1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

96

διεπεραιοῦντο. πλὴν κἀκεῖνοι τὴν ἐφ' ἑαυτοὺς ἐγχείρησιν ὑπο τοπάσαντες οὔτ' ἀνὰ μέρος ἐπέρων, οὔτ' ἐπὶ τὸν συνήθη τῆς ἀποβάσεως τόπον, ὅπου καὶ κατὰ προσδοκὰς ἵσταντο διεφέξοντες τῷ τέως, ἀπέβαινον, ἀλλ' ἅμα πολλὰς φορτηγοὺς κατασχόντες καὶ ἐμπλησάμενοι ἐδοχμίαζον τὴν ἀπόβασιν, καὶ ἅμ' ἀπέβαινον καὶ ἅμ' οἱ πλείους ὡπλίζοντο, πλὴν οὐκ εἰς φανερὰν μάχην ἀλλ' ἐφ' ᾧ μόνον ἑαυτοῖς περιποιῆσαι τὴν τῆς δοκούσης ἀτιμίας ἀπό 321 δρασιν. ἀλλ' ἑκατέρωθεν καὶ οἱ ἀμφὶ τὸν μέγαν δομέστικον, θέλοντές τι πρᾶξαι καί γ' ἀτιμίαν καὶ αὐτοὶ ἐκφυγεῖν τὴν δόξῃ δειλίας ἐπιτρίβεσθαι σφίσι μέλλουσαν, ὡπλίζοντό τε καὶ τῶν ἵπ πων ἐπέβαινον. φιλονεικία καὶ μάχη τις φυλετικὴ συνερρήγνυτο· εἰ γὰρ καὶ γένει διέφερον τὰ στρατεύματα, ἀλλ' οὖν ὑπὸ μίαν ἀρχὴν τὴν βασιλικὴν ἤγοντο, καὶ ἦν ἐμφύλιος ὁ πόλεμος ὅσον εἰκάζειν. ὅθεν καὶ ἀκροβολισμοῖς ἀλλήλων ἐπειρῶντο, καὶ σα ρίτταις ἔβαλλον ὀϊστεύοντες. ὁ τοίνυν μέγας δομέστικος ἴσας ὑσμίνῃ καθισταμένας τὰς πράξεις κατανοῶν, ὑβριοπαθῶν οἷον εἰ αὐτοῦ παρόντος ἐκ βασιλέως, ὄντος τοιούτου, αὐτὸν πολεμεῖν πειρῶνται καὶ ἀντιτείνειν τολμῶσι πρὸς βασιλικὴν κέλευσιν, τὸν κοντὸν ἀνὰ χεῖρας ἔχων θυρεόν τε φέρων φορῶν τε θώρακα ἐμ πίπτει τοῖς Ἀλανοῖς ὡς ἐφέξων μόνον φανείς. κἀκεῖνος μὲν οὕτω τὴν τῆς μάχης διῳκονόμει καταστολήν, εἷς δ' ἐκείνων ἐν ἀφανεῖ μιμεῖται Πάνδαρον καὶ ὀϊστῷ βάλλει, καὶ καιρίαν οὐ κατ' ἐκεῖ νον τὴν πληγὴν δίδωσι. τούτου δὲ γεγονότος τό τε πλῆθος ἀνε στάλη καὶ ἀμφοτέρωθεν τοῖς μὲν ὀδύνη τοῖς δὲ δέος περιίστατο· καὶ τοῖς μὲν μετέμελε τῆς ἐπὶ θατέρους ὁρμῆς, οἱ δὲ ξυνιέντες 322 ὁποῖος ἀνέρριπται σφίσι κύβος, τοὺς τὰ πράγματα παρασχόντας μεθ' ὅτι πλείστης τῆς πρὸς τοὺς Ῥωμαίους παραιτήσεως ᾐτιῶν το, καὶ βασιλεῖ ἐζήτουν ἀπολογεῖσθαι. ἐδεδίεσαν γάρ, ὡς εἰ κός, μὴ σφίσι κατάρξοι τοῦτο μεγάλων κακῶν ἐπὶ μέσης τῆς Ῥωμαίων διάγουσι, καὶ ἅμα δυσωπούμενοι, εἰ βασιλεὺς μὲν ξε νοτροφεῖν ὅσον ἐφ' αὑτοῖς αἱρούμενος ἐλπίδος ἀγαθῆς εἴχετο, αὐτοὶ δὲ τοιαύτας ξενίας ἀνταπεδίδουν, κακοῖς τὸ ἀγαθὸν ἀμει βόμενοι. διὰ ταῦτα καὶ βασιλέα μὲν πέμποντες καθικέτευον, ἐκείνοις δὲ παρεδίδουν καὶ ἵππους καὶ ὅπλα, καὶ ἀνθ' ὁπλιτῶν καὶ ἱππέων πεζοὶ καὶ ἄνοπλοι ἦσαν, ἕως πάλιν βασιλεὺς αὐτοὺς ἱκετεύοντας δέχεται, συγγινώσκων σφίσιν. ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον.

23. Συνέβη δὲ πρὸ τούτων, τοῦ αὐτοῦ μηνὸς τῷ πέρυσι καὶ ἡμέρας ταύτης, προσβαλεῖν τῇ πόλει ἐξ Ἀκουϊλίας τριήρεις Βενετικάς, πλὴν οὐ κατὰ τοιαύτην χρείαν καὶ πάλιν, ἀλλὰ τῶν ἐνεχυρασθέντων πραγμάτων διὰ τὴν τότε πυρπόλησιν ἕνεκα. οἳ δὴ ἐπεὶ κατὰ τὴν Θεσσαλονίκην πέμποντες, ἐκεῖ βασιλέως διά γοντος, οὐδὲν ἤνυτον, ἄλλως ἔγνωσαν τὰ περὶ τούτων ἐνεργέστε ρον μετελθεῖν. καὶ δὴ τριήρεις μιᾷ πλείους τῶν δώδεκα ἡτοι 323 μασμένοι, προσθεμένων καὶ πειρατικῶν ἑτέρων ἑπτά, τῇ Βυ ζαντίδι προσβάλλουσι, καὶ μεσημβρίας σαββάτου φανέντες μεθ' ὅτι πλείστης κορύζης, καὶ τὴν ἀπὸ τῶν πειρατῶν ἀπήνειαν ἐπα γόμενοι, τὸν λιμένα τὸ Κέρας εἰσπλεύσαντες καὶ καταντικρὺ τῶν ἀνακτόρων ναυλοχησάμενοι δεινὰ τοὺς προσχώρους ἐποίουν, καί τινι θημωνίᾳ ἐκεῖ που ἱσταμένῃ πῦρ ἐνιᾶσιν, οὐ τόσον εἰς ζημίαν τῶν κεκτημένων ὅσον εἰς χλεύην. βασιλεὺς δὲ τὴν μὲν ἐξ ἰδίων τριήρεων ἀντιπαλάμησιν μὴ ἔχων ἀντικαθιστᾶν (τὸ ναυτικὸν γὰρ πρὸ χρόνων ἀπέσβεστο· κἄν πού τινες περιῆσαν ἔτι ὡς μὴ τοῦ παντὸς καθάπαξ ἐκλείψαντος, κατὰ χρείας ἄλλας ἔτυχον ἐσταλμέναι) ἐν ἀμφιβόλῳ ἦν τοῦ τί δεῖ ποιεῖν. ὅτε μὲν οὖν εἰς τὴν ἐκείνων ἀποβλέψειε τόλμαν καὶ τὴν πρὸς αὐτὸν ὀλιγωρίαν, οὐ σύνηθες σφίσι τὸ τόλμημα ὄν, τηνίκα καὶ ἀνθίστασθαι ἐδικαίου καὶ κακῶς πράττειν πειρᾶσθαι τοὺς ἐπιόντας, ἐς ὃ καὶ μαθεῖν σφᾶς ὡς ὑπὲρ τὸ δέον ἐγχειροῦσιν· ὅτε δ' αὖθις εἰς τοὺς ἀποβη σομένους φόνους ἐντεῦθεν καὶ τὴν ἐν κενοῖς ἀντικατάστασιν καὶ τὸν ἀναγκαῖον κίνδυνον ἀφορῴη, παντὶ δικαίῳ μᾶλλον ἢ ἐκείνῳ συνωμολόγει. μηδὲ γὰρ εἰς μακρὰν καὶ τούτους γνωσιμαχήσαν τας ἐπεστράφθαι καὶ ξυγγινώσκειν δέεσθαι. εἶναί τε καὶ