69
ρησιν λογιζόμενοι ἑκόντες ἠφίεσαν· οὐδὲ γὰρ εἶχον ἐλπίζειν ἐπὶ τῷ προτερήματι, καὶ οὕτω προχωρησάντων σφίσι τῶν πραγμά των κατ' εὐτυχίαν μεγίστην, ἀλλὰ τὰ ἐν χερσὶν ἀπολλύειν, εἴ τινες παρακινηθεῖεν καὶ ἐξ ἀντιστροφῆς ἐπιπέσοιεν, ᾤοντο. τα ραχὰς ἦν βλέπειν ἐκεῖ φοβερὰς καὶ Πανικὰ δείματα, συσχεθέντων τῶν ὅλων. ταῦτά τοι καὶ περὶ τοῖς ὅλοις δεδιὼς ὁ πρωτοβεστια ρίτης μή πως καὶ ἐκ χειρῶν αὐτῶν διαρπασθείη τὸ θήραμα (δει νὴ γὰρ τοὺς πολλοὺς ὥπλιζεν εὔνοια, καὶ τὰ καθ' αὑτοὺς ἀφέν τες ἐκεῖνον ἀπωλοφύροντο· τὸ Περσικὸν δὲ μάλιστα καὶ παρα κεκινῆσθαι ἐδόκει, ὥς τι πραξεῖεν γενναῖον) ἔγνω τὸν θέμεθλον ὑποσπᾶν καὶ τὸ συνέχον ἐκποδὼν ποιεῖσθαι καὶ οὕτω τοὺς φόβους λύειν οὓς ὕπαρ ὠνειροπόλει. τὸν γοῦν μυρίον πλοῦτον συλλέξας, 229 καὶ τὰ τῆς ἀρετῆς δῶρα τύχης παίγνιον εὑρηκώς, τέλος Ἰουδαίοις ἐκτυφλοῦν παραδίδωσι. καὶ ὁ μὲν τετύφλωτο, πόλλ' ἄττα δυ σωπήσας καὶ περὶ θατέρου τῶν ὀφθαλμῶν, ἀλλ' οὐ πείσας τὸ παράπαν. οἱ δὲ τῶν ἐκεῖθεν φόβων ἀπολυθέντες τοῖς λοιποῖς ἐπεχείρουν, καὶ ἔδρων μὲν σὺν τοῖς μοναχοῖς καὶ ἄλλους τὰ ὅμοια, ἀπηνῶς φλοιδοῦντες τοὺς ὀφθαλμούς, τοὺς δὲ καὶ βίους ὅλους ἀφῃροῦντο, καὶ σχήματι ἐκδικήσεως τῆς πρὸς τοὺς κρατοῦντας ἑαυτοῖς ἐξεδίδουν τὰ χρήματα.
12. Ἐπράττετο μὲν οὖν ταῦτα μηνὸς Σκιρροφοριῶνος περί που τὰς χριστουγεννίους ἡμέρας, Ἑκατομβαιῶνος δὲ πρώτῃ ἔφθασαν οἱ πρὸς τὸ ἀγγέλλειν πεμφθέντες, οἳ καὶ ὡς οὐδὲν πλέον εἰδότες οὐ κατάλυσιν ἀποστασίας ἀλλ' ἀρχὴν μᾶλλον καὶ σύστα σιν ἤγγελλον. καὶ θόρυβος ἦν αὐτίκα, καὶ θυμὸς καὶ ἀθυμία τὴν ἀγγελίαν ἐμεριζέτην. ἐθυμοῦντο μὲν γὰρ ὅτι νέος ὢν ἔτι καὶ παρ' αὐτῶν ἀναχθεὶς τοιούτοις ἐπιτολμῆσαι ἠνέσχετο, τὰς πρὸς τοὺς βασιλέας πίστεις παρ' οὐδὲν τιθέμενος· ἠθύμουν δ' αὖθις τὸ θερμουργὸν ἐκείνου καὶ νέον ὑποτοπάζοντες, καὶ ὡς ἔργον ἔσται τὸ μέγιστον, μὴ ὅτι γε καταλύειν εἰς τέλος μαχο μένους, ἀλλὰ καὶ ἐξημεροῦν τέως μετιόντας ὑποποιήσεσιν. ὅθεν καὶ δοκούσης ἔτι τῆς ἀποστασίας συνίστασθαι δεινὰ ἐποίουν, καὶ 230 τὸ πᾶν ἐν ἐκείνοις κράτος καταλύεσθαι ᾤοντο, καὶ ὡς ἀφαιρε θέντες τὸ τῆς ἀρχῆς πλέον καὶ περὶ τοῦ λειπομένου ἐφρόντιζον, καὶ δεινή τις κατειλήφει κατήφεια τὰ ἀνάκτορα. καὶ δὴ φανέν τος καὶ τἀδελφοῦ πρωτοσεβαστοῦ, τὸ πᾶν τοῦ θυμοῦ ἐπ' ἐκεί νῳ δαψιλέστερον ἐξεκένουν, καὶ ἀπειλαῖς καὶ ὕβρεσιν ἔβαλλον, ὥστε καὶ καθ' ὑποκειμένου τὰ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς γίνεσθαι καὶ μὴ κενὰ τῷ ἀέρι δίδοσθαι. τέλος τὴν πρὸς ἐκεῖνον ἀπογνόν τες μάχην, χρησταῖς ὁμολογίαις καὶ δεξιώσεσιν ὑποκατακλίνειν ἑαυτοῖς τὸν ἀποστατήσαντα ἐβουλεύοντο, καὶ σφίσιν ἐδόκει δια πρεσβεύεσθαι πρὸς ἐκεῖνον τὸ τάχος. καὶ πρὸς τὴν πρεσβείαν ἐξελέγοντο ὁ τυφλὸς Ῥαοὺλ Ἰσαάκιος καὶ ἡ πρωτοβεστιάρισσα Θεοδώρα. ἦν δὲ σφίσι τὸ ἀνακείμενον, πλῷ χρησαμένους καὶ ἐπιστάντας συγγνώμην τὴν παρὰ βασιλέως ὑπισχνεῖσθαι καὶ τὸ τοῦ Καίσαρος ἀξίωμα ἐπαγγέλλεσθαι καὶ πρεπούσας οἰκονομίας τῷ ἀξιώματι, εἰ μόνον μεταπεισθείη πρὸς τὴν τοῦ βασιλέως εὔ νοιαν καὶ τῇ ἐξ ἀρχῆς καθυπαχθείη δουλείᾳ. 13. Ἀλλ' ἐξ ἐκείνου οὔπω παρῆλθεν ἡ ἕκτη, καὶ ἀγα θαὶ ἀγγελίαι καταλαμβάνουσιν, ὡς τὰ τῶν ἀποστατούντων καὶ πρὸ ἡμερῶν διαπέπρακται. καὶ κατὰ λεπτὸν ἐρωτῶντες ἐμάν θανον τότε τὰ δεινὰ σφίσιν ἀγγέλλεσθαι ὅτε παῦλαν εἶχον τὰ 231 λυπηρά, καὶ ὅτ' αὐτοὶ περὶ ἐκείνων ἐφρόντιζον τότ' ἐκείνους ἐπιτετελεσμένῃ τῇ καταμύσει τῶν χαλεπῶν ἐνηδύνεσθαι. ὁ μέν τοι γε βασιλεὺς τὸ πᾶν προσνέμειν δεῖν κρίνων τῇ θεομήτορι, καὶ ὡς αὐτῆς βοηθοῦ πιστεύων φανείσης τὸ τῶν ἀποστατῶν οὕτως ἐν ἀκαρεῖ κατελύθη φρύαγμα, δεῖν ἔγνω καὶ μόνῃ ταύτῃ ἀπονέ μειν τὰ χαριστήρια, καὶ ἅμα τῷ τὰς ἀγγελίας δέξασθαι καὶ πι στεῦσαι, αὐτόθεν ἐξ ἀνακτόρων πεζῇ τὴν ὁδὸν διεξεληλυθὼς ἅμα τῇ περὶ αὐτὸν τάξει τὴν τῶν Ὁδηγῶν καταλαμβάνει μονήν, καὶ κατέναντι τῆς σεβασμίας εἰκόνος σταθεὶς ἀπονέμει μὲν κατὰ τὸ εἰωθὸς τὴν προσκύνησιν, λιπαρὰν τὴν ἱκεσίαν ποιούμενος, ἀπο νέμει δέ γε