1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

80

πρὸς Βουλγάρους ὑπὲρ τὸν Τζακᾶν δοκῶν ἔχειν, ἐπιτίθεται τῷ γαμβρῷ ἐπισχὼν δόλῳ, καὶ φυλακαῖς ἀσφαλέσι δούς, ὕστερον Ἰουδαίοις ὑπηρέταις καὶ οἷς εἰς τὰ τοιαῦτα ἐθάρ ρει χρησάμενος, ἀποπνίγει κεκλεισμένον, καὶ τὸν τῇδε πατριαρ χοῦντα Ἰωακεὶμ κατακρήμνησιν ὡς σφᾶς προδοῦναι Τοχάροις τὸ πάλαι ὑποπτευθέντα, καὶ οὕτως ἐξ ἀλαστορίας τόσης τῶν ὅλων κύριος γίνεται. καὶ κατ' ὀλίγον προβαίνων κραταιοῦται, εἰ καὶ φθάσας ὁ βασιλεὺς πρὸ τοῦ κεῖνον ὅλως κραταιωθῆναι, τῶν Βουλγάρων πεμψάντων καὶ τὸν ἐκ τοῦ Κωνσταντίνου υἱὸν τῆς Μαρίας ζητούντων εἰς βασιλέα διὰ τὸ ἐξάντεις ἤδη φανείσης Το 266 χαρικῆς ἐξουσίας γίνεσθαι βούλεσθαι, ἀποστέλλει τὸν Μιχαήλ, ὃς καὶ οὐδὲν πλέον ἔσχε Βουλγάροις ἐπιστὰς ἢ τὸ ἔξω Τερνόβου περιπλανᾶσθαι καὶ βίον τρίβειν ἰδιωτικοῦ μὲν οὐ πόρρω, τέως δὲ βασιλείᾳ ἥκιστα πρέποντα. ἀλλ' οὕτω μὲν Ὀσφεντίσθλαβος, ὃς καὶ μετὰ χρόνους τοῦ ἰδίου πατρὸς Τερτερῆ πολλοὺς τῶν τοῦ παλατίου ἀντήλλαξεν. ὁ γὰρ τῶν Βουλγάρων σεβαστοκράτωρ Ῥαδοσθλάβος βασιλεῖ προσχωρήσας, καὶ παρ' αὐτοῦ δὴ εἰς τὸ τῆς σεβαστοκρατορείας βεβαιωθεὶς ἀξίωμα, γένους ὢν τοῦ πρω τίστου παρὰ Βουλγάροις (τῷ γὰρ Σμίλτζῳ καὶ ὡμαιμόνει), συν άμα πλείστοις Ἐλτιμηρῇ κατὰ τὸν Κρουνὸν δεσποτείᾳ τετιμημέ νῳ, ἀδελφῷ γε ὄντι τοῦ Τερτερῆ, καὶ αὐτῇ δὴ τῇ τοῦ Σμίλτζου συζύγῳ προσβάλλει, Σμίλτζου τοῦ πρὸ ὀλίγου καὶ αὐτοῦ Βουλ γάρων ἄρξαντος βουλήσει Νογᾶ ἀποδράντος τοῦ Τερτερῆ, εἰ καὶ μετὰ μικρὸν διὰ τὸ κῆδος καὶ τὸν Τζακᾶν προτιμηθέντος τοῦ Ὀσφεντισθλάβου μετὰ τὸν Τζακᾶν φροῦδος ὁ Σμίλτζος γίνεται. τότε τοίνυν ἐκ Θεσσαλονίκης παρὰ βασιλέως ἀποσταλέντες οἱ περὶ τὸν Ῥαδοσθλάβον, σὺν τοῖς μεγιστᾶσι τοῦ βασιλέως, 267 Βουλγάροις τοῖς περὶ τὸν Ἐλτιμηρῆ προσβάλλουσι κατὰ τὸν Κρουνὸν ἰδίως ἄρχοντα· καθ' ὧν αὐτὸς ἀριστεύσας, τὸν μὲν σεβαστοκράτορα ἐκτυφλώσας στέλλει παρὰ βασιλέα πρὸς τὴν οἰ κείαν αὐτοῦ σύζυγον, τοὺς δέ γε μεγιστᾶνας Ῥωμαίων Ὀσφεντισθλάβῳ πέμπει, οὓς δὴ καὶ κατέχων ἐκεῖνος οὐ πρότερον δια φῆκε πρὶν ἂν τοῦ πατρὸς Τερτερῆ παρὰ βασιλέως ἠμείψατο. καὶ οὕτως ἅμα μὲν ἐντεῦθεν ὁ Τερτερῆς ἅμα δ' ἐκεῖθεν οἱ μεγι στᾶνες Ῥωμαίων εἰς δέκα καὶ τρεῖς ποσούμενοι ἀπελύοντο. οὐ μὴν δὲ καὶ ἀπολαβὼν τὸν πατέρα ὁ ἐξ αὐτοῦ βασιλικῆς ἀξίας ἐπέβησεν, ἀλλὰ μιᾷ τῶν καθ' αὑτὸν πόλεων περικλείσας, ὡς ἧκεν ἡμῖν ἡ πίστις, ἀπραγμόνως ζῆν ἐν τρυφαῖς δὴ καὶ μόναις παρεσκευάκει. καὶ ὁ μὲν Ὀσφεντίσθλαβος ταῦτα, ἐπὶ νηπίᾳ τῇ ἡλικίᾳ καὶ συνειρχθεὶς τῇ μητρὶ κατὰ Νίκαιαν, καὶ αὖθις ἀπολυθείσης ἐκείνης κατὰ σπονδὰς αὐτὸς ὁμηρεύσας παρὰ Ῥω μαίοις, ὕστερον δὲ τοῦ πατριάρχου Βουλγαρίας Ἰωακεὶμ πρὸς βασιλέα πρεσβεύσαντος κατά τι προσδοκώμενον κῆδος, τὸ ἐπὶ τῇ θυγατρὶ τοῦ μεγάλου στρατοπεδάρχου Συναδηνοῦ, πρὸς τὸν πατέρα ἀπολυθείς. ἀλλὰ ταῦτα μὲν πρότερον. 268

27. Ὁ μέντοι γε βασιλεὺς τὸν Τουκτάϊν ἐπὶ νόθῳ θυ γατρὶ τῇ Μαρίᾳ ἐπιγαμβρεύεται. ᾗ δὴ καὶ ἁρμοσάμενος ὁ Τουκτάϊς, ἐπεὶ καὶ ἔτι τὰ τοῦ Τοχαρικοῦ πολέμου συνεκεκρότητο καὶ τὰ κατὰ τὸν Νογᾶν ὡς οὐραῖον παρέσπαιρεν ὄφεως, ἀσχο λίαις πολεμικαῖς ἐκεῖνος θέλων ἑαυτὸν διδόναι καὶ μὴ γάμοις τὸ σῶμα ἐκθηλύνουσιν, ἀνταποστέλλει καὶ πάλιν τὴν Μαρίαν πρὸς βασιλέα. κἀνταῦθα ἐπὶ χρόνοις ἦν, ἕως οὗ κατὰ κράτος ἐκεῖ νος τὸ Τοχαρικὸν ἐχειρώσατο, ὡς μηδὲν τὸ ἀντιξοοῦν εἶναι ἁπάν των ὑποκλιθέντων. καὶ τότε πέμψας πρὸς βασιλέα ἀπῄτει τὴν σύζυγον, ἣν δὴ καὶ ἐσαῦθις ὁ βασιλεὺς ὑπὸ προσηκούσῃ τῇ τι μῇ καὶ δορυφορίαις ἁπάσαις ἐκπέμπει. καὶ ὁ μὲν Νογᾶς ἠφά νιστο, ὁ δὲ Τουκτάϊς τὰ τῆς ἐπικρατείας ἐκείνου ὑφ' ἑαυτῷ ποιησάμενος ἔσχε, τὰς σπονδὰς διὰ τὸ κῆδος βεβαιοτέρας ἀποτα μόμενος.

28. Τότε καὶ Ποσειδεῶνος ἐνάτῃ καὶ εἰκοστῇ, καθ' ἣν ἀπὸ θερινῆς τροπῆς πρὸς τὴν ἰσημερινὴν ἀποκλίνει ὁ ἥλιος, ῥαγδαῖος ὑετὸς κάτεισι ἐφ' ἡμέρας ὅλης γε καὶ νυκτός, τῶν ἄκρων 269 τοῦ καθ' ἡμᾶς ὁρίζοντος ὑπὸ νεφῶν πιεσθέντων, ὥστε