73
ἐκείνων βαλόντες φονεύουσιν. καὶ διὰ ταῦτα ψυ 241 χρότεροι τῆς ἐλπίδος ἀποχωρήσαντες ἀνακωχήν τε τῷ πολέμῳ ἐδίδουν καὶ κατ' αὐτοὺς ἦσαν. 19. Τότε καὶ βασιλεὺς πέμψας τὸν εἰς κεφαλὴν τεταγμέ νον ἐκείνων μετακαλεῖται μεθ' ὅτι πλείστης τῆς ἱλαρότητος, καὶ ὑπὸ τῇ προσηκούσῃ ἀσφαλείᾳ σὺν ἑτέροις καταλαβόντι ὠνείδιζέ τε τὰς παραλόγους ὁρμάς, καὶ τὴν τῶν συγκειμένων τῇ βασιλείᾳ μετὰ τούτων παραβασίαν εἰς φανερὰν ἐτίθει αἰτίαν, τὸ δὲ καὶ πῦρ ἐνιέναι Ῥωμαίων οἰκίαις ταττομένοις ἐν φίλοις ὑπερβολὴν μανίας ἔκρινεν. ὁ δὲ πόλλ' ἄττα πρὸς βασιλέα λέγων τε καὶ ἀπολογούμενος οὐδὲν πλέον τοῦ κακῶς δόξαι πράττειν καὶ παρὰ τὸ εἰκὸς ἀπηνέγκατο. ὅμως δ' ἐξ αὐτῆς πρεσβείαν μὲν στέλλει πρὸς τὴν ἐκείνων συναγωγήν, αὐτῶν γε λαβόντων ἐπὶ τῶν ἰδίων νεῶν τὸν εἰς πρεσβευτὴν ταχθέντα. ὁ δ' ἦν ὁ Κρήτης Νικηφόρος, ἀνὴρ γεραρὸς καὶ τίμιος καὶ διὰ πολλὰ μὲν προκριθεὶς εἰς τοῦτο, πλέον δὲ καὶ ὅτι ὡς οἰκεῖον δῆθεν ἀρχιερέα ἔμελλον βλέ πειν Βενετικοί· Κρήτη γὰρ ὑπὸ τούτους ἦν, ἧς ἐκεῖνος ἀρχιερεὺς ἐπικεκήρυκτο, εἰ καὶ πόρρω διῆγε ταύτης διὰ τὴν τῶν Ἰταλῶν ἐπικράτειαν. αὐτὸς δὲ βασιλεὺς εἰς ἀγανάκτησιν τὴν πρέπουσαν 242 προηγμένος, καὶ μάλιστα διὰ τὴν τοῦ καταφρονηθῆναι δόξαν, ἐπισχὼν τοὺς ἐν τῇ πόλει Βενετικοὺς ἱκανοῖς χρήμασι μέχρι δὴ καὶ εἰς χιλιάδας ὀγδοήκοντα ἐνεχύραζε τῶν πυρποληθεισῶν οἰ κιῶν χάριν, ὅσαι τε Ἰταλῶν κατὰ τὴν περαίαν ἦσαν καὶ ὅσαι Ῥωμαίων· καὶ γὰρ καὶ τὰς τῶν Ἰταλῶν χρεὼν ἦν δεφενδεύειν διὰ τὰ συγκείμενα βασιλεῖ τε καὶ σφίσι. δοκοῦσι δέ μοι καὶ Γεν νουῗται τῆς αὐτῆς χάριν αἰτίας ἐς ὕστερον τῶν ἐν τῇ πόλει κατε παρθῆναι Βενετικῶν.
(20) τοῦ γὰρ αὐτοῦ ἔτους, μηνὸς Σκιρ ροφοριῶνος λήγοντος, ἔκ τινος εἰκαίας αἰτίας παρακροτήσαντες ἑαυτούς, καὶ αὐτοῦ τοῦ ῥηγὸς Ἀρμενίας τυχόντος ἐν πόλει, ὃς δὴ καὶ κατὰ φρερίους Ἰταλοὺς διῆγε, τὰ πλεῖστα γοῦν καὶ αὐτοῦ δυσωποῦντος καὶ μεσιτεύοντος, πλεῖστοι ὀλίγοις καὶ ἡμέροις ἄγριοι ἐπιθέμενοι, δυναστεύσαντες καὶ αὐτὴν τὴν βασιλικὴν ἐξουσίαν, τολμῶσι τὰ ἀνοσιώτατα πράττειν, θυμῷ τε συστρα τιώτῃ χρησάμενοι καὶ ὀργῇ ἐκ μνήμης τῶν χθὲς συμπεσόντων σπάθας τε γυμνοῦσι, καὶ συῶν τρόπῳ ὀδόντας θήξαντες ἄνδρας ὑποκλινομένους σφίσι καὶ λιπαρῶς ἐξ ἀνάγκης δεομένους μεγίστης ἀνηλεῶς αὐθημερὸν κτείνουσιν, ἐντὸς οἰκιῶν κατασφάττοντες ἱερείων νόμῳ. ἀπὸ γὰρ τοῦ σφῶν μπαϊούλου ἀρξάμενοι, ὃν ἐγ κεκλεισμένον ἀπὸ τέγους χαλασθέντες κρεανομοῦσι, τοῖς λοιποῖς 243 ὅπου τύχοιεν ἐπιτίθενται, ὡς καὶ συχνοὺς ἅμα τεθάφθαι καὶ γε νέσθαι τὰ μνήματα πολυάνδρια. τῶν γοῦν ἐπιφανῶν οὕτως ὀλωλότων ἀνδρῶν οἱ ἐλλελειμμένοι, βάναυσοί τινες ὄντες καὶ σκυ τοτόμοι καὶ κιβωτῶν τέκτονες καὶ πάσης ἄλλης ἐπήβολοι τέχνης, τότε μὲν ὑπὸ σκότον δύντες τὸ ξίφος ἐκφεύγουσιν, ὕστερον δὲ διὰ δέους ὄντες μετοικεῖν εἰς τὴν ἰδίαν χώραν καὶ τὴν τοῦ γένους συναγωγὴν ἔγνωσαν.
(21) ὁ γὰρ βασιλεὺς ἅμα μὲν τῷ ταῦτα γενέσθαι δι' ἐννοίας γενόμενος μὴ αἰτίαν σχοίη ὡς συμπράξειε δῆθεν, πρέσβεις ἐκλεξάμενος τόν τε μοναχὸν Μάξιμον τὸν Πλα νούδην καὶ τὸν ὀρφανοτρόφον Λέοντα, ἄνδρας ἐλλογίμους καὶ συνετούς, ἐπ' Ἀκουϊλίας ἀπέστειλεν, ἀπολογούμενος τῷ κοινῷ συνεδρίῳ τούτων καὶ παριστῶν τό οἱ ἐπὶ τοῖς τετελεσμένοις ἀναί τιον. οἳ καὶ παραγεγονότες ἐν χρῷ κινδύνου κατέστησαν, τῶν προσγενῶν τῶν φονευθέντων σφίσιν ἐπαναστάντων. μόλις δὲ τοὺς περιόντας οἰκείους ζητήσαντες καὶ λαβόντες, περὶ τῆς μετὰ τῶν Ῥωμαίων εἰρήνης τῆς νῦν ὡς πάλαι καιρὸν ἐτίθουν βουλεύε σθαι. οὐ μὴν δὲ καὶ πρέσβεις ἀντεπέστελλον τότε, ἀλλὰ δι' αὐ τῶν περιαλγῶς ἐξωνειδίζοντο βασιλεῖ τε καὶ Ῥωμαίοις, ὅπως ἐν τὸς χειρῶν ἐκείνων τοιαύταις συμφοραῖς μὴ χωρουμέναις τῷ 244 ἐκείνων ἔθει τοὺς οἰκείους οἱ ἐχθραίνοντες περιέβαλον. τὰ μέν τοι γε πράγματα τῶν Βενετικῶν καὶ σφοδρότερον ἀνταπῄτουν (τὰ δ' ἦσαν ἃ φθάσας ὁ βασιλεὺς ἀντὶ τῶν πυρποληθεισῶν οἰκιῶν ἐνεχύραζεν) ὡς οὐχ οἵων τε τῶν σπονδῶν γενήσεσθαι, εἰς