1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

102

δίκησιν, εἰ πιστεύειν θέλοιεν ὡς καὶ αὐτοὶ συκοφαντίαν τὸν λό γον, ὡς λέγουσι, κρίνουσι. τῷ τοι καὶ τῷ μὲν ζητεῖν πατριάρ χην δίκαια ξύμπαντες ὡμολόγουν, πρὸς δὲ τὸ καταδικάζειν τὸν λέξαντα διαμφιγνωμονοῦντες ἦσαν· μηδὲ γὰρ κἀκεῖνον αὐτόθεν ἐκφῆναι τὸν λόγον, μηδ' ὡς κατηγορίαν συνθεῖναι, ἀλλὰ βασι λεῖ πιστεῦσαι, ὥστε μεῖναι καὶ ἐν ἀπορρήτοις οἴεσθαι. ὡς δὲ πολλάκις ὁ μὲν πατριάρχης συνιστᾶν βουλόμενος σύνοδον ἐπὶ τού τοις τοὺς ἀρχιερεῖς μετεπέμπετο, ἐκεῖνοι δὲ οἱ μὲν συνήγοντο καὶ ἕτοιμοι ἦσαν κρῖναι καὶ καταδικάζειν τὸν φάμενον ὡς οὐκ εὔσχη μον ὂν οὐδ' ἄλλως εὐπρεπὲς πρὸς βασιλέα λέγειν τοιαῦτα, οἱ 341 δὲ αἰτίας τῆς ἀποφυγῆς πλαττόμενοι τὴν ἄφιξιν ὑπερετίθεντο καὶ τῷ Σηλυβρίας ἀγαθὰς ὑπερέτεινον τὰς ἐλπίδας, ταῦτα δ' ἐποίουν πολλάκις ἔννοιαν διδόντες ὡς ἐπαλγοῖεν καὶ οὗτοι μὴ καὶ πατριάρ χου σφίσιν ὁμογνωμονοῦντος ἐπὶ τοῖς τοῦ Ἐφέσου πράγμασιν, ὥστε καὶ κινδυνεύειν σχίζεσθαι, τότε πατριάρχης ἀπαλγῶν τοῖς τελουμένοις, ἐπεί γε συνοδικῶς προκαθήμενος μέχρις ὀψὲ τῆς ἡμέρας τὴν ἐκείνων περιέμενεν ἄφιξιν, αὐτίκα συντόνῳ ψυχῆς καταστήματι καὶ ἱκανῶς ἐνθέρμῳ ἐκ λύπης ἀποχωρεῖ, τελευ ταῖον εἰπὼν εἰς τοὺς τότ' ἀρχιερεῖς ἦ μὴν τοῦ λοιποῦ μὴ εἶναι μέσον αὐτῶν, κἂν ὅ τι ποιοῖεν, καὶ ὅρκον ἐπιπροσθείς, ὥς τι νες ἤκουσαν. ὁ δ' ὅρκος ἰδιωτικῶς πως οὕτως ἐξενεχθεὶς "νὰ ἦμαι δοῦλος τοῦ Χριστοῦ, οὐ μὴν εἰμὶ μεθ' ὑμῶν, εἰ μὴ τὰ γένοιτο." τὸ δ' ἦν, εἰ μὴ ὁ Σηλυβρίας κολάζοιτο. πέμπτην μὲν οὖν ἦγε τότε μὴν Ἀνθεστηριών, ἡμέρα δ' ἦν ἡ πρὸ τοῦ σαβ βάτου παρασκευή, καὶ μικρὸν ἐφησυχάσας τῇ κέλλῃ πρὸς ἑσπέ ραν σὺν τοῖς ἰδίοις μεταχωρεῖ, καὶ πρὸς τὴν τῆς Παμμακαρί στου μονήν, ὅπου καὶ εἴθιστο καταμένειν, γίνεται, ἀφεὶς ἕνα τῶν αὐτοῦ ἢ καὶ δεύτερον τὰ τοῦ πατριαρχείου κατέχειν καὶ διοι κεῖν. καὶ ταῦτα μὲν ἐκεῖνος ἔπραττεν, οὐ μὴν δ' ὥστε οἱ καὶ καθάπαξ ἀπαλλάττειν ἔγνωστο, ἀλλ' ὡς πολλάκις εἴθιστο πράτ 342 τειν, οὕτω καὶ πάλιν ὑπελαμβάνετο. αὐτὸς δὲ μεθ' ἡμέρας καὶ παραίτησιν σχεδιάσας πέμπει πρὸς βασιλέα οὕτως ἔχουσαν ἐπὶ λέξεων. 29. "∆έσποτά μου ἅγιε βασιλεῦ, καὶ ὑμεῖς δεσπόται μου ἅγιοι ἀρχιερεῖς, ἐγὼ τὸ πρῶτον ἁμαρτωλὸν εἰδὼς ἐμαυτὸν πάντα ἔπραττον ὑπὲρ τοῦ τῆς ἁμαρτίας ῥυσθῆναί με. μᾶλλον δὲ ἔπραττον μὲν ὀλίγα, τὸ πλέον δ' ἐθάρρουν εἰς τὸ ἀνεξάντλητον πέλαγος τῆς τοῦ θεοῦ φιλανθρωπίας, ὅπερ πλουσίως ἐξέχεέ τε καὶ διηνεκῶς ἐκχέει πρός τε δικαίους καὶ ἁμαρτωλοὺς καὶ πρὸς πᾶσαν τὴν ὑπ' αὐτὸν κτίσιν. καὶ τούτῳ μόνῳ θαρρῶν διήνυον ἡδέως τὸν ἐμὸν βίον. εἶτα ἀναγκασθεὶς ὅσα οἶδε θεός, κρίμα σιν οἷς οἶδεν αὐτός, ἀνήχθην εἰς τὸν πατριαρχικὸν θρόνον. ὑβρίσθην μετὰ ταῦτα ὅσα οἶδε πᾶς ὁ ἐνταῦθα καὶ ἐκτὸς λαός. ἐλυπήθην διὰ ταῦτα πολλά, οὐχὶ διὰ τὴν ἐμὴν ὑπόστασιν, οἶδε θεός, ἀλλὰ διὰ τὸ τῆς ἐκκλησίας ἅπαν πλήρωμα, ἧς Χριστὸς καὶ διὰ τῆς χάριτος ἐκείνου ἐγὼ κεφαλή. εἰδὼς τοίνυν ὡς οὐ τῶν πρεπόντων, οὐ τῶν δικαίων ὄν, οὕτως ὑβρισμένον ἀποφέ ρεσθαι πατριάρχου ἀξίωμα, ἀναγκασθεὶς ὤμοσα τὴν αὐτοῦ ἀπο βολήν. καὶ ἵστημι τοῦ φυλάξαι τοὺς λόγους μου, καὶ ἀποδί δωμι ἰδοὺ τὰς εὐχάς μου, ἃς διέστειλαν τὰ χείλη μου ἐν τῇ θλί ψει μου. παραιτοῦμαι γὰρ τὸν πατριαρχικὸν θρόνον· ὡς ἂν δὲ 343 καὶ μὴ πρόφασις εἰς τὸ ἑξῆς δόξω σκανδάλου, σὺν αὐτῷ καὶ τὴν ἐμὴν παραιτοῦμαι ἱερωσύνην, τὸ μέγα ὄντως ἐμοὶ χρῆμα καὶ τοῦ παντὸς ἀντάξιον. ταῦτα τίθημι γνώριμα τῇ ἐκ θεοῦ βασι λείᾳ σου καὶ τοῖς δεσπόταις μου τοῖς ἀρχιερεῦσι Χριστοῦ διὰ τῆς παραιτήσεως ταύτης, δι' ἧς καὶ τελείαν νέμω συγχώρησιν τοῖς τε ὑβρίσασι τοῖς τε εἰς τοῦτο συνεργήσασι καὶ τοῖς προαχθεῖσι τούτοις πιστεῦσαι, καὶ ἵλεως αὐτοῖς εἴη διὰ τοῦτο θεός. ἂν δέ τι συμβῇ εἰς τὰ ψυχικὰ καὶ εἰς τὰ σωματικὰ εἰς τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἢ εἰς τὸν λαὸν τοῦ θεοῦ, ἀθῶός εἰμι τῇ χάριτι τοῦ Χριστοῦ μου." εἶχε καὶ ὑπογραφὴν τήνδε "Ἰωάννης μονα χὸς ὁ χρηματίσας πατριάρχης Κωνσταντινουπόλεως." Ταῦτα γράψας τε καὶ ὑπογράψας καὶ τῷ βασιλεῖ ἀποστεί λας, καὶ αὐτὰ τὰ τῆς ἀρχιερωσύνης ἀπαμφιασάμενος, ἀφησύ χαζε τοῖς ἐγνωσμένοις ἐμμένων. βασιλεὺς δὲ δεξάμενος