1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

83

δ' ἐκτόπως καὶ τῇ μητρί. ἐπὶ τούτῳ τὸ κῆδος ἠβούλετο συνι στᾶν, οὐ κατὰ χρείαν μᾶλλον ἢ κατ' ἀνάγκην. ἤδη μὲν οὖν τὰ πρὸς τὴν συνοικοῦσαν τῷ κράλῃ παρακεκίνητο φίλτρα, καὶ ὅλως ἦν ἐκεῖνος τῆς ἐπὶ βασιλεῖ πίστεως· τὸ δ' ἐπὶ ταύτην εἱλ 276 κυσμένον παλινδρομεῖν ἐξ ἀσυνθεσίας δεινὸν ἦν καὶ μόνον κατα νοούμενον· ἐκλύεσθαι γὰρ ἀνάγκη τὸ πρόθυμον ἀποτυχόντι τῶν ἐλπισμῶν καὶ τοὐντεῦθεν ἐχθραίνειν μᾶλλον ὑποκνισθέντι, καὶ πρὸς τὰ μείζω μὴ εὐοδούμενον. ταῦτα τὴν βασιλέως ἔπειθον γνώμην καὶ παρὰ τὸ εἰκὸς πραγματεύεσθαι. καὶ δὴ ὅλον οἰκειοῦ ται διὰ πρεσβείας τὸν κράλην, μαθόντα τὴν ἐπὶ θυγατρὶ ἀντὶ τῆς ἀδελφῆς τοῦ βασιλέως συγγένειαν· καὶ ὅρκοι τὸ λοιπὸν πρού βαινον ἐπὶ τούτοις καὶ συνθεσίαι, καὶ ἡ δεσπόσυνος κράλαινα ἐπικέκλητο. μόνον δ' ἦν ἀπαντᾶν λοιπὸν κατὰ τὴν Θεσσαλῶν μητρόπολιν βασιλέα, ὡς διαπρεσβευομένοις συνέκειτο, καὶ οὕ τως ἐλθεῖν κράλην, καὶ τὴν τοῦ Τερτερῆ μὲν ἀποστέλλειν τῷ βασιλεῖ, προδιδόναι δὲ καὶ τὸν Κοτανίτζην, λαμβάνειν δὲ τὴν τοῦ βασιλέως γνησίαν, ἣν δὴ καὶ Σιμωνίδα ἐκυριωνύμουν Ῥω μαῖοι, καὶ οὕτως αὐτῇ συνοικοῦντα, πλὴν τὸν συναφείας και ρὸν ἀναμένοντα, ἐν παισὶ τετάχθαι καὶ φίλοις γνησίοις τῷ βα σιλεῖ.

32. Οὐ χεῖρον δ' ἴσως καὶ τὴν τῆς ὀνομασίας αἰτίαν εἰ πεῖν ἱστοροῦσιν. ἐλύπει τῷ βασιλεῖ παίδων θηλειῶν ἀποβολὴ 277 πρὶν καλῶς καὶ φανῆναι, καὶ τοῦτο ἐπὶ δυσὶ καὶ τρισὶ παισὶ γέ γονεν. ἐπεὶ δὲ καὶ ἡ νεᾶνις αὕτη ἀπεγεννᾶτο καὶ φόβος δεινὸς ἦν καὶ περὶ αὐτῇ, τῶν τις γυναικῶν ἐμπείρων, ἅμα δὲ καὶ σεμνῶν, βουλὴν εἰσάγει, πλὴν τὴν συνήθη πολλοῖς, καθ' ἣν δὴ καὶ σώζοιντο τὰ γεννήματα. καὶ ἡ βουλή, εἰκόνας τῶν προυχόντων ἐν ἀποστόλοις δώδεκα στήσαντας κηροὺς ἰσομήκεις τε καὶ ἰσοστάθμους καὶ ἅμ' ἡμμένους ἀν' ἑκάστην πήξασθαι, καὶ ὑπὲρ τοῦ νεωστὶ γεννηθέντος ἱκετεύειν ψάλλοντας, ἐπέχοντας τὴν εὐχὴν μέχρι καὶ αὐτῆς δὴ τῆς ἐκ τοῦ πυρὸς τῶν κηρῶν δα πανήσεως, καὶ ἐφ' οὗ δὴ ὁ περιγενόμενος τῶν ἄλλων τέως ἀφα νισθέντων ἔστη, τούτου καὶ τοὔνομα τῇ ἀρτιγενεῖ τίθεσθαι τοῦ περιεῖναι κἀκεῖνο φυλαττόμενον ἕνεκα. ὃ δὴ καὶ γέγονε τότε βα σιλέως προστάξαντος, καὶ τῷ Σίμωνι ὁ κηρὸς ἐνελέλειπτο, καὶ Σιμωνὶς ἡ ἀρτιγενὴς παρωνύμως ἐκλήθη, τὴν ὀνομασίαν τοῦ ἀποστόλου εἰς φυλακὴν φέρουσα.

33. Τότε τοίνυν καὶ χειμὼν ἐφειστήκει καὶ χειμώνων ὁ μέγιστος, καὶ τῶν ἐξαισίων, καὶ ὃν ἰδεῖν πω καὶ γηράσκουσιν οὐδαμῶς ἐξεγένετο. τόση γὰρ χιὼν ἐπεστοίβαστο, ὡς κλεισθῆ 278 ναι μὲν οἰκιῶν τῶν χθαμαλῶν διεξόδους, σημείοις δέ τισι καὶ κοντοῖς τοῖς μὲν στοχαζομένους τοῖς δ' ὀργάνοις χρωμένους τινὰς ὑπανοίγειν τοῖς ἐγκλεισθεῖσι τὰ δώματα, καὶ ἐπὶ πλείσταις ἡμέραις μηδένα γῆν ἢ ἰδεῖν ἢ πατεῖν, ἀλλ' ἐπὶ πεπελησμένης χιόνος ὡς στερρᾶς γεγονυίας γῆς μέχρι καὶ ἐγγὺς ἔαρος τοὺς ὁδίτας διέρχεσθαι, καὶ μάταιον εἶναι τὸ ἐφ' ἵππου ὀχεῖσθαι, πλὴν τοῦ καὶ μᾶλλον ἐξολισθεῖν κινδυνεύειν.

ταῦτα δὴ καὶ τὴν τοῦ βασιλέως ἐπὶ Θεσσαλονίκης ἐκστρατείαν ἐκώλυεν. Μηνὸς δὲ Ληναιῶνος ἐνεστηκότος ὑπὸ χιόνι ἐκσκιρρωθείσῃ τῇ γῇ καὶ πάγοις στερροῖς τοῖς ἐκ ταύτης, ὡς καὶ αὐτῶν ἔτι τῶν ἀεννάων ποταμῶν ἐπεχομένων τὸ ῥεῦμα διὰ τὴν ἐν τῷ βάθει τοῦ ὕδατος πῆξιν, παρ' ἣν αἰτίαν καὶ γῆ συστελλομένη τῷ κρύει ἐζήμει τὰ φυέντα καὶ τὰ ἐσπαρμένα παντάπασιν ἠχρειοῦντο, ὀψὲ 279 παρασκευῆς ὑπὸ λύχνων ἁφάς, τῶν κεκοιμημένων κατ' ἔθος μνη μονευομένων ἀρχαῖον, ἔξεισιν ὁ βασιλεὺς καὶ τῇ ∆ριπείᾳ ἐφ' ἡμέραις αὐλίζεται. καὶ ὁ μὲν τέως ἐπεῖχε τὸν ἐς τὸ πρόσω δρό μον, διδοὺς μὲν δεσποίνῃ ἐνευκαιρῆσαι τὰ εἰς τὴν ἔξοδον, δι δοὺς δὲ βασιλεῖ Μιχαὴλ συνάμα συζύγῳ κατὰ σχολὴν τὰ τῆς ἀπάρσεως ἑτοιμάζεσθαι, καιρὸν δὲ καὶ τοῖς ἀμφὶ τὸν δέσμιον ἀδελφὸν ὑφιείς, ἐπεὶ κἀκεῖνον ἀπάγεσθαι ἔγνω, κατὰ τρόπον ὑπεξιέναι. καὶ ὁ μὲν ταῦτα· Ἰωάννης δὲ ὁ τηνικάδε πατριάρ χης, ἐπεὶ οὐδ' ἀφανῆ ἦσαν τὰ τῷ βασιλεῖ πραττόμενα ἀλλ' ἀνά πυστα γεγονότα καὶ τῷ τυχόντι εἰκὸς ἦν κἀκεῖνον μὴ ἀγνοεῖν, εἰ καὶ ὁ βασιλεὺς ἐν δευτέρῳ