1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

85

καθηκουσῶν ὁμιλιῶν οὐκ εἶχε τυγχά νειν (οὐκ οἶδ' εἰ καὶ βασιλεὺς οὕτως ἐξεπίτηδες ἔπραττε, μὴ θύ 283 ραν παρρησίας ὑπανοιγνὺς τῷ θέλοντι ἐντυγχάνειν, ἐπεὶ καὶ οὐκ ἦν μεταγινώσκειν αὐτόν), ἁψάμενοι τῆς ὁδοῦ, βασιλέα μὲν καὶ οὕτως ἐξαποστέλλει μετ' εὐλογίας, αὐτὸς δ' ἐκεῖ καταμένειν ἕως οὗ βασιλεὺς ὑποστρέψειεν ἐκεκρίκει, ἀλγεινῶς μὲν ἀναύδως δ' ὅ μως διαφέρων τὸ ἄλγος, εἰ καὶ αὖθις ὁ βασιλεὺς ἅμα Θεσσαλο νίκης ἐπέβη, τῶν ἁγίων ἐγγιζουσῶν ἡμερῶν τοῦ Πάσχα, προ φάσει τοῦ τῶν ἁγίων ἐκεῖνον μεταλήψεσθαι δώρων, εἰ πατριάρ χης ἐφίει, πέμπων εἰς Σηλυβρίαν καὶ τὰ τοῦ ξενῶνος συνήθη νομίσματα προσφιλοτιμούμενος, ἃ δὴ καὶ αὐτὸς μὲν κρυφηδὸν ἀεί ποτ' ἐδίδου, τῷ πατριάρχῃ δὲ τὸ τέλος εἰς χιλιοστὺν κατ' ἔτος ποσούμενον ἀπεγράφετο. τότε τοίνυν καὶ ταῦτ' ἀποστέλ λων λόγοις ὡμάλιζε καὶ τοῖς καθήκουσιν ἤγαλλεν. ἐκεῖνος δὲ καὶ αὖθις ἐν Σηλυβρίᾳ προσμένων οὐ πρότερον ἐκεῖθεν μετέβαινεν, ἢ δεινῶς ὀφθαλμιῶν, κατὰ χρείαν τῶν ἰατρευσόντων ἐκεῖθεν ἀπάρας, πρὸς τὴν μονὴν τοῦ Κοσμιδίου μηνὸς Μαιμακτηριῶνος μετῳκίζετο. πλὴν Ἀνθεστηριῶνος εἰσπλευσάντων ἑπτὰ μακρῶν νεῶν κατὰ πραγματείαν, καὶ λόγου διαδοθέντος ὡς καὶ στόλος νηῶν κατὰ μάχην προσαναβαίνει, δείσας ἐντεῦθεν τὴν Κωνσταν 284 τίνου εἰσέρχεται, καὶ τὴν τῆς Παμμακαρίστου μονὴν κατοικεῖ, 284 ὅπου καὶ ἐπὶ καιρῷ μὲν μετρίῳ ἠπράκτει, εἶτα δ' ἀξιωθεὶς παρά τε τοῦ κλήρου καὶ τῶν ἀρχιερέων τὰς θύρας ἀνοίγνυσι τοῖς προσόδους παρ' ἐκεῖνον ποιεῖν βουλομένοις κατά τε κρίσιν καὶ οἱανοῦν ἑτέραν ἀναδοχὴν πατριάρχῃ πρέπουσαν.

3. Ὁ βασιλεὺς δ' ἐν Θεσσαλονίκῃ καθήμενος, τότε πρώ τως ἰδὼν ἐκείνην, ἔπεμπε μὲν πρὸς τὴν ἰδίαν αὐτανεψίαν τὴν Ἄνναν, αὐτῆς γε προσλιπαρούσης καὶ κινούσης τὴν ἀπὸ τοῦ βα σιλέως εὐμένειαν, ἔπεμπε δὲ καὶ πρὸς τοὺς σεβαστοκράτορας (ἔτι γὰρ ἐν τοῖς ζῶσιν ἦσαν) προσαπαιτῶν ∆ημητριάδα, ἣν φθάσας ὁ πρωτοβεστιάριος καὶ κατέχων ἀνῳκοδόμει καὶ βασιλεῖ καθίστα ὑπήκοον. ἧς καὶ πρότερον βασιλεὺς καθυφίει διὰ τὸ τῆς Θεοφανοῦς πρὸς θάτερον τῶν ἀδελφῶν κῆδος. ἐκείνου δὲ κωλυθέντος θανάτῳ τῆς νύμφης κατὰ τὴν Θεσσαλονίκην, ἀπῄ τει τότε πέμπων τὸ ἑαυτοῦ δίκαιον· ∆ημητριάδα γὰρ καὶ πρὸ τοῦ ἑαυτοῦ εἶναι, καὶ τότε δικαίως προσαπαιτεῖν. ταῦτα τοῦ βασιλέως διαπρεσβευομένου ἐκεῖνοι πρὸς τριβὰς ἐχώρουν τὰ συν ήθη ποιοῦντες, ὑπὸ δέος μὲν ὄντες, ὅτι βασιλεὺς ἐγγὺς ἐφει στήκει, ὅμως δὲ τοῦ συνήθους ἀλωπεκισμοῦ οὐδὲ τότε πάμπαν ἐπελάθοντο. ταῦτα δ' ἄρα ἐξαγώνια ἦσαν τῷ βασιλεῖ, ὅτι μηδ' αὐτῶν ἐξεληλάκει χάριν πρὸς δύσιν. προύργου δ' ἦν τὸ 285 τοῦ Σέρβου, καὶ πέμπων ἀνελάμβανέ τε τὰς κοινὰς συνθεσίας, καὶ κατηνάγκαζεν ἐγχειρίζειν μὲν Ῥωμαίοις καὶ Κοτανίτζην καὶ τὴν τέως εἰς γαμετὴν οὖσαν, ἀντιλαμβάνειν δ' εἰς γυναῖκα νόμι μον τὸν τοῦ βασιλέως θυγάτριον.

(4) ἀλλ' ἐκεῖνος δεδιὼς ἴσως μή πως παραλογισθείη τὰς ὁμολογίας, καὶ δῷ μὲν οὐκ ἀντιλάβῃ δέ, ἢ καὶ αὐτὸς ἐμπέσοι γε εἰς ἀρκύστατα, ὑπὸ πιστοῖς ὁμήροις ἐζήτει τὰς πράξεις γίνεσθαι· οὕτω γὰρ καὶ ῥᾳδίως ποιεῖν τὰ συγ κείμενα, εἰ αὐτὸς ἀξίως προσλήψαιτο τοὺς ὁμήρους, ὑφ' οἷς συν ισχημένοις ἑτοίμως καὶ αὐτὸς ἀπαντᾶν. ἑνὸς γὰρ τοῦ τὴν παῖ δα τοῦ βασιλέως γυναῖκα σχεῖν τὰ πάντα προΐετο· εἰ δ' ἀστοχοίη τούτου ἔκ τινος ἀπάτης, ὡς ὑφωρᾶτο, ἐπὶ κεφαλαίῳ ζημιοῦ σθαι δικαίως ᾤετο. ὅθεν καὶ ὡς εἶχε κατησφαλίζετο, καὶ λαμ βάνειν ὁμήρους διὰ τοὺς αὐτοῦ, ἀντιδιδόναι δ' ὁμήρους διὰ τὴν τοῦ βασιλέως παῖδα ἠξίου τε καὶ ἀντηξιοῦτο, βασιλέως ἐπὶ τού τοις νεύσαντος. πέμπονται τοίνυν ἑκατέρωθεν ὅμηροι, καὶ κατὰ μέσον τὸν ποταμὸν Βαρδάριον ἀνταλλάττονται, τοῦ Σέρβου δόν τος μὲν καὶ Κοτανίτζην καὶ τὴν τοῦ Τερτερῆ, ἀντιλαβόντος δὲ τὴν τοῦ βασιλέως παῖδα, μεθ' ὅτι πλείστης τῆς σπατάλης τε καὶ δορυφορίας πεμφθεῖσαν. καὶ δὴ καὶ παρὰ τοῦ Ἀχριδῶν Μακαρίου τελεσθεισῶν τῶν συνήθων ἱερολογιῶν τὰς τιμὰς προσηκούσας ἐδέχετο, ὅτι καὶ αὐτὸς ὁ κράλης μεῖζον ἢ κατὰ 286 σύζυγον τὴν τοῦ βασιλέως καθυπεδέχετο. οὐ γὰρ ὡς εἶχεν ἔφιπ πος ἠνείχετο ὑποδέχεσθαι, ἀλλ' ὑποπτώσεως σχήματι, αἰδοῖ τῷ