1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

104

Ῥωμαίους δρώντων ὅσ' ἂν κἂν ὑπ' αὐτῷ τὸ πρὶν ἐστρατήγηντο ἔπραττον. ἀλλὰ τὰ ἐντεῦθεν ἐπισυμβάντα εἰρήσεται κατὰ τό πον ἐσαῦθις. 31. Τότε δὲ βασιλεὺς δεινὸν οἰηθεὶς εἰ καὶ πλέον ἀφέξοιτο τοῦ τὴν ἐκκλησίαν καθιστᾶν (μηδὲ γὰρ ἐπ' ἀγαθῷ εἶναι τοῖς Ῥω μαίων πράγμασι τὸ μὴ ἐν καταστάσει τὴν ἐκκλησίαν εἶναι), μι κρὸν ἀφέμενος τῶν ἔξω φροντίδων ἐδίδου καὶ ταῖς ὑπὲρ τῆς ἐκ κλησίας μερίμναις, ἤδη καὶ πάλιν ἀρχομένης κραδαίνεσθαι. καὶ δὴ συνόδους συνῆγε, καὶ ἱερῶν ἀνδρῶν σύνταγμα, ὅσον ἦν ἐξ ἀρ χιερέων καὶ ὅσον ἐκ κληρικῶν τε καὶ μοναχῶν, εἰς ταὐτὸν καθί στα, καὶ συνδιημέρευε τούτοις, τὰ περὶ τῆς παραιτήσεως κατὰ κανόνας διερευνώμενος. τότ' ἐφ' ἡμέραις συναγομένων σχίσμα γεγόνει. καὶ οἱ μὲν πατριάρχῃ προσκείμενοι τὰ τῆς παραιτήσεως οὐκ ἐδέχοντο· ὑβρίσθαι γὰρ ἔλεγον τοῦτον, καὶ ἀνάγκην εἶναι 348 μὴ ἐκδικούμενον, ὑβριοπαθήσαντα, ἐκχωρεῖν αἱρεῖσθαι, ὥστε καὶ τῆς ἐκδικίας κατὰ τρόπον προβάσης αὐτὸν καὶ αὖθις ἐπανή κειν καὶ τὴν τιμὴν λαμβάνειν ἕτοιμον γίνεσθαι. ὅρκον δὲ μηδ' εἶναι τὸ παράπαν, ὃ δὴ καὶ ἀπὸ θλίψεως διεφθέγξατο, ταραχὴν δὲ μᾶλλον λογισμῶν ἐκ ζήλου τινὸς ἀνοιδουμένην, ἐξ ὀλίσθου προαχθεῖσαν γνώμης καὶ οὐκ ἔκ τινος εὐσταθείας καὶ μεμεριμνη μένου σκοποῦ τε καὶ καταστάσεως. οἱ δὲ ἀπεναντίας καὶ τὴν παραίτησιν ὡς λελογισμένην ἐδέχοντο καὶ τὸν λόγον ὡς ὅρκον ἄφυκτον ἔκρινον· καὶ γὰρ καὶ αὐτὸν δὴ ἐπὶ τῇ τῆς παραιτήσεως ἐκθέσει ὁμολογεῖν, καὶ εὐχὴν πρὸς θεὸν ὀνομάζειν τὸ προαχθέν, διεσταλμένην τοῖς αὐτοῦ χείλεσι. καὶ διεφιλονείκουν ἐντεῦθεν, οἱ μὲν ἔνθεν οἱ δ' ἐκεῖθεν τὰ τῆς γνώμης ἔχοντες. καὶ οὐ το σοῦτον περὶ τῆς παραιτήσεως σφίσιν ὁ λόγος ἦν ὅσον περὶ τοῦ ὅρκου, εἰ ἔξεστι τέως παριδόντας αὐτὸν ἀναγκάζειν καὶ αὖθις πατριάρχην τὴν ἀρχὴν δέχεσθαι. καὶ τοῖς μὲν ἀπώμοτον ὅλως ἐδόκει τὸν ψευδορκίας ἁλόντα πατριάρχην τοὐντεῦθεν καὶ εἶναι καὶ ὀνομάζεσθαι· οἱ δὲ βίβλους ἀνέπτυσσον καὶ ἱστορίας προέτει νον, καὶ ποῦ μὲν Φλαβιανὸν προσῆγον ὀμόσαντα τὴν χειροτονίαν μὴ δέχεσθαι καὶ δεξάμενον ὕστερον, ποῦ δὲ τὸν ἐπὶ τοῦ μεγάλου 349 Βασιλείου Βιάνορα, θεραπευσάντων τῶν ἁγίων τοὺς ἐκείνων ὅρ κους τρόποις οἰκονομίας καὶ πνευματικῆς καταστάσεως. ταῦτ' ἔλεγον διαγνωμονοῦντες, καὶ ἐπὶ τούτοις ὁ χρόνος ἐτρίβετο. μό λις μετὰ τὴν πολλὴν διαφιλονεικίαν καὶ τὴν ὑπὸ βασιλεῖ ἀκροατῇ γε καὶ διαγνώμονι συνδιάσκεψιν, ἐπεὶ οὐκ ἦν συμβαίνειν τὰς γνώμας αὐτῶν, εἰς πολὺ τοῦ καιροῦ κατατεινομένου, ἔγνωσαν ἅμα πέμπειν καὶ ἐρωτᾶν ἐκεῖνον αὐτὸν πατριάρχην, ὅπως ἔχοι γνώμης καὶ ὅ τι λέγει ἐπί τε τῇ παραιτήσει καὶ ἐπὶ τῷ φημιζο μένῳ ὅρκῳ· τὸ γὰρ εὐλαβὲς καὶ ἁπλοῦν τοῦ ἀνδρὸς ἐχέγγυον εἶ χον λέγειν ἐκεῖνον τὰ πάσης ἀποδείξεως κρείττω, ἐφ' οἷς ἄρα διημφισβήτουν ἀλλήλοις. καὶ δὴ ἠξίουν μὲν πατριάρχην Ἀλεξαν δρείας, ἐκεῖ καὶ αὐτὸν προκαθεζόμενον, τῆς παρ' ἐκεῖνον ἀφί ξεως ἕνεκα, συνέπεμπον δέ οἱ τοὺς συνεροῦντας καὶ δύο ἀρχιε ρεῖς, τόν τε Κρήτης Νικηφόρον καὶ τὸν Περγάμου Ἀρσένιον. οἳ καὶ ἐπιστάντες περὶ τῆς παραιτήσεως καὶ τοῦ λόγου ὡς ἐκ συν όδου πάσης καὶ βασιλέως διεπυνθάνοντο.

(32) ὁ δὲ τὸν ἀπό λογον ὅσον ἦν συντεμών, γραφῇ σημήνας ἀπέστειλεν. ἦν δ' ἐπ' αὐτῆς εἰπεῖν τῆς λέξεως ἔχουσα οὕτως. "δέσποτά μου ἅγιε βα σιλεῦ, διεμηνύσατό μοι ἡ κραταιὰ καὶ ἁγία βασιλεία σου καὶ ἡ θεία καὶ ἱερὰ σύνοδος, μετὰ τοῦ ἁγιωτάτου πάπα καὶ πατριάρ 350 χου Ἀλεξανδρείας καὶ μετὰ τῶν δύο ἀρχιερέων, ἵνα παραδηλώσω τῇ κραταιᾷ καὶ ἁγίᾳ βασιλείᾳ σου ὅπως ἔχω γνώμης περὶ τοῦ συμβάντος εἰς ἐμὲ λόγου, ἔτι δὲ καὶ περὶ τῆς παραιτήσεώς μου. καὶ ἔδει μὴ τὸ παράπαν ἀποκρίνασθαί με, τῆς ἐμῆς παραιτή σεως σαφῶς παριστώσης τὴν ἐμὴν βούλησιν· ἐπεὶ δὲ μόλις νῦν ἐρωτῶμαι, ὡς ἐν βραχεῖ τοῦτο ἀποκρίνομαι πρὸς τὴν ἁγίαν καὶ κραταιὰν βασιλείαν σου, ὅτι ἐγὼ ἐκ πολλῶν ἤδη τῶν χρόνων ἐθέ μην ἐν ἐμαυτῷ μήτε ὀμόσαι μήθ' ἕτερον ὅρκον ζητῆσαι, μηδὲ ὕβριν μέμψεως ἀξίαν τοῦ στόματος προενεγκεῖν, ἀλλὰ μηδέ τινι καταράσασθαι. καὶ ἐφυλασσόμην μέχρι τῆς