89
μᾶλλον τὸν Ἰωάν νην, ὁπόσην τὴν ὑπὲρ τῶν χρημάτων εἶχε σπουδήν, ὡς ἐγκλη θὲν παρά των ὅτι χρήματα εἰσκομίσαντες οὐκ ἐξαπιναίως παρὰ τῶν ἐν τῷ κοινῷ ταμιείῳ ἐχόντων τὴν ἐνοχὴν προσδεχθεῖεν, ὀρ γὴν προστριβῆναι τοῖς μὴ παρευθὺς δεξαμένοις τόσην, ὥστε καὶ ἑνὸς εἰς Λαζοὺς φυγόντος θατέρῳ πληγὰς ἐκ προστάξεως ἐντει νάντων συμβῆναι τῷ τότε ἡμερῶν ὀλίγων τεθνάναι. παρῆγε δὲ καὶ μάρτυρα τῶν λεγομένων τὸν τότε λογαριαστὴν τῆς αὐλῆς Ἄγγελον. οὗ καὶ παρευθὺς ἐπὶ τούτῳ οἴκοθεν εἰσκληθέντος, τὸ μὲν εἰσελθεῖν καὶ αὐτὸν εἰπεῖν οὐκ ἐνεχώρει γίνεσθαι· ὀφφι κίῳ γὰρ τετιμημένον τῶν ἄλλων καθημένων ἐκεῖνον ἵστασθαι οὐκ ἐδικαίου ὁ βασιλεύς, καθέζεσθαι δὲ πάλιν εἰσιόντα παρακαίριον ἔδοξε. διὸ δὴ καί γε τῷ συγγραφεῖ τῶν τοιούτων, καὶ δευτέρῳ 297 τῶν ἐκ τοῦ κλήρου καὶ αὐτῷ τιμίων, παρὰ βασιλέως ὥριστο ἐξελθόντας ἐρωτᾶν καὶ πυνθάνεσθαι τούτου περὶ ὧν ὁ βασιλεὺς ἔλεγε. καὶ γέγονε ταῦτα, καὶ ἐμαρτυρεῖτο τὸ λεγόμενον ἀλη θές, πλέον εἰπόντος ἐκείνου καὶ τὸν τῶν ἡμερῶν ἀριθμὸν καί γε τὴν τοῦ θανάτου νόσον τῷ τελευτήσαντι· τέσσαρας γὰρ ἡμέρας καὶ αἱμόρροιαν ἐπισυμβᾶσαν τῷ αἰκισμῷ τὴν τοῦ θανάτου αἰτίαν προσεμαρτύρει. ἧκε δ' ὁ λόγος καὶ τῶν περὶ τῶν ἀναφορῶν, καὶ μεθ' ὅτι πλεῖστα δὴ τὰ λεχθέντα, ἐφ' οἷς ὁ βασιλεύων ἐδεί κνυ τὸ πρὸς τὸν πατριάρχην συγκεχωρηκὸς ἐφ' ἅπασι σχεδὸν ἢ τοῖς πλείστοις, διῄρει τὰ προσαναφερόμενα, καὶ ἄλλα μὲν ἐτί θει τὰ κατ' ἀνάγκην προκείμενα, ἃ μηδ' εἶναι δίκαιον παρορᾶ σθαι διὰ τὴν κατὰ τὸ δίκαιον δυσωπίαν, ἄλλα δέ γε τὰ κατὰ χά ριν προτεινόμενα εἴς γε λύσιν, ἐφ' οἷς καὶ ὑπακούοντος μὲν χάριν εἶναί οἱ, μὴ κατανεύοντος δὲ μὴ δοκεῖν δικαίως λυπεῖν τὸν ἀπο τυγχάνοντα. συνάπτειν δὲ ταῦτα πατριάρχην, καὶ ἓν ἡγεῖσθαι τὰ τρόπον ὁρισμάτων Μυσῶν καὶ Λυδῶν διιστάμενα, καὶ διὰ τοῦτο λυπεῖσθαι εἰ ἔν τισιν ἀσυγκάταινος εἴη ὁ βασιλεύς, οὐκ ἔχειν τὸ εὔλογον ἰσχυρίζετο. τέως δὲ καὶ καθυπόσχεσιν ἐπενέγ κας ὡς εὐμενῶς ἐντεῦθεν καὶ ἀκούοιτο καὶ συμπράξειε, διαλύειν τε 298 τὴν λύπην ἠξίου καὶ μικροψυχίας πάσης ἀπαλλαγέντα τῆς τι μῆς ἔχεσθαι. ταῦτ' οὖν ἐκεῖνος λιπαρῶς ἠξίου, καὶ τοὺς ἄλ λους εἶχε ξυναξιοῦντάς τε καὶ συμπείθοντας. κἀντεῦθεν ὁ γη ραιὸς ἐκεῖνος μαλακισθεὶς (ἦν γὰρ ταῖς ἀληθείαις καὶ τὴν γνώμην εὐένδοτος), παροτρυνθεὶς εἰς τοῦτο καὶ παρὰ τῶν ἰδίων κατα νεύει, καὶ βασιλεῖ ἀξιοῦντι πείθεται, καὶ καθυπισχνεῖται αὐτίκα ἐκεῖ μόνον μείναντα ὑπ' αὐγὰς τὰς πρώτας τὸ πατριαρχεῖον κα ταλαβεῖν. γέγονε τοῦτο, καὶ ἡ τῆς ὑπαπαντῆς ἑορτὴ τὸν πα τριάρχην ἐπὶ τῆς ἐκκλησίας ὁρᾷ. Ἀλλ' οὐκ ἦν καὶ ἐσαῦθις τὸν τοῦ Τελχῖνος ἠρεμεῖν φθόνον,
(10) ἀλλ' ἔαρος ἐνστάντος ἐντεῦθεν καὶ τῶν πασχαλίων διελ θουσῶν ὁ περὶ τοῦ Ἐφέσου Ἰωάννου λόγος κινεῖται. καὶ βασιλεὺς μὲν αὐτὸς ὁμολογῶν εἰς αὐτὸν ἁμαρτεῖν, μηδὲ γὰρ εἶναι ἄλλον τὸν καθαιρήσοντα, ἀλλὰ μόνον τὸ σφέτερον θέλημα διὰ τὸ ἐπὶ τοῦ Γρηγορίου σκάνδαλον, μὴ τοῖς ἄλλοις κἀκείνου συμ βαίνοντος ἐφ' ᾧπερ ὁμολογεῖν εἶναι ἐκεῖνον παῤῥησίᾳ μηδὲν σφα λέντα ἐπὶ τοῖς δόγμασιν, ἔπειτα δὲ τὴν ἐκείνου παραίτησιν δέ χεσθαι. καὶ διὰ τοῦτο ὑψίθρονον ὄντα βασιλεὺς ἐπίτηδες ὑπε χάλα καὶ τῇ κέλλῃ παρέβυεν. αὐτὸς γοῦν ἀναλαμβάνων τὴν τι 299 μὴν ἐκείνῳ ἤθελεν ἀνορθοῦν, ἐκεῖνο διδοὺς ὃ καὶ ὠργισμένος προσαφῃρεῖτο, τὴν εὐμένειαν. ἀρχιερεῖς δέ, πλὴν τοῦ Φιλα δελφείας καὶ τοῦ Σμύρνης, οὐκ οἶδα εἰ καὶ τρίτου ἑτέρου, βα σιλέως λύοντος τὴν ὀργὴν ἐπὶ τῆς οἰκείας ἔκρινον ἔχειν ἐκεῖνον τι μῆς, τό τε δίκαιον δυσωπούμενοι, καὶ ἀνδρὸς ὄντος ἐκείνου τὴν ἀρετὴν καὶ τὸν λόγον οὐχ ἥκιστα ἱκανοῦ καὶ χρειώδους ἐπὶ τῆς ἐκκλησίας τὰ μέγιστα· μηδὲ γὰρ ὅλως ἰσχῦσαι τὰ κατ' ἐκείνου ἐπ' Ἀθανασίου πατριαρχοῦντος κεκινημένα, ἀλλ' ἡμιτέλεστον μεῖναι τὴν κρίσιν διὰ τὴν τῶν ἀρχιερέων ἐπὶ τοῖς ἀνισχύρως κι νουμένοις ἀμφιγνωμόνησιν. καὶ οἱ μὲν οὕτως ἐδικαίουν τὸν ἄνδρα, πατριάρχης δὲ καὶ ὁ Φιλαδελφείας (ὁ γὰρ τρίτος ὁ Σμύρ νης ἐγκλήματι καθοσιώσεως ὑπαχθεὶς ὡς εὐλογήσας τὸν Μαλά κηνΜαλάκης δ' ἦν ὁ ἐπὶ τοῦ Φιλανθρωπηνοῦ τὴν Σμύρνην