101
περιῆν. Προύσῃ δὲ καὶ Νικαίᾳ ταῖς πύλαις ἐπέχραε τὰ δεινά, ἁπάντων τῶν ἔξω προνομευθέντων, καὶ δει 337 νὸν τὸ πάθος καὶ ἀπαραμύθητον τὸ συμβάν, ἁπάντων ὀλίγων ἐξαπολωλότων μηνῶν. καὶ ὥσπερ θείας ὀργῆς καὶ μηνίματος δαιμονίου τὸ πάσχειν, οὕτω καὶ θείας ἀντιλήψεως μόνης καὶ συμπαθείας τοῦ κρείττονος τὸ τὰ δεινὰ στῆναι εἰκὸς ἦν ἐννοεῖν.
27. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον. οὐκ ἦν δὲ ἄρα καὶ ἀρχιερεῖς ἡσυχάζειν καὶ μὴ δι' ὄχλου μεγίστου τῷ πατριάρχῃ γί νεσθαι τοῦ τῆς Ἐφέσου καὶ πάλιν Ἰωάννου καὶ τῆς ἐκείνου ἀνορθώσεως ἕνεκα. εἷς δέ τις αὐτῶν (ὁ Σηλυβρίας οὗτος ἦν Ἱλα ρίων) καὶ μέγα τι κατὰ τοῦ πατριαρχοῦντος ἐφθέγξατο, οὐ τότε πρώτως, ἀλλ' ὅτε δὴ πατριάρχης ἐπὶ τῇ τῆς Παμμακαρίστου μονῇ ἀναχωρῶν τῶν φροντίδων καθῆστο, οὐκ αὐτὸς ἰδὼν ἀλλὰ παρ' ἰδόντος ἀκούσας, ὡς ἔλεγεν. ἀπῆν δὲ τῶν ζώντων ὁ φή σας, ἀνάγωγος καὶ ἄλλως ὢν ἐκεῖνος καὶ ἐπὶ διαβολαῖς γνώριμος. ἀλλὰ καὶ τὸ ἔγκλημα ἀπᾷδον ὅλως καὶ ψευδολόγημα ἄντικρυς. ὅμως ὁ Σηλυβρίας οὐ πάνυ τι καὶ αὐτὸς πιστεύων, ὡς ἐῴκει λέ γων, τὸ τοῦ πράγματος ἄτοπον ἐν ἀπορρήτοις παραλαβών, βα σιλεῖ πιστεύει τὸν λόγον. τῷ δὲ μέγα μὲν ἀκούσαντι ἔδοξε, καὶ βαρέως ἤνεγκε τὸ λεχθέν· ὅμως δὲ μέντοι καὶ μὴ πιστεύσαντι ἐπῄει φροντίζειν τοῦ ἐν ἀπορρήτοις διακεῖσθαι τὸν λόγον, ὡς 338 ἄλλως καὶ ἀπρεπῆ ὄντα οὐ μᾶλλον ἢ ψευδῆ. διαφυλάττεσθαι γὰρ καὶ τὰς τῶν πολλῶν ὑπονοίας ἄξιον ἐκεκρίκει. πλὴν καὶ τοῦ προσανενέγκαντος κατεγνώκει, ὡς τὸ τέλος ἔδειξεν, ὅτι καὶ ὅλως ἐπὶ τοιούτῳ καὶ παρὰ τοιούτου πιστεύσειε λέγοντος. ἦν ταῦτα, καὶ οἱ μὲν ἀρχιερεῖς καὶ αὖθις διὰ τὸ τοῦ πατριάρχου πρὸς αὐ τοὺς ἀμφίγνωμον περὶ τῶν κατὰ τὸν Ἐφέσου πραγμάτων πα τριάρχῃ ἐπεῖχον καὶ οὐ καθαρῶς εἰρήνευον. ἦσαν δ' οἵτινες τούτων καὶ ὡμογνωμόνουν τῷ πατριάρχῃ καὶ πρὸς τοὺς λοιποὺς διεφέροντο. βασιλεῖ δὲ πάντα τρόπον τὰ τῆς εἰρήνης στέργοντι οὐκ ἦν ἠρεμεῖν, ἀλλὰ τὸ μὲν τὸν Ἐφέσου ἀποκαταστῆναι καὶ προσαπεδέχετο καὶ συνήργει τοῖς βουλομένοις, τὸ δ' αὖθις ἐκεί νου χάριν πατριάρχην προσαναγκάζειν οὔ οἱ τῶν δεόντων ἐδόκει. ὅθεν κἂν καὶ τοὺς ὑπὲρ τοῦ Ἐφέσου λέγοντας ἀπεδέχετο, ἀλλὰ τό γε σχίζεσθαι διὰ ταῦτα σφᾶς πατριάρχου καὶ λίαν διὰ βάρους ἦγε καὶ προσωνείδιζε, καί τισιν ἐμβριθέστερον προσεφέρετο. σκοπῶ δὲ μὴ Πάτροκλος ἦν ὁ Ἐφέσου καὶ τὸ τοῦ Αἰνείου ἐσχε διάζετο εἴδωλον, τῆς βασιλικῆς γνώμης ἤδη κλινούσης πρὸς Ἀθα νάσιον τῷ τὸν Ἰωάννην ἀποπροσποιεῖσθαι, εἰ καὶ ἐν ἀφανεῖ 339 ταῦτ' ἦσαν ἔτι. ὡς δέ που καὶ τὸ ὑπ' ὀδόντα κεῖσθαι δοκοῦν ἀνάπυστον ἤδη ἤρξατο γίνεσθαι, καί τινες ἀφωσιωμένως πως καὶ ἐπιπολαίως τὰ περὶ ἐκείνου ᾐνίσσοντο, τὸ ἐκείνου σχίζεσθαι ἑαυτοῖς εὐπροσωπότερον καθιστάντες, τότε βασιλεὺς τὸν πρώ τως ὑπομνήσαντα περὶ τούτου ὑπώπτευεν, ὡς καὶ ἄλλοις εἴποι τὸν λόγον, κἂν αὐτὸν μὴ σκανδαλίσειεν ὑπειπών, ἄλλοις ἴσως εἰπὼν μῶμον προστρίψειε. διὰ τοῦτο, καὶ τῇ τοῦ πατριάρχου θαρρῶν σεμνότητι, ἐκφαυλίζει τὸν λόγον, καὶ τὸν πρώτως εἰ πόντα δῆλον καθίστησιν. ἄρρητον μὲν γὰρ εἶναι καὶ ἄπιστον, καὶ λίαν ὠρέγετο, ὡς ἐῴκει· ὑπολαλουμένου δὲ καὶ παρ' ἄλλων, αὐτὸς ἀναγκασθεὶς φανερὰν καθίστησι τὴν κατηγορίαν, καὶ ὡς ὑβριστὴν οὐκ αἰτίας ἀνίει τὸν φάμενον. ἀκούει ταῦτα καὶ πα τριάρχης, καὶ ὡς εἰκὸς δεινοπαθήσας, ἐπεὶ οὐ περιῆν ὁ πρώτως ἐπειπών, ὡς ἐλέγετο, αὐτῷ δὴ Σηλυβρίας τὴν συκοφαντίαν ἐπέ τριβε, καὶ συνόδῳ ἐπεγκαλεῖ ζητῶν τὴν ἐκδίκησιν ἑαυτῷ, κἂν ἐκεῖνος ὡς εἶχεν ἐπειλύων τὸν λόγον ἄλλως ἔλεγεν ἐξειπεῖν. (28) παρ' ἣν αἰτίαν καὶ βασιλεὺς (οὐδὲ γὰρ ἦν ψεύδους γρά φεσθαι βασιλέα γε ὄντα) ἐπὶ τοῖς τοιούτοις συκοφαντοῦντα διε λέγχειν ἀναγκαζόμενος, ὃ τέως ἀνέκφορον ἠβούλετο μένειν, ἐπὶ 340 πολλῶν ἐξέφερεν, ὅπως καὶ ὅτε καὶ τί προσελθὼν εἴπειεν ὁ εἰ πών. τέως δὲ πολὺς προσετρίβετο ἐντεῦθεν μῶμος, ἀμφοτέρω θεν ἀντιδιατεινομένων. καὶ διὰ ταῦτα πατριάρχης δεινῶς ὑβριο παθῶν ἦν, καὶ οὔτε βασιλέα προσαπεδέχετο κινοῦντα τὸν λόγον, ἀλλὰ καὶ τῷ πρώτως εἰπόντι κακῶς εἶχε, καὶ συνόδου ἐζήτει ἐκ