99
συγκάμπτει τὼ πόδε, καὶ τὸν ἐπιβάτην μεθ' ὅτι πλείστης τῆς ῥύμης ἐπὶ γόνυ συγκατασπᾷ, καὶ ἔργον αὐτίκα σπάθης ὁ πεσὼν γίνεται. ταῦτα τὸν Ἁλῆν ἐπῇρεν εἰς ὄγκον Ἀμούριον, κἀντεῦθεν συνάγων πλείστους κακῶς ἔδρα τὰ Ῥωμαίων. οὔπω δὲ μάλα δὴ καὶ ἐς τέλος, ἕως οὗ δαι μόνιόν τι μήνιμα (τί γὰρ ἂν ἄλλο καὶ εἴποι τις;) κατὰ Ῥωμαίων ἐφύσησεν, ὃ δὴ καὶ λέξεται. ὡς γὰρ πέραν Σαγγάρεως διατρί βων τοῖς ἀνὰ τοῦτον φρουρίοις ἰσχυρῶς ἀντεκρούετο, ἃ φθάσας ὁ βασιλεὺς συνῴκισε Μιχαὴλ καὶ σταυροῖς μηκίστοις ἐκ δένδρων ἀξινοκοπηθέντων μεταξὺ κατωχύρωσε, μέχρι καὶ ἐς ἑκατὸν πόδας τὸ ἐντὸς πλάτος ἄβατον καταστήσας, ὡς ἐν τοῖς πρώτοις λόγοις ἐλέγομεν, καὶ ἦν τῷ Πέρσῃ στερρὸν ἐντεῦθεν τὸ τῆς καταδρομῆς κώλυμα, Κρονίου μηνὸς ἐκ τοῦ παραχρῆμα ὁ ποταμὸς μετοχε τεύεται καὶ ζητεῖ τὴν παλαιὰν κοίτην, καθ' ἣν καὶ ἡ Ἰουστινιά νειος ποντογέφυρα. ὕστερον δὲ μετοχετευθέντος τοῦ ποταμοῦ, 331 τὸν ἐξ ἐκείνου Μέλανα ὑπεδέχετο, οὐ τόσον ὄντα, ἀλλ' ἱκανὸν τέως καὶ τοῦτον ἐκ βάθους αὐτάρκους τὴν τῶν ἐχθρῶν ἀποκω λύειν ἔφοδον. τότε τοίνυν ἐξ ὄμβρων ὁ Σαγγάριος πλημμυρήσας τῆς ἰδίας μεταίρει καὶ αὖθις κοίτης, ἧς ἐκ παλαιοῦ ποτ' ἐκκοιτι σθεὶς ἐπελάβετο, καὶ πρὸς τὴν προτέραν ἀνέτρεχε, καὶ οὗ μὲν ἀπέστη, περαιοῦσθαι καὶ τῷ τυχόντι παρεῖχεν, οὗ δ' ἐπελάβετο πλημμυρῶν, μὴ ὅ γ' ἐκ τῆς πλημμύρας βάθος ἐδίδου τῷ ῥεύ ματι, ἀλλὰ καὶ χοῦν ἐκ μιλτοπαρῄων ὀρέων κατάγων καὶ χέρα δος ἱκανὸν προσέχων καὶ πόρον ἐτίθει τῷ περᾶν θέλοντι. τῷ τοι καὶ οἱ ἐν τοῖς πέραν φρουρίοις συνῳκηκότες, τὴν ξένην ἰδόντες μετάστασιν καὶ γνόντες ἐν χρῷ κινδύνου γενόμενοι, ἀπανίσταντο. οὐ μὴν δ' αὖθις ἐπὶ πολὺ τὸ σχῆμα τοῦτο τῷ ποταμῷ ἦν, ἀλλ' ἐς μῆνα προσχώσας μόνον ὑπέστρεφε. καὶ ἦν ἡ ἐκ τοῦ παλαιοῦ ἀποχώρησις καὶ τῶν ἐν τοῖς φρουρίοις φυγῆς καὶ τῆς τῶν ἐχθρῶν διαπεραιώσεως προφανὴς αἰτία, τῷ περᾶν ἀνέδην τοὺς βουλο μένους· ἡ δ' ἐξ ὑπογύου ἐσαῦθις ἀνυποστροφὴ τοῖς κἀν τούτῳ περῶσιν εὐθέτησε, τῷ περᾶν διὰ τῆς προσχώσεως. ταῦτα γε γόνει ἐκ παραδόξου, καὶ βασιλεῖ ἠγγέλλετο ὅτι πλῆρες ἐχθρῶν 332 τὸ μεσόγαιον, εἰ καὶ Ἁλῆς Ἀμούριος εἰρήνην καὶ ἐς τόδε σχηματιζόμενος ἐφησύχαζε τέως. ἀλλὰ τὰ τῷ Ἀτμὰν τὰ περὶ τὴν Νί καιαν κατατρέχοντι ἐσύστερον ἀριστουργηθέντα καὶ τοῦτον ἐπῇ ρεν, ἱκανὴν φιλοφροσύνην δόξαντα καταπράττειν τῷ βασιλεῖ, εἴπερ εἰρηνεύοι μὴ εἰσβαλλόντων ἄλλων· εἰ δ' οὖν, ἀλλὰ καὶ αὐτὸς ἁρπάζοι τὰ τοῖς πολλοῖς ἀπαγόμενα. Ἀτμὰν τοίνυν τῶν ἀμφὶ τὴν Νίκαιαν τόπων ἀπάρας (τὸ γὰρ συμβὰν πρότερον τῷ Μουζάλωνι σφάλμα καὶ πλέον ὤγκωσε τοῦτον), τοὺς ὀρεινοὺς διελθὼν σίφωνας ἕτοιμος ἦν καταθέειν Ἁλιζώνων. ἀλλὰ πρὶν αὐτὸν εἰσβαλεῖν, πλῆθος ἐχθρῶν συναχθέν, εἰς ἑκατὸν ποσωθὲν καὶ μόνους, περί που τὴν Τελεμαίαν καταδαρθεῖσι τοῖς περὶ τὸν Μουζάλωνα ἐπιστὰν ἐξ ἀπροόπτου, ἐκείνοις μὲν ὡς εἰκὸς ταρα χὴν ἐμβάλλουσι τὴν μεγίστην, πολλὰ δὲ λαβόντες, καὶ αὐτοὺς ἐν σαυρωτῆρσιν ὑσσούς, ὑποστρέφουσιν. ὡς δὲ συστάντες Ῥω μαῖοι τοὺς ἐπιόντας ἐδίωκον, ἐκεῖνοι τὰ ὀρεινὰ προκαταλαβόντες καὶ τὸ ἀσφαλὲς ἐντεῦθεν ἔχοντες, στάντες ἔβαλλον ὀϊστοῖς καὶ κυκλώσαντες ἐτοξάζοντο, καὶ τῶν διωκόντων τοσοῦτον περιγεγό νεισαν ὥστε καὶ αὐτὸν κατασχεῖν τὸν σφῶν ἐξηγούμενον· κἂν ἀπήγαγον, ἢν μή τις τῶν τῆς Ῥωμαϊκῆς φάλαγγος λῆμα γενναῖον φέρων, στερρῶς ἐμπεσὼν καὶ περιγεγονὼς τῶν ἀγόντων, τοῦ ἵππου μόνου τρωθέντος ἐκεῖνον ἐξείλετο. τοῦτο γεγονός τε καὶ 333 ἀκουσθὲν ἐπὶ πλέον παρώτρυνε τὸν Ἀτμάν, καὶ ὑπερηφάνει ὁ βάρβαρος· ἐς τόσον γὰρ τὸ περὶ αὐτὸν στράτευμα ἐπληθύνετο, ὥστε καὶ Πέρσας ἄλλους ἐκ τῶν περὶ Μαίανδρον παραγεγονότας συμμάχους ἔχειν καὶ πρὸς τὴν καταδρομὴν συλλήπτορας ἱκανούς. τοῦτο δ' ἦν καὶ τὸ τὸν Ἀμούριον ἐπῃρκὸς καὶ πεῖσαν παρασπον δεῖν, ζητολυποῦντα τέως εἰ ὧν αὐτὸς κατὰ τὴν πρὸς βασιλέα χά ριν ἀπέσχετο, ταῦτα μακρόθεν ἐσβάλλοντες ἄλλοι παρακερδαί νοιεν. ἀλλὰ τὰ μὲν τούτῳ πεπραγμένα μικρὸν ἦσαν, κἂν αὐτὸς οὐκ ἀφίστατο πράττων· τότε δ' Ἀτμὰν ἐπιστάς, καὶ ἄγων μὲν τοὺς ἰδίους,