105
δεῦρο Χριστοῦ μου χάριτι. πλὴν εἶχον εἰς πληροφορίαν τῶν λόγων μου καὶ παράστασιν ἁπλᾶ καὶ μὴ βλάπτοντα, μηδὲ εἰς ὅρκον λογιζόμενα ταῦτα, νὰ ἔχω τὸ ἔλεος τοῦ θεοῦ, νὰ ἦμαι δοῦλος τοῦ θεοῦ, καὶ νὰ ἀποθάνω ἐν μετανοίᾳ. ὥστε καὶ ἐκεῖνο, ὅπερ ἐφθεγξά μην ἀπὸ παραλυπήσεως τῶν ἀδελφῶν μου, οὐχ ὡς ὅρκον λογιζό μενος εἶπον, ἀλλ' ἁπλῶς ἔχων ἐκ συνηθείας τοῦτο λέγειν. τὸ δὲ ἦν· νὰ ἦμαι δοῦλος τοῦ θεοῦ, οὐ μὴ εἰ μὴ μεθ' ὑμῶν ὑπά γω δηλονότι τό γε νῦν ἔχον, ἀφίσταμαι ἐξ ὑμῶν. οὐχ ὅρκον δὲ τοῦτο ἐλογιζόμην, μαθὼν καὶ ταῦτα παρὰ τοῦ μεγάλου πατρὸς ἡμῶν Βασιλείου, λέγοντος ἐν τοῖς ἠθικοῖς αὐτοῦ λόγοις ὅτι ἔνθα τὸ νὰ τίθεμεν, οὐχ ὅρκον παραδηλοῦμεν, ἀλλ' ἔνθα τὸ μά. 351 εἰ δέ τις ἐπιλαμβάνεταί μου τῆς παραιτήσεως ὡς κἀκεῖσε γράψαν τος διὰ τὸν ὅρκον ἐξέρχεσθαι, πρῶτον μὲν λογιζέσθω ὅτι ἀπὸ ἄκρας παραλυπήσεως γέγραπται, ὡς κἀκεῖ παρεδήλωσα. ἄλλως τε καὶ ἐδόκουν ἀπαλλαγῆναι τῆς ἐκκλησίας εἰρηνικῶς. ἐπεὶ δὲ συμβαίνει σκανδαλίζεσθαι τοὺς ἀρχιερεῖς διὰ ταύτην ὡς μὴ κα νονικῶς προβεβηκυῖαν, εἰ μὲν ὁμοῦ γένοιντο ἅπαντες τεσσαρά κοντα τὸν ἀριθμὸν ὄντες καὶ δέξαιντο τὴν παραίτησίν μου ὅλοι, εὖ ἂν ἔχοι, κἀγὼ τότε τὸ τυχὸν οὐκ ἐρῶ, ἀλλὰ τῆς ἐκκλησίας ἐκστήσομαι, καὶ ὄψεται κύριος ἑαυτῷ ποιμένα, κἀμοῦ, εἴγε βούλοιντο, μετ' αὐτῶν συνδιασκεψαμένου περὶ τοῦ νεύσει θεοῦ τὴν αὐτοῦ κυβερνήσοντος ἐκκλησίαν. εἰ δ' ἀπολειφθεῖέν τινες τῶν ἀρχιερέων, ἄχρι καὶ τριῶν λέγω, μὴ δεχόμενοι τὴν ἐμὴν παραίτησιν, μηδ' ὡς κανονικῶς προβάσης ἀποδεχόμενοι, κἀγὼ μετ' αὐτῶν δηλονότι ἔσομαι καὶ τῆς δεδομένης μοι παρὰ τοῦ πνεύματος τοῦ ἁγίου ἐξουσίας οὐκ ἀποστήσομαι, ἅμα μὲν φει δόμενος τῶν ψυχῶν τῶν ἀδίκως καὶ παραλόγως κατειπόντων μου, ἅμα δὲ καὶ τῶν ἐκκλησιῶν προμηθούμενος, ἵνα μὴ τέλεον ἀπό λωνται τῇ τῶν ὑπερμαχούντων τῆς ἀληθείας ἀποχωρήσει. ὅτι δὲ καὶ ἠδικήθην παρά τε τῆς ἁγίας βασιλείας σου καὶ παρὰ τῶν ἀρχιερέων, εὔδηλον· ὀκτὼ γὰρ παραδραμόντων μηνῶν ἐν οἷς ὑβριζόμην, οὐδεμίαν ἐποίησεν ἐκδίκησιν ἡ ἁγία βασιλεία σου 352 εἰς ἐμέ, οὔτε ἡ σύνοδος. ὅσον δ' ἐντεῦθεν ἐπισυμβῇ τῇ ἐκκλη σίᾳ, πάντως οὐκ ἐγὼ τὸν ὑπὲρ τούτου ἀποδώσω λόγον. ταῦτα διὰ τὸ ἀσφαλὲς γεγραφὼς τῇ κραταιᾷ καὶ ἁγίᾳ βασιλείᾳ σου πέμ πω. γένοιτο δὲ αὐτῇ θεοῦ κυβερνωμένῃ χειρί, ὅσον ἀσφαλὲς καὶ ἀτάραχον, τῇ αὐτοῦ πραγματεύσασθαι ἐκκλησίᾳ." Ταῦτα δεξαμένῳ τὰ γράμματα βασιλεῖ ὑπονοεῖν ἐπῄει ὡς οὐ γνησίας φρενὸς καὶ γνώμης τοῦ πατριάρχου ταῦτα, ἀλλά τι νων ἄλλων ὑποβαλλομένων, οἷς ἦν ἀμφισβητεῖν ἀρχιερεῦσιν οὖ σιν πρὸς τοὺς κατ' ἐκείνου σπουδάζοντας· ὅμως δὲ καὶ αὖθις ξύναξιν καθιστὰς τῇ συνόδῳ τὰ τῆς ἀπολογίας κοινοῦται, καὶ ὅτι μεταμέλειν δοκεῖ τῷ παραιτουμένῳ τῆς παραιτήσεως, συν διασκέπτεσθαι ἀξιοῖ. τότε τοίνυν στερρά τις φιλονεικία καὶ ἑκα τέροις τοῖς μέρεσι γίνεται, τῶν μὲν ὑπὲρ ἐκείνου λεγόντων καὶ μᾶλλον ἰσχυριζομένων, ὡς παραλυπήσεως, οὐ προαιρέσεως ἡ παραίτησις, καὶ ὅτι εἰ καὶ ἐπὶ τρισὶν ἀρχιερεῦσι καὶ μόνοις ἵστα σθαι βούλεται, τόσων προσκειμένων ἐκείνῳ πολλῷ γε δικαιότε ρον ἵστασθαι, τῶν δὲ τούτοις ἀνθισταμένων ὅρκον εἶναι διατει νομένων τὸν λόγον, καὶ ὅρκον φρίκης μεστόν, καὶ ἱκανὸν κωλύειν ἱερωσύνης παραβαινόμενον. οἷς δὴ καὶ ὁ βασιλεὺς ἐπιεικῶς ὁμογνωμονῶν ἦν, τῷ μὲν πλείονι, ὡς ἐῴκει, δι' ἄκραν εὐλά 353 βειαν τὴν ἐπὶ τὸν ὅρκον, τῷ δ' ἀδήλῳ, οἶμαι, καὶ σκοπὸν ἔχων τοὺς Ἀρσενιάτας, εἰ εἰρηνεύειν δύναιτο, (οὐδὲ γὰρ μικρὸν ὠδύνα τὸν βασιλέα τὸ ἐκείνων σχίσμα, ὡς ἔδειξε) προσλαβέσθαι. ἢ μὴν ἄλλως καὶ δι' Ἀθανάσιον, ἄδηλον ὂν ἐς τότε. τούτων ἐπὶ πολὺ τριβομένων καὶ τῶν ἀρχιερέων μὴ συμβαινόντων ἀλλή λοις μετέωρα τὰ τῆς ἀποφάσεως ἦσαν, καὶ οὐδὲν ἤνυτον συνερ χόμενοι. διὰ τοῦτο καὶ ἔτι ἐμνημονεύετο μὲν Ἰωάννης, οἱ αὐ τοῦ δὲ τὸ πατριαρχεῖον διῴκουν κατέχοντες, καίτοι γε καὶ πρὸ τοῦ ταῦτα κινεῖσθαι πέμποντος μὲν εἰς μονὰς τοῦ ἔτι πατριαρ χοῦντος, πέμποντος δὲ καὶ εἰς τὴν αὐτὴν ἐκκλησίαν, καὶ παύειν τὸ ἑαυτοῦ μνημόσυνον ἐπιτρέποντος ὡς δῆθεν παραιτησαμένου καὶ ἀποβεβληκότος