78
σπουδαῖον, εἰ προσληφθείη, διανοούμενος, αὐτίκα ἀφεὶς ἐγκαλεῖν ἐκείνῳ τὴν πρὸς ἐκκλησίαν διαφοράν, ὡς εἶχε δὲ τῆς γνώμης καὶ πάλιν ἐάσας ἔχειν, προσ λαβών, ὀλίγοις τισὶν ἐφοδιάσας καὶ χρήμασι καὶ στρατεύμασιν ἐπ' ἀνατολῆς ἐκπέμπει. ὁ δὲ τὴν ἡγεμονίαν ἀναδεξάμενος πᾶσαν σπουδὴν ἐνδείκνυται καθιστᾶν μὲν τὰ τῇδε μέρη, θεραπεύειν δὲ καὶ βασιλέα ταῖς καθ' αὑτὸν ἐπὶ τοῖς πράγμασιν οἰκονομίαις καὶ διοικήσεσιν. ἐπειδὴ γὰρ οἱ μὲν πολλοὶ τῶν στρατιωτῶν καιρῶν πολλάκις λαβόμενοι καὶ προσηῦξον τὰς οἰκείας προνοίας καὶ ἀρ γῶς εἶχον ἐκ τοῦ δώροις καὶ δεξιώσεσιν ὑπέρχεσθαι τοὺς ἡγεμο νεύοντας, ἄλλοι δὲ πολλάκις καὶ σφῶν ἀξιώτεροι ἐκλελοιπυιῶν τῶν κατὰ σφᾶς οἰκονομιῶν τὴν ἀπορίαν εἶχον καὶ προαιρούμενοι τοῦ στρατεύεσθαι κώλυμα, καὶ ἦν ἀμφοτέρωθεν τῷ κοινῷ ζημία, 259 καὶ ἡ ἀνισότης αὕτη ἐδέετο ἐξισώσεως, αὐτὸς τὰ μεγάλα θαρρῶν, ὡς πιστῇ γνώμῃ καὶ καθαρᾷ πρὸς βασιλέα πράττοντι οὐδὲν ἂν προσσταίη τῶν ὅσα καὶ εἰς ἐμπόδιον εἴη, μεταγγίζειν ἔγνω πρὸς τὰ κοινὰ τὰ πληρέστατα καὶ οὕτως ἐξισοῦν τοῖς ἀνδράσι καὶ τὰς ὁρμάς, ἐξισῶν τοῖς πράγμασιν. ἐντεῦθεν καὶ στρατὸν μὲν συνί στα πλέον, νῆας δ' ἐξητοιμάζετο, καὶ διττὰ στρέφων ἔνθεν μὲν κατὰ γῆν ἐκεῖθεν δὲ κατὰ θάλατταν διηυμάριζε, καὶ καλῶς ἠκού ετο πράττων, καὶ βασιλεῖ ἀπόδεκτος ἦν, εἰ καὶ τῷ πατριαρχοῦντι Ἰωάννῃ ἡ ἐκείνου στρατηγία διὰ μεγίστης ἀγανακτήσεως ἦν, καὶ πολλάκις προσαναφέρων βασιλεῖ προσωνειδίζετο, εἴ γε ἀνὴρ στρα τηγοίη οὐχ ὅπως μηδὲν εἰδὼς τιμᾶν ἐκκλησίαν, ἀλλὰ καὶ πολλαῖς τοὺς αὐτῆς πλύνων ὕβρεσι. βασιλεὺς δὲ τῇ παρ' ἐκείνου θερα πείᾳ ἐνειλημμένος, ὡς αἱ συχναὶ πίστεις εἶχον, λογισμῷ διδοὺς πλέον ἢ ὀργῇ διὰ τὴν ἐκ τοῦ πατριάρχου ἀναφοράν, οὐδὲν πε ραίνειν κατ' ἐκείνου παρεῖχε τοὺς κατ' ἐκείνου λέγοντας, ἀλλὰ καὶ προσάντως μᾶλλον ἐδέχετο τὰς ὑπομνήσεις, τὴν ἐπὶ τοῖς πραττομένοις σταθηρότητα βασιλικωτέραν κρίνων παλιμβολίας 260 καὶ ἀστασίας ἐπὶ τοῖς δόξασι. πλὴν μετὰ καιρόν, ὡς ἁρμόζειν αὐτίκα λέγειν, ἐπιτίθενταί οἱ τινὲς τῶν ὅσοι καὶ τῶν οἰκονομιῶν τὸ πλεῖστον προσαφῃρέθησαν, προφάσει μὲν τῇ εἰς βασιλέα πί στει χρησάμενοι· οὐδὲν δὲ ἧττον ἑαυτοῖς ἀμύνειν ἤθελον, παρα λελυπημένοι οἷς προσαφῄρηντο. καὶ τῷ Θεολήπτῳ Φιλαδελφείας προσελθόντες τὰς πρὸς βασιλέα πίστεις ἠθετηκέναι τὸν Ἰωάννην ἔλεγον, καὶ δῆλον εἶναι, ἐξ ὧν γε καὶ πράττοι, τὸν τῆς ἀποστα τήσεως κύβον ἀναρρίπτειν ἀρξάμενον. ταῦτα λέγοντες ἔπειθον, καὶ μᾶλλον εἰς τὴν κατ' ἐκείνου ἀπέχθειαν ὡρμημένον πάλαι ἅτε καὶ αὐτὸν κατ' ἐκείνου τὰ πολλὰ μωμούμενον. καὶ σὺν σφίσι τὴν πρὸς ἐκεῖνον (ἦν δ' ἐπὶ τοῦ πυργίου τότε) ἠπείγοντο. ὁ δὲ προγνοὺς τὴν τῶν ἐπιόντων ἔφοδον, καὶ ὡς ἐπὶ κακῇ προϋπηρ γμένῃ φήμῃ, εἰ καὶ ψευδὴς ἦν, ἀπαντῶσιν ἤδη, θραύεται τὴν ὁρμήν, καὶ εἰσελθὼν τὴν ἐκεῖσε μονὴν τοῦ ἐν μάρτυσι μεγίστου Γεωργίου, τὴν τοῦ ∆ιὸς ἱεροῦ πάλαι, τοῦ ἀσφαλοῦς ἑαυτῷ προυνόει. καὶ οἱ μὲν ἐπιστάντες ἔξωθεν ἐπιζυγωθεισῶν τῶν πυ λῶν τῆς μονῆς ἐσπουδασμένως τὰ τῆς κωφῆς ἐκείνης κατηγορίας συνέπλεκον, καὶ οὐκ ἂν ἔλεγον Ἰωάννην περαιτέρω τῶν ἐντολῶν 261 τῶν παρὰ βασιλέως προεληλυθέναι (τὸ δ' ἦν τὸ τὴν αὐτῶν ὑπαλ λάττειν στρατείαν), εἰ μή γε καὶ τῆς εἰς βασιλέα καταφρονήσεως ἄρχειν ἐγνώκει. τὸ δ' ἦν ἄντικρυς καταδημαγωγία, ὡς ἐντεῦθεν τὴν κατ' αὐτοῦ σφῶν ἰσχύειν ἐπίθεσιν, καὶ πρόβλημα ἦν αὐτοῖς ἰσχυρὸν τῶν κατ' ἐκείνου λοιδοριῶν ὡς δικαίως ἐπεξιοῦσιν. ὁ δ' ἔνδοθεν ἀφ' ὕψους τοῦ τείχους ἑωραμένος πρὸς τὴν κατηγο ρίαν ἀσφαλῶς ἵστατο, καὶ τῷ ἀρχιερεῖ προσωνείδιζεν, ἀνοίας κρίνων, εἰ συμπεπεισμένος τοιούτοις ἀνδράσι ποιεῖν τὰ ὅμοια ἔγνω παραγεγονὼς τὸν μηδὲ σκιὰν ἀπιστίας εἰδότα. βασιλεῖ γὰρ καὶ μᾶλλον φυλάττειν πίστιν καὶ βεβαίαν φέρειν τὴν εὔνοιαν, αὐτῷ δὲ τοὐντεῦθεν καὶ μᾶλλον μηδ' ὡς ἀρχιερεῖ προσέχειν, εἰ τὴν πρὸς αὐτὸν διὰ τὴν τοῦ σχίσματος αἰτίαν ἀπέχθειαν, ὃ δὴ καὶ βασιλεὺς οἶδε καὶ συγχωρεῖ αὐτός, τοῖς οὐκέτ' οὖσι κατὰ βα σιλέως αἰτιάμασι συμπλέκειν ἐθέλοι καὶ τοῖς ἐπιοῦσι συμπράττειν 262 φόνον μηδὲν