1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

70

καὶ τὴν εὐχαριστίαν μετὰ θερμῆς ὑποπτώσεως, αὐτῇ γε μετὰ θεὸν λέγων καὶ βασιλείαν καὶ ἐκκλησίαν εἰς χέρας τιθέ ναι, καὶ παρ' αὐτῆς καὶ μόνης ἐλπίζειν ἀξίαν γε τὴν διοίκησιν καὶ ἐπ' ἀμφοτέραις. ταῦτα ποτνιασάμενος καὶ τὰ εἰκότα εὐχα ριστήσας, ἐπιβὰς ἵππου ἐπανεζεύγνυ πρὸς τὰ ἀνάκτορα. τῷ δέ γε πρωτοβεστιαρίτῃ πρόσταγμα χαριστήριον σχεδιάζεται, καὶ τιμῆς ὑπερτάτης ἐπὶ πολλοῖς ἄλλοις φέρον ὑπόσχεσιν. ὃ δὴ καὶ μετ' οὐ πολὺ ἀπεπλήρου τῇ Κωνσταντίνου ἐπιδημήσαντι, μέγαν στρατοπε δάρχην ἐτίμα, καὶ τιμαῖς τῆς ὑπὲρ ἑαυτοῦ σπουδῆς χάριν ἤγαλλεν. 232 14. Ἐντεῦθεν καὶ πόνος ἦν Πέρσαις ἡ τῶν ἰδίων παντε λὴς ἐξαπώλεια· οὓς δὴ ἐκεῖνος μὲν ἐπ' ἀνατολῆς ἦγεν αὐτομο λήσαντας, οἱ δ' ὕστερον ἐλθόντες συνάμ' ἐκείνοις κακῶς διετί θουν τὴν χώραν. σκοπῶ δὲ εἰ καὶ μὴ παρὰ τὴν τοιαύτην παντε λῶς ἐρημωθῆναι τὰ κατ' ἀνατολὴν ξυμβέβηκεν ὕστερον, ἐκείνων τοῦτο μὲν πονούντων ἐφ' οἷς ἔπαθον, τοῦτο δὲ καὶ ἀκριβῶς τοὺς τόπους μαθόντων, προσέτι δ' ἐκλελοιπότος καὶ ὃν εἶχον διὰ φόβου τὸ πάλαι καὶ θαύματος, ὡς καὶ ἄλλους καταφρονοῦν τας ἀνέδην ἔχειν ἐκθέειν καὶ τὰ μέγιστα ζημιοῦν, καὶ σὺν αὐ τοῖς ἄλλους ὥσπερ κύνας ὠστοτραγηκότας λιχνεύσασθαι, καὶ οὕτω κατ' ὀλίγον τῇ Ῥωμαίων ἐπέχοντας ἄλλην ἐρήμην δεῖξαι τὴν ἀπ' Εὐξείνου Πόντου μέχρι καὶ τῆς κατὰ Ῥόδον θαλάσσης κατά τε μῆκος καὶ πλάτος διέχουσαν. ἀλλὰ ταῦτα μὲν ὕστερον.

15. Τότε δὲ διαφορᾶς ἐνστάσης μεγίστης μεταξὺ Γεν νουϊτῶν καὶ Βενετικῶν, ὡς πᾶσι πάντας δι' ἔχθρας εἶναι καὶ κα κὸν ἀλλήλοις ἀπάντημα γίνεσθαι καὶ ναυσὶ πλέοντας καὶ ὁδοιπο ροῦντας πεζῇ, οὐκ ἦν ὅλως καιρὸς καθ' ὃν οὐκ ἠκούοντο ἢ Γεν νουῗται τὰ χείριστα διατεθεικότες Βενετικοὺς ἢ Γεννουΐτας Βενε 233 τικοί, ὅλας ναῦς αὐτάνδρους καταποντίζοντες, καὶ χρήματα τὰ μὲν ἀφαρπάζοντες τὰ δ' ἀφανίζοντες, ὡς καὶ πᾶσαν μεσι τείαν καὶ αὐτῆς τῆς κατ' αὐτοὺς ἐκκλησίας εἰς εἰρήνην ἀγούσης ἀπρακτεῖν τὸ παράπαν, καὶ λόγους κενοὺς εἶναι τοὺς σφίσι τὰ τῆς εἰρήνης εἰσηγουμένους. πρώτην μὲν οὖν ἦγε Μαιμακτη ριών, καὶ βασιλεὺς τρισὶν ἡμέραις πρότερον τῆς Κωνσταντίνου ἐξεληλακὼς πρὸς τὴν Χηλὴν τὸ ἀμφιθαλασσίδιον φρούριον ἤλαυ νεν, ἔτι δὲ πρὸς τῷ ∆αματρύϊ ἐσκήνου τὸ ὑπηρετικὸν προσμέ νων, καὶ ὅσοις ἦν αὐτῷ ἕπεσθαι. καὶ τῆς πρώτης τοῦ μηνὸς ἑσπέρας περί που τὸ μεσονύκτιον σεισμὸς ἐμπίπτει μέγας, κατὰ τοὺς τῶν ζώντων σωμάτων σφυγμούς· οὓς μᾶλλον καὶ δεινοὺς οἱ περὶ τούτων γράψαντες λέγουσιν ὡς κάτωθεν διιέντας καὶ ὑπο σπῶντας θεμέλια. τόσος γοῦν ὁ τότε ὥστε καὶ μηδένα ἔχειν μὴ παλαιὸν μὴ νέον εἰδέναι, μὴ ὅτι γε μείζω, ἀλλ' οὐδ' ἴσον πώ ποτε. τινὲς δὲ τῶν ἤδη γεγηρακότων τῷ κατ' ἐξοχὴν λεγομένῳ μεγάλῳ ἐκεῖνον παρείκαζον· οὕτω γὰρ καὶ τοῦτον ἐφ' ἡμέραις πλείσταις ἐπισυμβαίνειν, καὶ πλειστάκις τῆς ἡμέρας ἢ καὶ νυκτὸς προφαίνειν κατὰ μικρὸν τὰ τοῦ πνεύματος ἐγκαταλείμματα, ὥστε καὶ Ἀνθεστηριῶνος ἑπτακαιδεκάτῃ ἐνταῦθα μὲν πλείω τὸ τοῦ χρόνου μῆκος γενέσθαι, μαλακώτερον δὲ τῇ δυνάμει, ἐν δὲ τῇ 234 ἀνατολῇ καὶ μείζω τοῦ φθάσαντος καὶ δεινότερον. ἐνέσκηψε δὲ τὸ δεινὸν τότε ἀπὸ τῶν περὶ Πέργαμον διὰ Χλιαρῶν μέσων καὶ ἐς αὐτῆς Περσίδος μέρη, ὡς διαστῆναι μὲν πολλαχοῦ τὴν γῆν, ἐκ βλύσαι δ' ἐνιαχοῦ καὶ ὕδατα, ἀνατραπῆναι δὲ καὶ τοῦ κατὰ τὰ Χλιαρὰ φρουρίου θεμέλια, καὶ ναοὺς καὶ οἴκους τῶν περιπύστων καταπεσεῖν. τοῦ γοῦν πρώτου σεισμοῦ καὶ καθ' ἡμᾶς μεγάλου ἐνσκήψαντος πολλὰ μὲν ἀναστήματα τῶν κατὰ τὴν πόλιν κατέ πιπτον, ἐκ παλαιοῦ τὸν ἑδρασμὸν ἔχοντα πολλαὶ δὲ καὶ τῶν νέων οἰκιῶν κατηρείποντο. τοὺς δέ γε τῶν αὐλαιῶν θριγκούς, οἳ καὶ ἐκ ξηρῶν συνίσταντο λίθων, κατὰ σωρείαν ἕκαστον εἶδέ τις κεί μενον, ὅμοιον ὡς ἂν ἐπισωρευθέντων ἄλλοθεν ὁ τεχνίτης τοὺς τοίχους ἔμελλε συνιστᾶν. δύο δ' ἔργα τῶν μεγάλων πεσόντα τὴν βίαν ἐσήμηνε τοῦ κινήματος. ὁ γὰρ τῶν ἁγίων ἁπάντων ναὸς ἐς τότε συνεστηκώς, καὶ μηδενὸς τῶν ἀναγκαίων λειπόμενος, ἐλεεινὴν θραῦσιν πάσχει καὶ πτῶσιν τῆς