1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

93

17. Ὁ μὲν οὖν βασιλεὺς Μιχαὴλ ταῖς ἀληθείαις μὲν πο λέμοις οὐκ ἐσχολάκει καὶ μάχαις ἐς τότε, ὅμως δ' εἶχε καὶ φρό νημα ἐμβριθὲς καὶ λῆμα γενναῖον καὶ ζῆλον ὑπὲρ τῶν κακουμέ νων Ῥωμαίων οὐχ ἥκιστα, καὶ ταῖς προθυμίαις, ὡς τοὺς εἰδό τας λέγειν, ἐσφάδαζεν. ἐπεὶ δὲ καὶ καιρὸς ἐφειστήκει ὁ τότε κα λῶν αὐτὸν στρατεύειν ἐπὶ τῆς ἀνατολῆς, ἕτοιμος ἦν αὐτίκα. καὶ ἅμ' ὁ πατὴρ καὶ βασιλεὺς προσέταττε, καὶ αὐτὸς ἐδίδου τὰς προθυμίας οὐκ ἀγεννεῖς. ἅμα γοῦν ἦρι περί που τὰς Πασχα λίους ἡμέρας ἐξώρμα, πολὺ μὲν βαρβαρικὸν ἐκ τῶν Ἀλανῶν ἐπαγόμενος, οὐκ ὀλίγῳ δὲ καὶ Ῥωμαϊκῷ ἐντυχεῖν ἐλπίζων, τῷ μὲν καὶ συνειλεγμένῳ ἐντεῦθεν ἤδη, τῷ δὲ καὶ ἐπὶ τὴν ἐκεῖ στρα 311 τείαν διάγοντι. ἐξῄει μὲν οὖν ἐν ἐλπίσι μείζοσιν, ὡς ἐννοεῖν πολ λοὺς ἦν, καὶ διὰ ταχέων τοῖς τῆς ἀνατολῆς ἐφίστατο μέρεσι, Μαγνησίᾳ δὲ τῇ κατὰ τὸν Ἕρμον προσοικήσας ἐκεῖθεν κατὰ τῶν ἐχθρῶν συνέταττε τὰς δυνάμεις ὡς πολεμησειούσας αὐτίκα ἤν που φανεῖεν. τέως δέ γε καὶ ἀποστολὰς ἐποιεῖτο, καὶ προσβάλ λοντες κατὰ λόχους ᾐχμαλώτιζον, καὶ σκύλοις τῶν πολεμίων οἱ ἡμέτεροι ἐνετρύφων. τὸ δὲ προφανῶς εἰσβαλεῖν οὔτ' αὐτοῖς ἦν ἀσφαλές, χρωμένων τοῖς ὀχυρώμασι τῶν ἐχθρῶν, οὔτ' ἐκεῖνοι παρεῖχον, ἅπαξ κατὰ φήμην τὴν βασιλέως ἀνασταλέντες καί γε τοῖς ἐρυμνοτάτοις τῶν ὀρέων ἐνδύντες. βασιλεὺς δὲ καιρὸν ἐζή τει τὸν εἰς τόλμην σφᾶς ἐπάξοντα, ὥστε καὶ τῶν μυχῶν ἀνακύ ψαι καὶ προσβαλεῖν ἐθέλειν. καὶ μόλις ἐφειστήκει, (18) ὅτε δὴ καὶ ἅμα κατ' αὐτὸν οἱ πολέμιοι γεγονότες, καὶ συνταχθέντες εἰς πλῆθος ἄπειρον, ἐθάρρουν καὶ αὐτοῖς τοῖς περὶ τὸν βασιλέα σὺν μεγάλῳ καὶ ἐμβριθεῖ ἐπιέναι φρονήματι. ἀγγελθὲν δὲ βασιλεῖ ὅτι τε κατὰ πλῆθος συνέστησαν οἱ πολέμιοι καὶ ὅτι μήπω θαρροῦντες προσβάλλειν γνωσιμαχοῦντες μένουσι, βουλὴν βου λεύεται ἐφ' ᾧ μὴ ἀναμένειν τοὺς ἐπιόντας, ἀλλ' αὐτοὺς ἐπιέναι σφίσι καὶ ἐμπεσεῖν μή πω θαρροῦσι τὴν συμπλοκήν, ὡς ἂν ἅμα μὲν καταπλήξαντες ἅμα δὲ καὶ τὴν τῶν θαρρούντων ἑαυτοῖς 312 ὑπόνοιαν θέμενοι πράξωσί τι γενναῖον. ταῦτ' ἔλεγε, καὶ μόλις τοὺς ὑφ' ἑαυτῷ ἡγεμόνας ἔπειθε. καὶ γὰρ ἔτι ἦν καὶ τὸ Ἀλανι κὸν ἀκμάζον, καὶ ἐν ἐλπίσι τοῦ εὖ σχήσειν ἦσαν, καὶ προεθυ μοῦντο μεῖζον ἢ ὥστε δύνασθαι. ἑτέρωθεν δὲ καὶ τὸ Ῥωμαϊκὸν πολὺ ἦν, καὶ οὐχ ἧττον καὶ τοῦτο τὰς ὁρμὰς παρεθήγετο ὑπὸ νέῳ βασιλεῖ στρατηγούμενον. καὶ ἦν ἐλπὶς τοῖς ὁρῶσι μεγάλων κατορθωμάτων καὶ παντὸς ἐπέκεινα σφάλματος. ἐπεὶ τοίνυν οὕτω βασιλεὺς μὲν ὥρμα στρατὸς δὲ ξυνώρμα, καὶ ἤδη ἐξιόντες προσέβαλλον μείζονι καὶ αἰεὶ νέῳ καθάπαξ τῷ λήματι χρώμενοι, καὶ ἤδη οὐ παρ' αὐτοῖς ἀλλ' ἐν αὐτοῖς ἦσαν τοῖς πολεμίοις καὶ προσβαλεῖν ἔμελλον, αὐτίκα, ὀστράκου φασὶ μεταπεσόντος, γνω σιμαχοῦσιν ἐκ δέους οἱ ἡγεμόνες καὶ ἐν ὑπονοίαις ἐγένοντο, οὐ δεδιότες ἐχθρούς, ὡς ἔφασκον, ἀλλ' ὑπὲρ βασιλέως φροντίζον τες δῆθεν. αὐτοὺς μὲν γὰρ καὶ μόνους λειφθῆναι μάχης οὐ τόσον δεινόν, βασιλεῖ δὲ συγκινδυνεύειν τὰ πράγματα καὶ λίαν παγχά λεπον εἶναι. μηδὲ γὰρ ἀραρότως καὶ ἀσφαλῶς τῶν ἐλπίδων πε ριγενέσθαι, ἀλλ' ἤδη καὶ ἡττηθῆναι. πλῆθος γὰρ κἀν τοῖς 313 ἐναντίοις εἶναι καὶ μάχης ἔμπειρον, καὶ οὐκ ἂν ἄλλως θαρρῆσαν φανεροὺς ἐπιέναι, εἴπερ οὐκ ἤλπιζον τὰ μεγάλα. ἀνάπυστον δὲ καὶ τὴν βασιλέως φήμην σφίσι γεγενῆσθαι, δι' ἣν καὶ μᾶλλον ἓν δυοῖν εἰκὸς εἶναι ξυμβῆναι, ἢ φοβηθέντας ἐξ ἀσθενείας ἀναχω ρεῖν ἢ θαρροῦντας ἐξ ἐλπίδος μεγίστης φαίνεσθαι. ὃ καὶ φοβη τέον ἂν μᾶλλον εἶναι σὺν βασιλεῖ καὶ μὴ μόνοις καθ' αὑτοὺς ἐπιοῦσι. ταῦτα λέγοντες αὐτοὶ μὲν τῆς ὁρμῆς καθυφίεσαν πάντῃ, ὑπέκλων δὲ καὶ τὰς τοῦ βασιλέως ὁρμάς, καὶ ἅμα δεύτερος ἐπὶ πρώτῳ καὶ τρίτος ἐπὶ τούτῳ καὶ ἐφεξῆς, φόβους λέγοντες καὶ ὑπονοίας εἰδωλοποιούμενοι φοβεράς, ὑποστρέφειν ἔπειθον, ὡς μήτε σὺν βασιλεῖ προσβάλλειν φαινόμενον ἀσφαλές, μήτ' αὐ τούς γε μόνους καταθαρρεῖν τὸν πόλεμον· πάντα γὰρ δεύτερα ἐλογίζοντο τοῦ βασιλέα τε καὶ στρατὸν τόσον ἐν ἀσφαλεῖ γε περι ποιήσασθαι. γίνεται τοιγαροῦν καὶ μὴ θέλων ὁ βασιλεὺς τῆς ἐκείνων βουλῆς, καὶ στρατὸς οὕτως ἔχων πλήθους τε καὶ παρα σκευῆς μηδέν τι πράξας ὑπέστρεφεν. οὐ