90
ἐκείνῳ κατέχων, ὃς δὴ καὶ πεφόνευτο ὕστερονἐκινδύνευε καὶ ἀργὸς ἦν) τέως ἄμφω πατριάρχης τε καὶ ὁ Φιλαδελφείας ἀντέτει νον, καὶ ἕν τι τῶν ἀδυνάτων εἶχον τὸν Ἰωάννην ἀποκαθιστᾶν. ὅθεν καὶ μεταξὺ τούτων μεγίστη φιλονεικία ἤρξατο ἀναφύεσθαι, ὥστε καὶ ἀπειρηκότα τὸν πατριάρχην ἀποχωρῆσαι καὶ πάλιν εἰς τὴν τῆς Παμμακαρίστου μονὴν τὸν τῆς συνόδου ὄχλον εἰς τοῦτο. 300 ὁ γὰρ βασιλεὺς μαλακῶς ἀντείχετο καὶ πατριάρχην κατὰ τὸ εἰκὸς ἐφυλάττετο, ὡς εἶχεν ἀποκρουόμενος.
11. Ἐκείνου γοῦν ἰδιάσαντος καί γε τὴν θύραν ἀποκε κλεικότος τοῦ μή τινα εἰσιέναι τῶν ἔξωθεν κατὰ χρείαν δῆθεν ἀναφορᾶς ἢ καὶ κρίσεως, οἱ ἀμφιγνωμονοῦντες ἐκείνῳ ἀρχιερεῖς δόξαντές τι ποιεῖν ἱκανὸν ἐπ' ἐκεῖνον, καὶ τοῦ Ἐφέσου συνερ γοῦντος σφίσι πλαγίως, τόμον συντάττουσι μέμψεως καὶ βασιλεῖ ἐγχειρίζουσι, τὴν βασιλέως ἐντεῦθεν ὑποχαλᾶν καὶ ἐκλύειν πρὸς ἐκεῖνον πειρῶντες διάθεσιν. αἱ δὲ μέμψεις, ὅτι εὐταξίας ἀπαι τουμένης, εἴπερ ἐν ἄλλοις, κἀν τοῖς τῆς ἐκκλησίας πράγμασι (ταύτην γὰρ καὶ τοὺς πατέρας διὰ τῶν οἰκείων συνιστᾶν κανό νων), κατ' οὐδὲν ὅλως τῷ πατριαρχεύοντι μεμέληκε ταύτης. κρίσεις μὲν γὰρ ἃς αὐτοὶ συνοδικῶς ἀποκαθιστῶσιν, ἐκεῖνος μό νος ἐξαλλάττει, καὶ δι' οἰκείας γραφῆς τὰ τοῖς δόξασιν ἐναντία διακελεύεται, καὶ ἐκκλησίας κεχηρωμένας τῶν προεστώτων, αὐ τὸς ἐξεπίτηδες τὰς ἐπ' ἐκείνας ψήφους ὑπερτιθέμενος, πέμπων σφετερίζεται τἀκείνων, καὶ τὰ μὲν ὡς βούλεται διατίθεται, τὰ δὲ καὶ δίδωσι τοῖς ἐπ' ἐκείνοις καταστᾶσι. τὰ δέ γε τῆς οἰκείας ἐκκλησίας τῷ σφετέρῳ υἱεῖ ἐγχειρίσας Ἐφραὶμ ὕλην δίδωσι τούτῳ κακίας τοῖς ἐκεῖθεν λήμμασι, μὴ οἰκονόμον κατὰ τὸ σύνηθες κα 301 θιστῶν, παρ' οὗ δὴ καὶ τὰ τῆς ἐκκλησίας διεξάγοιτ' ἂν πρά γματα. καὶ πόλλ' ἄττα τοιαῦτα γράφοντες ὑπαίτιον δεικνύειν ἤθελον τὸν τέως σφᾶς ἀποπροσποιούμενον. ταῦτα βασιλεῖ δε ξαμένῳ τὸ πολὺ ἐπῄει καθυφιέναι τῆς διαθέσεως, οὐ μὴν δὲ ὥστε καὶ ἀπολύειν παντάπασιν ἔγνω, ἀλλ' ἐκείνῳ μὲν ὑφιέναι καὶ ἐνδιδόναι, ἤν πως ἀνακάμπτειν βούλοιτο, μὴ μέντοι γε ὡς τὰ πρῶτα λιπαρῶς ἀξιοῦν καὶ καταναγκάζειν· ἢν δ' ἐπανήκοι, δέχεσθαί τε καί οἱ τοὺς ἀρχιερεῖς ὁμονοεῖν πείθειν ἅμα καὶ τῷ τὰ αἰτιάματα θεραπεύειν κελεύειν. τὰ γὰρ τοῦ Ἀθανασίου κέν τρα τὴν οὐλὴν ὑπέκνιζε· μηδὲ γὰρ ἔχειν ὅλως αὐτὸν εἰρηνεύειν καὶ τὰς ἀρὰς λύειν, ἃς οὕτως ἐμπερισκέπτως καθίστη καὶ φρικτῶς ἀφώριζε, μὴ τὸν θρόνον καὶ αὖθις ἀπολαβόντα, καὶ ταῦτα μηδὲ τῷ παρ' αὐτοῦ τῆς λύσεως γράμματι τὸ ἅγιος προστιθέντα κατὰ τὸ σύνηθες τῷ τοῦ βασιλέως ὀνόματι, ὅτι οὐδ' ἐκεῖνος ἠρέμει ἐν τοιούτοις καιροῖς τοῦ σκανδάλου, ἀλλὰ τὰς θύρας 302 ὑπανοιγνὺς τῆς μονῆς πολλοῖς ἐπήρκει πενομένοις ἐκ τῶν τυχόν 302 των. ἦν δὲ ἄρα ταῦτα τοῦ μέλλοντος προκεντήματα, καὶ ἡ παλίμπους ἐφήδρευε δίκη μηδὲν ἐπαΐουσι. τότε δ' ἦν ταῦτα, οὐ μὴν δὲ καὶ ἐς ἅπαν τῷ πατριάρχῃ ἠγνόητο τὰ τοῖς ἀρχιερεῦσι πραττόμενα. διὰ ταῦτα καὶ τὰ τῆς τιμῆς περιποιούμενος ἑαυτῷ αὐθορμήτως ἔγνω πρὸς βασιλέα παραγίνεσθαι, καὶ προσώπῳ γνησίῳ ἐντυγχάνοντα εὐμενίζειν τῷ αἰδῶ προσβαλεῖν.
(12) ταῦτα διανοηθεὶς ἐπιβὰς ἵππου πρὸς ἑσπέραν εἰκοστῆς πέμπτης μηνὸς Ἐλαφηβολιῶνος βασιλεῖ πρόσεισιν. ὁ δὲ καὶ δέχεται τοῦτον ἀσμένως, καὶ τὴν κεφαλὴν ὑποκλίνει πρὸς εὐλογίαν, καὶ καιρὸν οἰηθεὶς ἐκεῖνον εἶναι τῆς σφῶν καὶ ἀμφοτέρων πρὸς τὴν τῶν Πα λαιολόγων μονὴν ἀφίξεως τῆς ἑορτῆς ἕνεκα, συμπαραλαβών, συνέρχονται καὶ ἀμφότεροι. εἶτ' ἐκεῖθεν, ἐπεὶ τρίτη τῆς ἑβδο μάδος ἦν καί γ' ἐξ ἀνάγκης ἐκ πολλοῦ τῷ βασιλεῖ ἦν τῇ τῶν Ὁδη γῶν μονῇ κατὰ ταύτην τὴν ἡμέραν παραβάλλειν προσκυνήσεως ἕνεκα, συνιόντες ἅμα, αὐτὸς μὲν τὴν ἀναγκαίαν ὁδὸν ἐξήνυεν, πατριάρχης δὲ τὸ πατριαρχεῖον καταλαμβάνει, διαδοθέντος λό γου, ὡς καὶ αὐτὸς ὕστερον ἐν οἷς πρὸς βασιλέα ἔγραφε καὶ τοῦτ' 303 ἐδήλου, ὅτι καθήμενος μόνος ἰδίᾳ ὕπαρ σχεδόν, οὐκ ὄναρ, φω νῆς ἀκούοι παιδὸς