1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

97

ὀλίγου πόνου τε καὶ δαπάνης ναυπηγεῖσθαι Ῥωμαίους, εἰ μόνον αὐτὸς 324 κελεύοι· κἂν ᾖρται δὲ σφίσι τὸ φρόνημα ἐκλειπουσῶν τῶν τριή ρεων, αὐτὸν κελεύειν, καὶ συνεστηκυιῶν ἐν ὀλίγῳ καταπίπτειν αὖθις καὶ ταπεινοὺς γίνεσθαι. ταῦτ' ἐννοούμενος ἀνέστελλε τὰς ὁρμὰς τῶν πολλῶν, οἳ δὴ καὶ ζηλοτυποῦντες οἷον εἰ οὗτοι κατὰ Ῥωμαίων οὕτως ἐπάρθησαν, καλὸν ἔλεγον γεφυροῦν ἁλιάσι καὶ φορτηγοῖς, ὥς τινας συνδέσμους ἐχούσαις καὶ τὰς καθευρεθείσας ἐνταῦθα μεγάλας ναῦς, τὸν τοῦ Γαλατᾶ πορθμόν, καὶ παρ' ἑκάτερα τοξότας τε καὶ σφενδονήτας στήσαντας οὕτως ἐπιχειρεῖν τοῖς ἐντὸς συνεβούλευον. καὶ τὸ βούλευμα ἄριστον κατεφαίνετο· χωρὶς γὰρ τῶν παρ' ἑκάτερα τεταγμένων καὶ ὅσους αἱ νῆες ἐχώ ρουν, οἱ ἀπὸ τῶν τειχέων ἱστάμενοι μόνοι αὐτάρκεις ἐδόκουν ἰοῖς πεμπομένοις καὶ ταῖς ἀπὸ τῶν τειχῶν πέτραις καταβάλλειν εἰς τέλος καὶ ἀφανίζειν τοὺς ἐπιόντας. ὁ δὲ βασιλεὺς τὴν εἰσβο λὴν κινδυνώδη κρίνων Χριστιανικοῖς ἔθνεσιν οὐδ' ὅλως ἠφίει, ἐνε δίδου δὲ μᾶλλον ἀναβάλλων τὰς ὁρμὰς ἐμπιπλᾶν.

(24) ἀλλ' ἐκεῖνοι μὴ ἔχοντες πλέον ποιεῖν ὧν ἔπραξαν, ὡς ὀργάνοις τῆς σφῶν μανίας ἐχρῶντο τοῖς πειραταῖς, οἳ καὶ αὐτονυχεὶ τῇ Πριγ κίπων νήσῳ προσίσχουσι, καὶ οὐχ ὅπως τοὺς ἐν αὐτῇ πάλαι κα 325 τῳκηκότας, ἀλλὰ καὶ λαὸν ἱκανὸν ἐκ Πηλοπυθίων, ἄρτι τὰς τῶν Περσῶν ἐκφυγόντα χεῖρας καὶ τῇδε καταφυγόντα, ἐξανδρα ποδίσαντες πράγματα μὲν σκυλεύουσιν, ἀνθρώπους δὲ κατα σχόντες ἐν ναυσὶν εἶχον, καὶ ἅμ' ἕῳ δεινὰ ἐκείνους ἠπείλουν ποιεῖν, εἰ μὴ τὰ τιμήματα ἄξια καταθεῖντο, κρεμαννύντες καὶ αἰκιζόμενοι καὶ σφάττειν ἕτοιμοι ὄντες, ἐλεεινὴν θέαν μέσον θα λάσσης ἱστῶντες, καὶ τὰς τιμὰς παρὰ βασιλέως κατ' ἔλεον ἀναγ καῖον λαβεῖν ἐλπίζοντες. διὰ τοῦτο καὶ πόνος οὐχ ὁ τυχὼν κρα τοῦντι, εἰ φεύγοντες Πέρσας οἱ δείλαιοι χερσὶ πειρατῶν ἐμπεπτώ κεσαν, οὐκ ἄλλως καιρὸν τοῦ θαρρεῖν ἐχόντων εἰ μὴ ἐξ ὧν ὁμαι χμοῖεν σφίσιν ἑαυτοῖς, οἷς δὴ πολλάκις καὶ βασιλικαὶ συμβεβή κασι χάριτες. Ῥωμαῖοι δὲ παρ' αἰγιαλοὺς ἱστάμενοι τὴν δεινὴν κατεστύγουν θέαν καὶ τὸ πάθος ἀπωλοφύροντο. οἱ δέ γε καὶ ἀκμῆτες εἰς ὅπλα ᾔεσαν, καὶ Ὀδυσσείους, ὡς ἐκεῖνος ἐπὶ τὴν Σκύλλαν, οὕτως οὗτοι τὰς ὁρμὰς ἐπ' ἐκείνους προΐσχοντο· πλὴν κατ' ὄψιν καὶ μόνην τὸ ἀμυντικὸν περιίστατο. τοὺς μὲν γὰρ ὁ αἰγιαλὸς εἶχε σφαδάζοντας τὰς ὁρμὰς ἐφ' ᾧπερ ἀμύνοιντο, οἱ δὲ παρὰ μόνην τὴν θάλασσαν ἁλώσιμοι ὄντες, καὶ τίνων οὐκ ἀσθε νέστεροι; ὅμως ὡς ὀχυρώματι τῇ θαλάσσῃ χρώμενοι, ἐς ὅ τι 326 καὶ ἐδόκει σφίσι τοὺς ἐν χερσὶ διετίθουν, οἳ δὴ καὶ τὰ περὶ τῆς Σκύλλης εἰκόνιζον, χεῖρας ὀρεγνύντες τοῖς ἔξωθεν καὶ θρήνους ἐλεεινοὺς κλάζοντες. οὔπω πᾶν ἦμαρ τετέλεστο, καὶ βασιλεῖ ἀγγελλόμενα τὰ δεινὰ ἐνεποίουν οἶκτον· καὶ δὴ στήσας τιμὴν τοῖς οἰκτροῖς τεσσάρων χιλιάδων χρυσῶν νομισμάτων τοὺς πάν τας εἰλήφει. καὶ τότ' ἀποστείλας πρὸς τὸν τῶν νηῶν ἡγεμο νεύοντα τὴν ἀπόνοιαν κατωνείδιζεν καὶ τὴν τόλμαν, οἷς ὅτι πα ρὸν πρεσβείαν πέμπειν καὶ πρὸς αὐτὸν εἰς λόγους καθίστασθαι, περὶ τῶν κατὰ σφᾶς δικαίων λέγοντας, οἱ δὲ πειραταῖς μιχθέντες τὰ λῃστῶν σὺν ἐκείνοις πράττοιεν. ταῦτα λέγων τοῖς μηδὲν ἄλλο προτείνουσιν ἢ τὴν τοῦ κοινοῦ σφῶν συνεδρίου πρόσταξιν, ἐπεὶ τοὐντεῦθεν καὶ τούτοις τῶν αἰσχίστων ἔργων μετέμελεν, ἱκέτας τοῦ λοιποῦ ἀντ' ἀντιστατῶν εἶχε καὶ εὐπειθεῖς πρὸς εἰρήνην τοὺς πρὶν ἐχθίστους, εἰ λύοιντο τὰ ἐνέχυρα· τὰς γὰρ σπονδὰς καὶ αὐ τοὺς θέλειν, καὶ ἀξιοῦν ἐπὶ ταύταις ἐπιταχθῆναι, λυομένων μό νον τῶν κατὰ τὰ ἐνέχυρα διαμφισβητήσεων. ταῦτ' ἐκεῖνοι με ταβαλλόμενοι καθικέτευον, καὶ βασιλεὺς κατένευε τὰς ἐπὶ χρό νοις σπονδὰς προσιέμενος, καὶ οὕτω πρεσβείαν στειλάμενος τὰς εἰρηνικὰς ἐτάμετο. πόνος γὰρ ὁ τῶν Περσῶν ἤπειγεν ἄλλος, κυ 327 κλούντων ὥσπερ ἀπὸ θαλάσσης εἰς θάλασσαν τὴν ἀνατολὴν ἅπα σαν. καὶ ἀλλαχοῦ μὲν ἄλλοι κίνδυνοι τοῖς ταλαιπώροις Ῥωμαίοις περιειστήκεισαν, τὰ δὲ κατὰ Μεσοθινίαν πᾶσαν καὶ ἀπανέστησαν σφαλέντος τὰ μεγάλα τοῦ εἰς ἡγεμόνα τούτων ταχθέντος Μουζάλωνος.