1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

98

25. Μηνὸς γὰρ Ἀνθεστηριῶνος εἰκοστῇ καὶ ἑβδόμῃ περί που τὸν Βαφέα (χῶρος δ' οὗτος περὶ τὴν θαυμαστὴν Νικομή δειαν) Ἀτμὰν συνάμα τοῖς ἀμφ' αὐτὸν εἰς χιλιάδας πλείστας ποσουμένοις ἐπιστὰς αἴφνης, μᾶλλον μὲν οὖνἀλλ' ἀναλη πτέον τὸν λόγον ἀρχῆθεν. Ἁλῆς γὰρ Ἀμούριος σὺν ἀδελφῷ Ναστρατίῳ τῷ παρὰ Ῥωμαίοις ἐπὶ χρόνοις ὁμηρεύσαντι, τοὺς περὶ τὴν Καστάμονα Πέρσας προσεταιρισάμενος, Ῥωμαίους κακῶς ἐποίει. καὶ τέως περί που τὸν Πόντον καὶ ἐνδοτέρω, πέραν Σαγγάρεως, τὰ τῆς ἀλαστορίας ἐπιδεικνύμενος τῇ καθ' αὑτὸν ἀσφαλείᾳ ἀπείχετο τῶν ἐπίταδε, ὠγκώθη δὲ τὰ πλεῖστα ἐκ πλείο νος καὶ τῶν ἡμετέρων καθυπερηφανεύετο ἐξ ὅτου τὸν τοῦ Ἀζα τίνη σουλτὰν υἱὸν τὸν Μελὴκ Μασοὺρ ἀπεκτόνει προπολεμῶν, ὃς δὴ τῷ πατρὶ συμπροφέρων ἐφ' ἱκανὸν τὴν πλάνην κατὰ τὰ βόρεια, ἐξ ὅτουπερ ἐκεῖνος Αἴνοθεν ἀπελύετο, καθὼς καὶ φθά σαντες εἴπομεν, ἐξ ἀνθρώπων ἐκείνου τῇδε γεγονότος περαιοῦται τὸν Εὔξεινον, καὶ Θυμαίνῃ προσσχών, μακρόθεν τὸν Τοχάρων Κάνιν, ὡς αὐτοὶ φαῖεν, Ἀργάνην δώροις ὑποποιούμενος, ἐν 328 τεῦθεν δεσπόζει τῶν τόπων ὡς πατρικῶν κλήρων, καὶ καθυπο κλίνει τοὺς προύχοντας τῶν τῇδε Περσῶν, οὓς δὴ σατράπας ἐκεῖ νοι καλοῦσι. καὶ οἱ μὲν ἑκόντες ἄκοντες ἐδουλοῦντο, Ἀμούριος δὲ ὁ τοῦ Ἁλῆ πατὴρ ὑπελθὼν Τοχάρους καὶ οὐλαμὸν ἐξ αὐτῶν προσλαβόμενος ὅλαις ὁρμαῖς ἀντέπραττε τῷ Μελήκ. οὐ μὴν δὲ ἀλλὰ καὶ πολέμους πρὸς αὐτὸν ἐκφέρων κατετροποῦτο, ὥστε καὶ ἀπηυδηκότα τοῖς ὅλοις συνάμα γυναικὶ καὶ ἰδίοις γνῶναι βασιλεῖ προσχωρεῖν. ὅθεν καὶ τὴν τοῦ Πόντου καταλαβεῖν Ἡράκλειαν. κἀκεῖθεν τῇ Κωνσταντίνου ἐπιδημήσας, ἐπεὶ βασιλεὺς ἐς Νύμφαιον ἀπεδήμει, τὴν μὲν σύζυγον τῇδε καταλιμπάνει, αὐτὸς δὲ σὺν τοῖς ἀμφ' αὐτὸν ἐφ' ἡμέραις ἀνεθεὶς τῶν ἐκ τῆς ὁδοῦ κό πων, ὑπὸ βασιλικῷ ποδηγέτῃ, βασιλέως προστάξαντος ἀκουσθέν, τῆς ἐπὶ τὸ Νύμφαιον ἵετο. ἀλλά που περὶ τὸ Ἀτραμύτιον γεγο νώς, εἴτε παρ' ἄλλου μαθὼν εἴτε μὴν καὶ αὐτὸς ὑποτοπήσας ὡς οὐκ εἰς καλὸν ἐσεῖταί οἱ ἡ πρὸς τὸν ἄνακτα ἄφιξις, γνωσιμαχεῖ τε αὐτίκα, καὶ καιροῦ λαβόμενος, τοῦ ποδηγέτου (ὁ δ' ἦν ὁ Ἀβράμπαξ πρωθιερακάριος) τὰς πολυωρίας παρενεγκών, αὐτό θεν ἐκφεύγει νυκτός, πλὴν οὐ νυκτιλόχου τρόπον, παρὰ γνῶσιν τῶν ἐντυγχανόντων δῆθεν, ἀλλ' ἐμφανῶς καὶ θαρρούντως, ὡς ἤν τις ἐπ' αὐτὸν ἴοι, αὐτόθεν ἐπεξελευσόμενος. Πέρσαις τε αὖ θις παραγίνεται, καὶ λαὸν συναγηοχὼς τῷ περιόντι τῆς φήμης 329 τοῦ προτέρου κράτους καὶ μείζονος ἔχεται. καὶ τοσοῦτον κρα ταιούμενος ἐνισχύετο ὥστε καὶ αὐτὸν Ἀμούριον μὴ συνοίσουσαν ἔτι τοῖς καθ' αὑτὸν πράγμασι τὴν ἀπ' ἐκείνου ἀφηνίασιν δοκι μάσαντα γνῶναί οἱ ἑπτὰ συνάμα παισὶ καθ' ἱκετείαν παραγε νέσθαι, καὶ δώροις ἐκμειλιξάμενον, εἶτα δουλεύοντα ἀγαπᾶν. ταῦτα γνοὺς καὶ δοκιμάσας ξυμφέροντά οἱ, λαβὼν τοὺς παῖδας συνάμα πλείστοις, ἱκέτου αὐτομολεῖ σχήματι. ὁ δὲ τοῖς προ τέροις ἀπομηνίων καὶ μηδὲν καθυφεὶς τοῦ κότου δέκτο μὲν δῶρα, πόνον δ' ἀμέγαρτον ὄφελλεν. ὡς γὰρ μόλις εἰσαχθεὶς μετὰ τῶν δώρων πρὸ ποδῶν ἐκαλινδεῖτο καὶ καθικέτευεν, ἐκεῖνος τὰ πάλαι προύφερε καὶ πικρῶς ὠνείδιζε καὶ ἀπήλεγχε, καὶ τέλος σκύφον οἴνου λαβὼν ὡς πιόμενος, τοῖς περὶ αὐτὸν συγκείμενον ὂν αὐτοῦ τὸ ξύμβολον δείξαντος (τὸ δ' ἦν ὡς δῆθεν σκορδινιῶντος καὶ τὰς χεῖρας ἐκτείναντος) αὐτοὺς τὰς σπάθας γυμνώσαντας κατακό πτειν τοὺς ἱκέτας, ἐκείνου τὸ σύμβολον δόντος εἰσπηδῶσιν αὐτίκα καὶ ἀθλίαν θοίνην ἐκεῖνόν τε καὶ παῖδας δεικνῦσι. τοῦτο τῷ Ἁλῇ πόνος ἦν καὶ τῶν συμφορῶν ἡ ἐσχάτη, παιδί γε ὄντι τοῦ κρεουρ γηθέντος καὶ ἔκ τινος προνοίας περισωθέντι, καὶ τὸ τοῖς ὁμοίοις ἀμύνεσθαι πάσης ἀσχολίας ὑπέρτερον ἐλογίζετο. ἱκανοὺς δὲ διὰ 330 ταῦτα προσεταιρίζεται τῶν Περσῶν, καὶ τρόπον ληΐστορος περι θέει, ἐμφανὴς ὢν ἢ ἀμυνούμενος ἢ πεσούμενος. ὡς δὲ κατα τρέχων ἠρήμου τὰς χώρας καὶ τὴν ἀνταγώνισιν ἔσπευδε, τὸ τοῦ Μελὴκ λῆμα τὸ μόρσιμον ἐρεθίζει, καὶ τοῦτον ἐκείνῳ συνίστησι κατὰ πόλεμον. οὗ δὴ συρραγέντος σφάλλει τὸν Μελὴκ ἡ τύχη, καὶ ὁ ἵππος ὅλῳ ῥυτῆρι φερόμενος