71
ὀροφῆς, ὅση τε περὶ τὸ βῆμα καὶ ὅση περὶ μέσον ἀνῳκοδόμητο. καὶ ὁ ἐκεῖσε χαλκοῦς ἀνδριὰς τοῦ ἀρχιστρατήγου, ὁ ἐπὶ κιονώδους μὲν ἐρηρεισμένος τοῦ ἀναστήματος, ἐς πόδας δ' ἔχων τὸν ἄνακτα Μιχαὴλ τὴν πόλιν φέροντα κἀκείνῳ προσανατιθέντα καὶ τὴν ταύτης φυλακὴν ἐπιτρέποντα, ὁ τοιοῦτος οὖν ἀνδριὰς καὶ ἡ ἀνὰ χεῖρας τῷ βασι λεῖ πόλις, ὁ μὲν τὴν κεφαλὴν ἀφαιρεῖται, ἡ δὲ τῶν χειρῶν τοῦ κρατοῦντος ἐξολισθαίνει, καὶ πρὸς γῆν ἄμφω πίπτουσι. τούτων 235 οὖν συμβάντων ἡ μὲν πόλις πᾶσα ὑπ' αὐγὰς ἡμέρας, τῷ μεγά λῳ νεῷ προσδραμόντες, ἱκεσίαις ἐσχόλαζον καὶ λιταῖς· ὁ δέ γε βασιλεὺς εὑρεθεὶς ἔξω τῆς πόλεως, ὡς εἰρήκαμεν, καὶ τὸ δει νὸν ἐννοήσας ὁποῖον, ἐδεδίει μὲν καὶ περὶ τῇ πόλει πάσῃ μή πως κατεπόθη, ἐδεδίει δὲ μᾶλλον καὶ περὶ τῷ μεγάλῳ ναῷ, ὥστε καὶ συχνοὺς τῆς αὐτῆς ὥρας πέμπειν ὡς γνῶσιν μακρόθεν ἰδόν τες εἰ ἵσταται. τέως δὲ καὶ τὴν ἔξοδον οὐκ ἀγαθὴν ἐντεῦθεν οἰωνισάμενος ὑποστρέφειν ἔγνω, καὶ ἀντιπεραιοῦται πρωΐας ἐκ θαμβούμενος οἷον, καὶ μήνιμα θεῖον, ὅπερ καὶ ἦν, τὸ δεινὸν ἐκεῖνο ποιούμενος.
16. Ταῦτ' ἄρα καὶ ἔσπευδε θεραπεύειν ἀφ' ἑαυτοῦ τὸ θεῖον, ἐφ' οἷς καὶ δίκαιον ἔχειν ἥγητο. δίκαιον δὲ βασιλείας τὸ περὶ ταῖς κρίσεσι δίκαιον καὶ ἀδέκαστον, μηδὲν παρατε θραυσμένον ἢ δώροις ἢ χάρισιν, εἴπερ καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. ἐδόκει δὲ τοῦτο καὶ παρορᾶσθαι τῷ τέως ἔκ τινος ἀμε λείας ἢ καὶ δωροδοκίας τῶν κρινόντων, ὡς αὐτὸς ᾤετο. καὶ δὴ λιτανείαν παραγγείλας παντὶ τῷ λαῷ, συνέρχεται καὶ αὐτὸς ἅμ' ἄρχουσι πολλοῖς ἄλλοις, ὡς πολλάκις εἴθιστο, καὶ πατριάρχῃ μὲν καὶ ἀρχιερεῦσι τὰ ἑαυτῶν ἐφῆκε ποιεῖν, εὐχὰς ἐκτενεῖς δη λονότι καὶ ψαλμῳδίας καὶ ἄλλ' ἄττα, οἷς τὸ θεῖον ἐξευμενίζε 236 σθαι πέφυκεν· αὐτὸς δὲ σχεδιάσας δημηγορίαν πρέπουσαν τῷ καιρῷ, παρακατέχειν βουλόμενος ἐκ τοῦ σύνεγγυς τοὺς συνει λεγμένους, μέχρι καὶ τοῦ Ἱπποδρομίου τὴν λιτανείαν περιορίσας ὡς χωρήσοντος ἅπαντας, κατεναντίον ἱσταμένης τῆς εἰκόνος τῆς θεομήτορος, μακρὰν καὶ διωλύγιον τῷ λαῷ κατετείνετο τὴν δη μηγορίαν, ὑποδηλῶν μὲν καὶ μήνιμα θεῖον τὸ γεγονός, παραπτό μενος δὲ καὶ αὐτῶν ὡς ἀμελῶς διαγόντων καὶ ἀνεπιστρόφως ἐχόν των πρὸς νόμους θείους καὶ δικαιώματα, τὸ πᾶν μέντοι γε εἰς ἀδικίαν συγκλείων ὡς μὴ οὔσης κατὰ τὸ προσῆκον τῆς ἐφ' ἑκά στῳ κρίσεως, ἧς δὴ καὶ αὐτῷ μέλειν βασιλεῖ γε ὄντι ὡς εἰκὸς ἔκρινεν. ἔνθεν τοι καὶ τοὐντεῦθεν καθυπισχνεῖτο συντάττειν λόγον χρυσοβούλλειον περὶ κρίσεως, καὶ δικαστὰς ἐκλέξασθαι ἔκ τ' ἀρχιερέων ἔκ τ' ἄλλως ἱερωμένων καὶ ἐκ τῶν συγκλητικῶν, ὡς συμποσοῦσθαι τοὺς πάντας εἰς δώδεκα, οἷς δὴ καὶ ὁρκωμοτήσα σιν ἦ μὴν ἀδωροδοκήτως καὶ ἀπροσωπολήπτως τὰς κρίσεις ἐκφέ ρειν ἀπ' αὐτῆς τῆς αὐτοῦ μητρὸς καὶ δεσποίνης ἄχρι καὶ εἰς αὐ τὸν τὸν τυχόντα, πιστοῖς χρήσαιτ' ἂν κριταῖς κατὰ τὰ ἀνάκτορα. καὶ πλεῖστ' ἄλλα παραινέσας ἀπέλυε τὸν λαόν.
(17) ὀλίγαις δ' ὕστερον ἡμέραις καὶ ὁ χρυσοβούλλειος μὲν συντάττεται λόγος, οἱ δ' ἐκλέγονται πρόσφοροι, καὶ σύναξις πάλιν αὖθις κατὰ τὰ 237 τῆς δεσποίνης ἀνάκτορα γίνεται, τῇδε τότε τοῦ κρατοῦντος σκη νοῦντος. καὶ δημηγορεῖ βασιλεὺς τὰ εἰκότα, καὶ ὁ χρυσοβούλ λειος λόγος ἀναγινώσκεται. προέβη δὲ καί τισιν ὅρκος τῶν δικα στῶν, ὅσοι δὲ καὶ ἐκ τῆς συγκλήτου πείρᾳ νομικῇ καὶ συνέσει προφέροντες ἐκλελέχατο. καὶ φοβερὸν καθίστατο δικαστήριον μεγάλῳ τε καὶ μικρῷ ἐπ' ἴσης τὰς κρίσεις ἐκφέρον, εἰ καὶ μὴ ἐς μακρὰν διετέλεσεν, ἀλλὰ κατ' ὀλίγον, κατὰ τὰς τῶν μουσικῶν χορδῶν κρούσεις, ἐξησθενηκὸς διαπεφωνήκει.
18. Τότε δὲ μετ' ὀλίγον, εἰκοστῇ δευτέρᾳ τοῦ Ἀνθεστη ριῶνος μηνός, Βενετικοὶ μακραῖς ναυσὶ πέντε καὶ ἑβδομήκοντα τὸν Ἑλλήσποντον διελθόντες ἐξαπιναίως τῇ Κωνσταντίνου προσ βάλλουσι. καὶ ἡμέρα κυριώνυμος ἦν, ὅτ' ἐκεῖνοι μὲν προσελῶν τες ἐν χρῷ τῶν τῆς πόλεως τειχῶν, μεθ' ὅτι πλείστης κορύζης Ἰταλικῆς καὶ φρυάγματος, πρὸς τὸ τοπικὸν ῥεῦμα ἀντωθοῦντες ταῖς κώπαις ἀνήγοντο, βασιλεὺς δὲ πρωϊαίτερον ἐπιβὰς ἵππου σὺν τοῖς ἀμφ' αὐτόν, ἐν τῇ τοῦ