1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

77

εὔχεσθαι ὑπὲρ αὐτῶν θεοῦ σαφῶς καὶ λέγοντος καὶ προστάσσον τος. διὰ ταῦτα καὶ γράμματα μὲν ἐκεῖνα πάντα τὰ τῆς μικρο ψυχίας, μᾶλλον δὲ πᾶσαν τὴν αὐτοῖς ἐγκατατεθεῖσαν βαρύτητα τοῦ ἀφορισμοῦ τε καὶ τῶν ἐπιτιμίων, ἐκ ψυχῆς πάσης ἀπεβαλ λόμην, πᾶσι τοῖς ἐπιτιμηθεῖσι καθαρὰν διδοὺς τὴν συγχώρησιν· ὥστε δὲ καὶ ἀναλαβέσθαι τὰ τοιαῦτα γράμματα καὶ ἀφανίσαι ἠμελήθη παρ' ἡμῶν, καὶ οὔτε ἐλάβομεν οὔτε ἠφανίσαμεν. εὑ ρίσκονται οὖν ἀρτίως, καὶ δίδονται εἰς χεῖρας τῷ κρατίστῳ καὶ βασιλεῖ μου καὶ αὐτοκράτορι. παρ' οὗ καὶ πρὸς ἡμᾶς ἐρωτήσεως γενομένης αὐτῶν δὴ τούτων τῶν γραμμάτων ἕνεκεν, οὐδὲν ἕτερος ἢ αὐτὸ τὸ ἀληθὲς εἰπόντες ἐπληροφορήσαμεν οἷον ὅτι οὐ νῦν πρότερον τὴν γνώμην μεταβαλόντες καὶ τὴν ἐπιτίμησιν λύοντες πᾶσι καθαρῶς συγχωροῦμεν καθ' ὧν αὕτη γέγονεν, ἀλλά τοι καὶ πρότερον, ἐξ ὅτου δηλονότι τῶν πατριαρχικῶν θρόνων ἀναχω ρῆσαι ἠβουλήθημεν, εὐθὺς καὶ τῆς πρὸς πάντας ἔχθρας ἀπέστη μεν, μηδεμίαν πρὸς οὐδένα φανερὰν ἢ κεκρυμμένην ἔχοντες ἄμυ ναν, καὶ τοὺς εἰρημένους ἀφορισμοὺς καὶ λοιπὰς ἐπιτιμήσεις ἀπὸ τότε εὐθὺς καταλύσαντες ἠθετήσαμεν. καὶ εἶχε ταῦτα ἐπ' ἀλη θείας οὕτως. ἵνα δὲ μή τινι τῶν κατὰ τῆς τοῦ θεοῦ ἁγίας ἐκ 256 κλησίας ἐπιχειρούντων καὶ ταύτην βουλομένων διαταράττειν πρό φασίς ποτε γένοιτο, κακῶς μὲν παντάπασι καὶ ἀδίκως, γένοιτο γοῦν μετὰ τοῦ πονηροῦ ζητοῦντι τὰ σκάνδαλα, τούτου δὴ χάριν καὶ τὰ παρόντα γράμματα, θεοῦ αὐτοῦ κατενώπιον κατὰ τῶν πρώην ἐκείνων, ὡς ἔφημεν, γεγραμμένων ἐξεθέμεθα. δι' ὧν καὶ πάλιν οὐ συγχώρησιν μόνον πᾶσαν πᾶσιν ἀπονέμομεν τοῖς, ὡς εἴρηται, ἡμῶν ἔτι πατριαρχευόντων ἐπιτιμηθεῖσι λόγοις ἢ γράμμασιν ἡμετέροις τισὶ φανεροῖς ἐν τῷ παρόντι γεγενημένοις ἢ ἐν τοῖς ὕστερον τῶν χρόνων δήλοις ἐσομένοις, ἀλλὰ καὶ εἰρήνην καὶ τὴν κατὰ θεὸν ἀγάπην μετὰ πάντων τούτων κυροῦμεν, οὐ δενί τι τῶν ἁπάντων ὡς ὑπ' αὐτοῦ δῆθεν ἠδικημένοι ἔχθραν ἢ ὀργὴν ἢ βάρος τὸ τυχὸν ἀποταμιεύοντες. καὶ εἴ τις δή ποτε τὰ λεχθέντα γράμματα καὶ οὐ βάρους μετέχοντα, ἢ ἕτερα κἀκεῖνα ἡμέτερα, εἰς ταραχῆς πρόφασιν κατά τινων τῶν κοινωνούντων τῇ ἐκκλησίᾳ προβαλέσθαι θελήσοι καὶ ταράσσων προβάλλοιτο, τοῦτον ἐπάρατον καὶ μὴ ἀνεύθυνον εἶναι βουλόμεθα, ὡς ἰδίαν μὲν πληροῦντα κακίαν, ἀφορμὴν δ' ἡμᾶς οὐκ ἀληθῆ ψευδῆ δὲ παντελῶς προβαλλόμενον. μηνὶ Σεπτεμβρίῳ, ἰνδ. ιαʹ." ἦν δὲ καὶ τοῖς γράμμασιν ὑποσήμανσις αὕτη "Ἀθανάσιος ἁμαρτω λὸς ὁ χρηματίσας πατριάρχης Κωνσταντινουπόλεως νέας Ῥώμης." Ἀθανασίῳ μὲν οὖν οὐδὲν ἐλάττων τῶν ἄλλων αἰτία καὶ αὕτη 257 προσπεσοῦσα, τοῦ δόξαι οὐχ ἧττον βαθέως ἢ ῥᾳδίως ἐργάζεσθαι, μείζων παρὰ τοῖς κατ' ἐκείνου ἐπιτηροῦσιν ἔδοξεν ἑαυτῆς ἔκ τε τοῦ καὶ αὐτὸν ὁμολογεῖν τὸ προσῆκον Χριστιανοῖς, ὡς οὔτε τῆς τοῦ θεοῦ ἐντολῆς οὔτε τῶν ἐκείνου νόμων καὶ παραγγελμάτων, οὔτε μὴν ψυχῆς φόβον ὅλως ἐχούσης αὐτοῦ τοῦ θεοῦ καὶ ἔννοιαν τῆς ἀνταποδόσεως, κακὰ ἀντὶ κακῶν ἀποδοῦναι. εἰ δέ τι ἄλλο ἀπὸ Χριστοῦ ἀφορισμῶν μεῖζον κακὸν ταῦτα ἐπ' αἰτίαις τισίν, ὁ θέλων κρινέτω. τέως γε μὴν κἀν τῷ ὁμολογεῖν, ὅσον τὸ δοκεῖν, ὡς οὐκ ἐν χρόνῳ τινὶ ἀλλὰ καὶ αὐτίκα ἐπ' αὐτοῖς μεταγνοίη γράμμασι καὶ λύειν ἐθέλοι καὶ ἀφανίζειν αἱροῖτο ἃ τέως ἔδεέ τε καὶ ἠσφαλίζετο.

25. Βασιλεῖ δὲ καὶ αὖθις φροντὶς ἦν οὐ μικρὰ παρακεκι νημένων ἔνθεν μὲν τῶν Τοχάρων, ὅσοι δὴ καὶ ἐπὶ βορείοις τοῖς μέρεσιν ἔκειντο, ἐκεῖθεν δέ γε τῶν Τριβαλλῶν χρωμένων τῷ Κο τανίτζῃ, ὃς δὴ καὶ ἀποδρὰς ἐντεῦθεν, προσρυεὶς τῷ κράλῃ Σερ βίας ληΐστορος τρόπον καταθέων τὰ πρόσχωρα ἐληΐζετο, οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν τῆς ἀνατολῆς οὐ καλῶς ἐχόντων ἐκ τῆς προτέρας 258 ἐκείνης συγχύσεως. ταῦτά τοι καὶ βασιλεὺς ἀνδρὸς σπουδαίου ὁρῶν δεόμενον τὸν καιρὸν καὶ στρατηγοῦ, ἅμα μὲν ξυνετοῦ τῶν τοιούτων ἅμα δὲ καὶ τῶν ἐγγιζόντων αὐτῷ πρὸς αἵματι, παριδὼν τὴν ἐπὶ τῷ σχίσματι μικρολογίαν τοῦ Ἰωάννου, καὶ ὡς αὐτὸς μὲν ἥκιστ' ἂν διὰ τὸ σχίζεσθαι βλάψειεν, ὀνήσειε δὲ τὸ κοινὸν διὰ τὴν εὐβουλίαν καὶ τὸ ἐπ' ἔργοις