100
ἄγων δὲ καὶ πολλοὺς κατὰ συμμαχίαν ἑτέρους ἐξωρ μημένους κατὰ λύσσαν πάλαι τῶν κατὰ Παφλαγονίαν μερῶν, ἑτοίμους ἐξαλείφειν τε καὶ ἀπάγειν τὰ πρὸς ποσὶν ἐκ πολλῆς ἰτα μότητος, ἐκεῖ που πάντας συνῆγεν. οἱ δ' ἀμφὶ τὸν Μουζάλωνα, ὅσον Ῥωμαϊκὸν καὶ ὅσον Ἀλανικόν, ὅσον ἰθαγενὲς καὶ ὅσον ἔξωθεν, μόλις που περὶ δύο χιλιάδας συνίστατο. ὅμως γε μέντοι τὸ ἐπὶ τῆς οἰκείας μάχεσθαι πολλὴν σφίσι ῥοπὴν ἐπὶ τῷ τολμᾶν πρὸς πλείστους ὀλίγοις ἐδίδου. κἂν καὶ περιγενέσθαι σφᾶς ξυμ βεβήκοι, εἴπερ γνησίαις καρδίαις, ὡς πολλοῖς ἐλέγετο, ὥρμων 334 καὶ τῆς μάχης ἀντελαμβάνοντο. νῦν δ' ἀλλ' ἐρραθυμηκότες οἷον καὶ νάρκην παθόντες, οὐχ ἧττον ἐκ δυσνοίας ἢ ἀβουλίας, ἀφῃρημένοι ἐξ ὑπογύου καὶ ἵππους καὶ χρήματα διὰ τὴν ἐπισυμ βᾶσαν τῶν Ἀλανῶν ἕνεκα ἐξ ἁπάντων συντέλειαν, τὰς ὁρμάς τ' ἐπεκλῶντο καὶ ἀτολμότερον συνερρήγνυντο. ὃ καὶ τοῖς Πέρσαις μεγάλην ῥοπὴν ἐνεποίει, καὶ μᾶλλον ἐτόλμων κατ' ὀλίγων πλεῖστοι. οὕτω δὲ τῆς μάχης ἀνισουμένης καὶ πλήθει καὶ γνώ μῃ, πίπτουσι μὲν οὐκ ὀλίγοι, φεύγουσι δ' οἱ πλείους, καὶ τῇ Νικομηδείᾳ ἐγγύθεν οὔσῃ μετὰ περιφανοῦς τῆς τροπῆς διεκπαίον τες συνεισβάλλουσιν ἀκλεῶς. ἔδοξαν δὲ τότε καὶ ἐς πολὺ χρήσι μοι Ἀλανοὶ πεσόντες πλείους ὑπὲρ Ῥωμαίων· τῷ γὰρ πεζῷ πολλῷ γε ὄντι διδόντες ἄνεσιν εἰς τὸ φεύγειν κλινάσης ἤδη τῆς μάχης, αὐτοὶ μὲν περικυκλοῦντες τοὺς πολεμίους καὶ ὑπὸ πόδα χωροῦντες καὶ λέχριοί πως ἐπιτιθέμενοι, περιαργοῦντες ἐπίτηδες, ὀϊστοῖς ἔβαλλον καὶ πεζοὺς τοὺς τέως ἱππότας ἐδείκνυον. πεζῶν δὲ νέφος ἐκείνων συνειλούμενον σφίσι καὶ διεκπαῖον τὰ πρόσω ἀπεσώζετο. ἐκεῖνοι δὲ τῆς αὐτῶν σωτηρίας τοὺς καθ' αὑτοὺς προβαλλόμενοι κινδύνους συνεχεῖς ἔπιπτον. καὶ οὐδὲν ἦν τὸ λοιπὸν καὶ τὸ νικᾶν 335 Πέρσας καὶ διασπαρέντας ἄλλον ἀλλαχοῦ κατατρέχειν τὰ πρόσ χωρα, τῶν πολλῶν ἐντεῦθεν εἰς ῥᾳδίαν προνομὴν κειμένων κατὰ πολλὴν ἐρημίαν τῶν κωλυόντων. ἦρξε τοίνυν ταῦτα μεγάλων κακῶν ἁπάσῃ τῇ χώρᾳ, ἐπὶ καιροῖς ἀναγκαίοις, τοῖς τῶν καρ πῶν συλλογῆς, τῶν μὲν ἀπαγομένων τῶν δὲ σφαττομένων, ἔστι δ' ὧν καὶ φευγόντων, εἴ τις καὶ προαπανίστατο τῶν δεινῶν καὶ φρουρίῳ τινὶ τὰ καθ' αὑτὸν ἐπίστευεν. 26. Εἶδες δὲ τότε καὶ τοὺς ἐνδοτέρω σκευαγωγοῦντας, καὶ οἰκτρὰν θέαν περαιουμένους εἰς πόλιν, ἀπογνόντας ἤδη τὴν τῶν ἰδίων σωτηρίαν. καὶ ὁ πορθμὸς οὗτος ἑκάστης μυρμηκιὰν ἀνθρώπων καὶ ζώων ἐδέχετο, οὐκ ἄνευ συμφορῶν τῶν μεγίστων ἀπαλλαγέντων· οὐδὲ γὰρ ἦν ὅστις οὐ τῶν ἰδίων ἀπεθρήνει τὴν στέρησιν, τῆς μὲν ἀνακαλουμένης τὸν ἄνδρα, τῆς δὲ τὸν υἱὸν ἢ μὴν τὴν θυγατέρα, ἄλλης ἀδελφόν τε καὶ ἀδελφήν, καὶ ἄλλης ἄλλο τι συγγενείας ὄνομα, πάντων δὲ ἐλεεινῶς προκειμένων, τῶν μὲν ἐντὸς πόλεως, τῶν δὲ καὶ ἐκτὸς παρ' αἰγιαλὸν εἰκαίως κατα σποδουμένων, λείψανα φερόντων καὶ ζωῆς καὶ βίου. νήπια δὲ καὶ γυναῖκες καὶ οἰκτροὶ πρεσβῦται προκείμενοι ταῖς ὁδοῖς ἀλγεῖν ἐποίει καὶ τὸν μόνον ἀκούοντα. πλὴν ἐντεῦθεν στρατὸς μὲν τὸ 336 μὲν ξενικὸν περαιούμενον ἀκλεῶς ὑπέστρεφε, τὸ δ' ἰθαγενὲς καὶ αὐτόχθον, καὶ αὐτῶν οἰκιῶν ἐκκεχωρηκὸς τοῖς ἐχθροῖς, ἐξ ἀναγ καίου ἐζήτει ὅπῃ γε καὶ ἀποφυγὸν σωθήσεται. ἐχθροὶ δὲ τέως πολλῶν ἐμπλησθέντες τῶν ἀνωτέρω ἀνέδην ἐκείνοις ἐνεσπατάλων, ἀπάγοντες μὲν αἰχμαλώτους, ἀπάγοντες δὲ καὶ ζῶα καὶ λείαν πᾶσαν καὶ αὐτὸν δὴ τὸν καρπὸν τῆς γῆς τὸν ἐπέτειον, ζώοις τοῖς ἐκ τῆς λείας διευθετούμενοι, καὶ ὅ τι καὶ ἔδοξεν ἀσφαλὲς μετα φέροντες. οὐ μὴν δὲ καὶ τῶν κατωτέρων Νικομηδείας ἥπτοντο, οὔπω θαρροῦντες ἴσως τὴν εἰσβολήν· ἐπῄει γὰρ ἐκείνοις φοβεῖ σθαι τὴν ἐξ ἐγγίονος ἔφοδον, καὶ ὡς ἱερῶν ἀθίκτων ἔτι τῶν τῆς πόλεως προαστείων ἀπείχοντο, εἰ καὶ τοῖς τῇδε τῶν δεινῶν προσ δοκωμένων ἀναστολῆς ἔδει, καὶ ὡς ἦν ἀνεστέλλοντο. οὐ γὰρ ἐνταῦθα μόνον ἦν τὸ δεινόν, ἀλλὰ τὰ μὲν κατ' ἀνατολὴν μέχρι καὶ Ἀτραμυτίου, ὅπου καὶ βασιλεὺς ἐπεχωρίαζε, τὰ ἀνωτέρω πάντα δίχα τῶν ὀχυρωτάτων φρουρίων τοῖς ἐχθροῖς εἰς προνο μὴν ἔκειντο, τὰ δὲ προσωτέρω περί που τὴν Ἀχυράους καὶ Κύ ζικον καὶ Πηγὰς καὶ Λοφάδιον ὀλίγῳ τινὶ διαστήματι τῷ ἀπὸ θαλάσσης ἐλεύθερον