103
τὴν πα ραίτησιν οὐδ' ἤθελεν ἀναπτύσσειν ἐξ εὐλαβείας ἀλλὰ πυρὶ διδό ναι, ἐπεὶ καὶ ἄλλοτε ταῦτ' ἔπραττεν. ἐπεὶ δ' ἀναγνωσθέντος τὸν πατριάρχην ἤκουε λέγοντα ὡς ὀμόσοι, ἐν φροντίδι μεγίστῃ ἦν, καὶ ὅ τι περὶ τούτων ἀρχιερεῖς ἀποφήναιντο διεσκόπει. τὸ μὲν οὖν ἅμα δεικνύναι καὶ ἐξετάζειν ἐφιέναι τὰ ἐφεστῶτα τῇ Ῥω μαΐδι κακὰ οὐ παρεῖχεν. ἡμέρας γὰρ ἑκάστης ἠγγέλλοντο τὰ 344 δεινά, καὶ οὐ καθ' ἕν τι μέρος ἀλλὰ πανταχόθεν καὶ πανταχῇ συρρέοντα, οὐ κατὰ γῆν μόνον ἀλλ' ἤδη καὶ κατὰ θάλασσαν. πρότερον μὲν γὰρ πειραταὶ καταλαβόντες Τένεδον νῆσον ὡς ἰδίαν εἶχον, καὶ ὁρμητηρίῳ ἐχρῶντο, κἀκεῖθεν ἀναπλέοντες καὶ πόλλ' ἄττα τῶν δεινῶν πράττοντες ἐν ταύτῃ καὶ αὖθις προσώκελλον ὑποστρέφοντες. τότε δ' ἀλλ' ἐκείνων καὶ ἑκόντων κατὰ φόβον ἀπαλλαξάντων, τὸ Περσικὸν ὅσον ἦν ἐνδοτέρω ναυπηγησάμενον ταῖς Κυκλάσιν ἐπέχραον καὶ κακῶς ἐποίουν, καὶ τοῦτο μὲν Χίῳ τοῦτο δὲ Σάμῳ καὶ Καρπάθῳ καὶ αὐτῇ Ῥόδῳ καὶ πολλαῖς σὺν αὐταῖς ἑτέραις οὐκ ὀλίγαις προσβάλλοντες ταῖς ναυσὶ τὰς τέως ἐνῳκισμένας σχεδὸν ἀοικήτους εἰργάζοντο. οὐκ ἦν δ' ὅλως οὐ δὲ τοῖς ἐν τῇ γῇ τε καὶ ἠπειρώταις ἀναπνέειν τῶν μόχθων οὐδ' ἐς βραχύ· ὅσον γὰρ ὅσον καὶ δίκην ἀγρίου πυρός, τὰ ἐντὸς κα τεβόσκοντο, καὶ καθ' ἡμέραν νέαι δύαι ἠγγέλλοντο καὶ βασιλέα πρὸς ἑαυτὰς ἀντέσπων, καὶ ἀτελεῖς μετήλλαττον τὰς φροντίδας φροντίδες ἕτεραι. τὸ μὲν οὖν τὰ τοῦ πατριάρχου ζητεῖν αὐτό θεν δυσχερὲς ἦν, καὶ ὁ καιρὸς οὐκ ἐνεδίδου· τέως δὲ καιρὸν ἐζήτει τὸν εὔθετον καὶ ἁρμόδιον. 345
30. Ἐντεῦθεν καὶ τῶν κατὰ θύρας καὶ ἐγγυτέρω ἐπὶ πλέον κακουμένων (τὰ δ' ἦσαν τὰ ἐκ Νικομηδείας καὶ μέχρι πορ θμοῦ Θρᾳκικοῦ) ἐπεὶ οὐκ ἦν μετελθεῖν πολέμῳ τὰς μάχας καὶ τῷ φανερῷ προσβάλλοντας, ἄλλως ἔγνω μεταχειριεῖσθαι τὰ κατὰ τοὺς ἐχθρούς. καὶ τὸν Κουξίμπαξιν Τόχαρον, ὃς Νογᾷ μὲν ᾠκείωτο πάλαι, τὰ Περσῶν δ' ἔσεβε καὶ τῶν περὶ ἐκεῖνον Μά γων τὰ κράτιστα ἦν, ὕστερον δ' ἐκείνου ἀπολωλότος τῷ ἐκεῖθεν πλῷ πρὸς τοὺς κατ' ἀνατολὴν Πέρσας χρώμενος ὅσα γυναικὶ καὶ παισὶν ἐξ ἀντιπνοίας περιπίπτει τοῖς κατὰ τὴν Ποντικὴν Ἡρά κλειαν Ῥωμαίοις, καὶ βασιλέα ἐπικαλεσάμενος σώζεταί τε καὶ τὰ Χριστιανῶν αἱρεῖται καὶ πανοικὶ βαπτίζεται, κἀντεῦθεν ᾠκείωτο βασιλεῖ. τότε τοίνυν βασιλεὺς κρυπτόν τι καὶ συνετὸν πειρώμε νος ἐννοεῖν, κηδεύειν τοῦτον ἐπὶ θυγατρὶ τὸν Σολυμάμπαξιν ἐγ χωρεῖ, ὃς δὴ καὶ τῶν πλησίον ἐχθρῶν ἡγεμόνευε, καὶ μετὰ τοῦ τὸ κῆδος προβῆναι καὶ αὐτὸν ἡγεμόνα τῶν κατὰ τὴν Νικομήδειαν καθιστᾷ, ἐφ' ᾧπερ ἐξ ἀγάπης καὶ συγγενείας ὄνησίς τις τοῖς Ῥωμαίων πράγμασι γίνοιτο, κἂν οὐδὲν ἐς τόσον ἡ ἐπίνοια ὤνη σεν. ὁ μὲν γὰρ τὰς ἐπιγαμίας πρὸς τὸ συμφέρον ἐποίει, καὶ ἐπὶ 346 βεβαίαις ταῖς ἐλπίσιν ὥρμει, εἴγε κατὰ συγγένειαν συνεγγίζοντες, ταὐτὸ δὲ τοῦτο καὶ τοῖς τόποις, ὁ μὲν βασιλεῖ δουλεύων προ νοοῖτο Ῥωμαίων, ὁ δὲ τὸ κῆδος καὶ τὰς συνθεσίας αἰδούμενος ἀνακόπτοιτο τὰς ὁρμάς. οἱ δέ, ὁ μὲν εἰς εἰρήνην ἐνάγων ὁ δὲ σπενδόμενος, ὅμως τὸ τῶν προσχώρων συμφέρον οὐκ ἤνυτον. μᾶλλον μὲν οὖν διὰ ταῦτα αἰτίαν καὶ ἀμφότεροι ἀπηνέγκαντο, ὁ μὲν παρασπονδήσεως τῆς πρὸς βασιλέα, ὁ δὲ δυσνοίας τῆς πρὸς Ῥωμαίους. περιέρχεται γὰρ ἄλλοθεν τὸ κακόν· τὸ δ' ἦν τὸ ἐκ τοῦ Ἀμούρη, ἄλλου Περσῶν στρατηγοῦ, ὃς καὶ καταθέων Μεσοθινίας συχνάκις τὴν Σολυμάμπαξι χάριν ὡς οὐδὲν ὀνοῦσαν ἀπήμβλυνε. τὸ γὰρ κατὰ συστάσεις καὶ ἰδίως καθ' ἕνα μάχε σθαι ἐκ τοῦ μὴ ἕνα εἶναι τὸν κυριεύοντα ἦν πάντως. παρ' ἣν αἰτίαν καὶ δυσχερὴς τῷ βασιλεῖ καὶ σχεδὸν ἀδύνατος ἡ τῶν ἐπι συμβαινόντων διόρθωσις ἐνομίζετο, τοῦ μὲν ἔνθεν τοῦ δ' ἐκεῖ θεν ὁρμώντων, καὶ κατὰ γνώμας διαφερόντων, καὶ λαὸν ἀγόν των ἑκάστου ἐπὶ τοσοῦτον ἀγόμενον ἐφ' ὅσον καὶ τὸ κερδαίνειν σφίσιν ἐκ τοῦ πολεμεῖν ἔσοιτο, εἰ δὲ μὴ θέλοιεν πολεμεῖν οἱ προ 347 άγοντες, ἑτέρους ζητοῦντα τοὺς ἄξοντας, ὧν καὶ μαχομένων αὐτοὶ κερδαίνοιεν πολεμοῦντες. τοῦτο συμβεβηκὸς καὶ τῷ Σολυ μάμπαξι ἀχρείαν ἐποίει Ῥωμαίοις τὴν τῆς ἀνακωχῆς χάριν, τῶν ὑπ' αὐτῷ στρατηγουμένων τέως ἑτέροις συνιόντων, καὶ τὰ αὐτὰ