1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

86

πρὸς βασιλέα, ἀποβὰς τοῦ ἵππου προσερχομένην, ὡς δεσπό συνον δῆθεν καὶ οὐχ ὡς σύζυγον, φιλοφρονούμενος ὑπεδέχετο.

(5) τότε καὶ βασιλεὺς κατὰ τὴν πόλιν Θεσσαλονίκην, ἐκεῖνον μεγαλοπρεπῶς ἐθεράπευεν καὶ δώροις καὶ τιμαῖς ἐφ' ἡμέραις ἤγαλλε, καὶ τοὺς αὐτοῦ μεγιστᾶνας βασιλικῶς ἐδωρεῖτο τοῖς μεί ζοσιν. εἶτ' αὖθις καὶ ἀποπέμπει πολυταλάντους ἐκχέας τὰς δόσεις, παρακεκινημένου τἀδελφοῦ Στεφάνου (ὑπενόει γὰρ κἀ κεῖνος ἤδη τὴν ἰδίαν παρακινδύνευσιν ὡς αὐτίκα τἀδελφοῦ μεῖζον ἢ πρότερον κατὰ τὸ εἰκὸς φρονήσαντος, καὶ διὰ τοῦτο ἔσπευδε προκαθιστᾶν ὡς εἶχε τὰ καθ' ἑαυτὸν) πέμπων συμμαχικὸν βα σιλεύς, ὡς οἷόν τ' ἦν, ὑπέθραυε τὰς ὁρμὰς τῷ Στεφάνῳ.

6. Τότε καὶ Βενετικοὶ ἐκ τοῦ παρασχεδὸν πρὸς βασιλέα διεπρεσβεύοντο, καὶ τὴν μετὰ Ῥωμαίων εἰρήνην ἐζήτουν ἀνα νεοῦν. ἤθελε μέντοι καὶ βασιλεὺς αὐτοὺς δέχεσθαι, ἀλλ' ὅμως μεταξὺ ἀμφοῖν βουλομένοιν προσίσταντο τὰ ἐνέχυρα ἅπερ φθά σας βασιλεὺς ἐκ Βενετικῶν τῆς πυρπολήσεως ἕνεκα προσαφῄρει, ἃ ἐκεῖνοι μὲν ἀπῄτουν καὶ οὕτως ἤθελον δέχεσθαι, βασιλεὺς δὲ περιεώρα καὶ ὡς δικαίων τῶν ἀφαιρεθέντων ἀντείχετο. Βενετι 287 κοῖς δ' ἦν ὀρεγομένοις τῆς μετὰ βασιλέως εἰρήνης καὶ πλεῖστον ἀφεῖναι τῶν ἐνεχύρων, εἰ βασιλεὺς καὶ οὕτως σπένδεσθαι κατα νεύοι. ἤδη δὲ καὶ βασιλεὺς ἀγαθοθελῶς ὑπεκλίνετο κἂν ἐκεῖσε, καὶ τὴν εἰρήνην οὕτω καθίστων, εἰ μήγε βουλή τινων τῶν ἀμφ' αὐτὸν μεσολαβήσασα (καὶ γὰρ τὸ κακῶς ἔχειν ξυμπεσεῖν τῶν πραγμάτων ἐκείνοις ὑπέτεινε τούτοις ἐλπίδα μείζω τοῦ καὶ οὕτω μηδὲν λαβόντας τῶν ἐνεχύρων τὰς σπονδὰς ἀγαπᾶν) τὴν τῆς εἰ ρήνης πρόβασιν διεκώλυε. καὶ οἱ μὲν ἐντεῦθεν μὴ οὕτω κατα δεξάμενοι ποιεῖν τὰς σπονδὰς ἄπρακτοι καθυπέστρεφον.

7. Βασιλεὺς δὲ τὸν ἐπὶ τοῦ κανικλείου Χοῦμνον θέλων ἀγάλλειν ὡς πιστὸν ὑπηρέτην καὶ ἐφ' οἷς ὑπούργει τὸν δοκιμώ τατον, ἄλλως τε καὶ πολυταλάντους τὰς προῖκας τῇ θυγατρὶ ἑτοιμάσαντα, τῷ κατὰ Λαζοὺς παιδὶ Ἀλεξίῳ, οὗ δὴ καὶ ἀδελ φιδοῦ γε ὄντος ἀπὸ πατρῴων διαθηκῶν ἐπετρόπευεν, ἔτ' οὔσης ἐν Κωνσταντίνου καὶ τῆς μητρός, ξυναρμόζειν ἤθελε τὴν τοῦ Χούμνου· συμφέρειν γὰρ ᾤετο οὐχ ἧττον ἐκείνῳ ἢ τοῖς Ῥωμαίων πράγμασιν, ἐθεράπευε δὲ καὶ τὸν οἰκεῖον τῷ ἀπὸ τοῦ γένους κή δει τιμῶν ὡς καὶ αὐτὸν τοῖς εὐνουστάτοις ἐξεταζόμενον. ἐς τό σον δ' ἐφήρμοττε τὴν βουλὴν τῇ πράξει, ὥστε καὶ αὐτόθεν δε 288 σποτικοῖς παρασήμοις τὴν κόρην ἐκόσμει καὶ νύμφην ὠνόμαζε. προσαπεδέχετο δὲ καὶ ἡ μήτηρ ἀκούσασα τὸ συνάλλαγμα, καὶ τῇ βασιλικῇ ψήφῳ συγκάταινος ἦν, καὶ τοὺς γάμους ἐλθοῦσα ἑτοι μάζειν ἤθελε τῷ παιδί. ἀλλ' ἐκεῖνος ἢ πειθόμενος καὶ τοὺς γά μους ἀπαξιῶν, ἢ μὴν καὶ ἄλλως ἐπελθὸν αὐτῷ, φθάσας ἔκ τι νος τῶν ἐπ' ἐξουσίας Ἰβήρων τὴν συνοικήσουσαν ἄγεται. ὃ δὴ καὶ μαθὼν βασιλεὺς πολὺς ἦν τοὺς νόμους προτείνων καὶ τὸ τῆς ἐπιτροπείας δίκαιον προβαλλόμενος· ὡς γὰρ πατρὸς ἐπ' ἐκείνῳ τάξιν ἐπέχων, ἅμα μὲν καὶ τῶν διαθηκῶν ἅμα δὲ καὶ τοῦ σὺν τῇ βασιλείᾳ ἀπὸ τοῦ γένους δικαίου χάριν, ἠβούλετο διιστάναι τὴν συζυγίαν. οὐ μὴν δὲ καὶ δεσποτικῶς ἐξ ἐπιτάγματος ἄλλως ἤθελε πράττειν, ἀλλ' οὐχ ἧττον καὶ γνώμῃ καὶ ψήφῳ τῆς ἐκκλη σίας. ὅθεν καὶ πέμπων πρός τε πατριάρχην καὶ τὴν περὶ αὐτὸν σύνοδον, τὸ ἅμα μὲν βασιλέως καὶ πατρὸς ἅμα δὲ καὶ ἐπιτρόπου ἐπὶ τῷ νέῳ προτείνων δίκαιον, ἄκυρον ἀπὸ νόμων ἐπείρα δει κνύειν τὸ συνοικέσιον, καὶ διαλύειν ἠξίου ὡς παρὰ βουλὴν τὴν αὐτοῦ συνεστώς. τῶν γοῦν λόγων συνοδικῶς κινουμένων, τινὲς μὲν τῶν ἀρχιερέων νόμων ἀκριβείας ἡμμένοι δῆθεν τῇ τοῦ βασι λέως θελήσει ἔγνωσαν ἐνδιδόναι, ὁ δέ γε πατριάρχης καὶ μετ' 289 αὐτοῦ οἱ πλείους ἀπρὶξ ἀντέτεινον· καὶ γὰρ καὶ κατὰ γαστρὸς ἔχειν τὴν ἐξ Ἰβήρων ἐξ Ἀλεξίου, ὡς ἤκουον, κατηγγέλλετο. ἡ μέντοι γε μήτηρ ἐκείνου ἐπανακάμπτειν ὀρεγομένη ἐλπίδας τοῖς τοῦ κανικλείου ὑπέτεινεν, ὡς ἥκουσα καταπράξεται μᾶλλον τὴν λύσιν τοῦ συναλλάγματος ἢ μηνύουσα· αὐτῷ γὰρ προσώπῳ καὶ μὴ γραφαῖς ἔχειν ἀναπείθειν τὸν παῖδα, καὶ οὕτω