ δ' ἐκδραμόντες ἐκ τοῦ ἐξαίφνης, ἐπεὶ τὸν ἀποστα τοῦντα ἐν ἀφύκτοις εἶχον, τοὺς περὶ ἐκεῖνον διασκεδαννυμένους ἤδη καὶ μόνον ὅπῃ σωθήσεται ἕκαστος ἀφορῶντας ἀμεταστρεπτὶ κατεδίωκον. τὸ δὲ Περσικὸν ἄρτι πρώτως μεταβολὴν πραγμά των ἰδόν, καὶ τὸν ἕως τότε μέγαν δοκοῦντα καὶ φοβερὸν ἐν ἀφύκτοις ἐλεεινὸν δέσμιον, οὐκ εἶχον πῇ τράπωνται. ὅθεν μήτ' ἀνθίστασθαι μήτε φεύγειν οἷοί τ' ὄντες, μένοντες κατεκτείνοντο. ἄλλος δὲ τοῦτον ἄλλος ἐκεῖνον καὶ ἕτερος ἄλλον καταλαμβάνων, καθότι καὶ δόξειεν ἐκείνῳ ἑκάστῳ, ἔπραττον, κτείνοντες δε σμεύοντες αἰκιζόμενοι ἐκτυφλοῦντες, τὰς οὐσίας δημεύοντες. 228 ἐδόκει ἀσφαλὲς τοῖς Πέρσαις αὐτόθεν χωρεῖν πρὸς τὰ οἴκοι, καὶ ἀπεδίδρασκόν τινες ὡς ἠδύναντο, τῶν λοιπῶν κτεινομένων. οἱ δ' ἀμφὶ τὸν πρωτοβεστιαρίτην καὶ μᾶλλον ἕρμαιον τὴν ἀποχώ