1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

106

τὸν ἱερέα παντάπασιν. ἀλλ' ἐκεῖνοι τὴν ἀπό τε συνόδου καὶ βασιλέως ἀποκατάστασιν ἐκδεχόμενοι κατασιγᾶν οὐδ' ὅλως ἐπείθοντο τὸ Ἰωάννου ὄνομα. 33. Τῷ μέντοι γε βασιλεῖ ἔνθεν μὲν ὁρῶντι τὴν ἐπὶ τῷ παραιτεῖσθαι πολλάκις εὐκολίαν τοῦ Ἰωάννου, ἔνθεν δ' αὖθις ὑπονοουμένῳ τὴν τῶν Ἀρσενιατῶν ἐς ἔσχατον ἀντοχήν, ὡς οὐδ' ἂν εἰρηνευσόντων ἄλλως εἰ μή γε καθ' αὑτοὺς τὰ τῆς ἐκκλησίας πράγματα γένοιντο (καὶ γὰρ καὶ τοῦ Ὑακίνθου ἐξ ἀνθρώπων γε γονότος ἐκεῖνοι τῇ τοῦ Μωσελὲ μονῇ προσκαθήμενοι πολλοὺς εἶ 354 χον ἐξωτέρω τοὺς σπουδαστάς, καὶ τοὺς αὐτῶν νεκροὺς ἴσα καὶ ὁμολογητὰς ἐτίμων, καὶ πολλοὺς ἐντεῦθεν ἐπήγοντο), ἔννοιά τις ἐπῄει, ἤδη καὶ τοῖς λογισμοῖς αὐτοῦ προκαθίσασα, μήπως θεῷ δοκοῦν τὰ τούτων ὁ δὲ τὰ πόρρω διώκοι, καὶ ὧν ἴσως τελεσθέν των οὐδὲν ὀνήϊστον γένοιτο, καὶ διὰ ταῦθ' ὁδηγοῦν τὸ θεῖον τὴν τοῦ Ἰωάννου πρὸς τὸ πατριαρχεύειν ἐμποιεῖ νάρκην, εὐχε ρῶς παραιτουμένου κἀκ τῆς τυχούσης προφάσεως. τῷ τοι καὶ γνωσιμαχῶν ὑπὲρ τούτων, καὶ ὅτι ἄλλως ἀνάγκη ἦν καὶ τρίτον ἐπὶ δυσὶ πατριάρχην ἐπικηρύττεσθαι αὐτοῦ γε παραιτουμένου ἤδη, καὶ τὸ ἀπρεπὲς δυσωπούμενος, ἔγνω προκαταλαμβάνειν ἐκείνους, καὶ πέμψας ἐν ἀπορρήτοις τὴν ἐκ Νοστόγγων Ταρχα νειώτισσαν ὁμαιμονοῦσαν τῷ Κομνηνῷ Ἰωάννῃ καὶ τὰ ἐκείνων ἐξ ἀρχῆς φρονοῦσαν ἄγει παρ' ἑαυτῷ, καὶ κοινοῦται ταύτῃ τὸ σκέμμα, καὶ πρὸς ἐκείνους διὰ ταύτης πρεσβεύεται, καὶ ζητεῖ τοὺς ἐκείνων πρώτους, καὶ μάλιστα τοὺς τυφλούς, Λάζαρόν τε τὸν Γοριανίτην καὶ τὸν Περιστέρην Μακάριον, ἐφ' ᾧ καὶ περὶ τούτων σφίσι συνδιασκέψασθαι. καὶ δὴ ἐφίσταται μὲν ἡ μονα χὴ γραῦς ἀσμένοις τοῖς μοναχοῖς, ἐκλέγονται δὲ παρ' αὐτῶν τοῖς τυφλοῖς συνάμα οἱ τῶν ἄλλων προέχοντες, καὶ εἰς πέντε ποσω θέντες ἐξαποστέλλονται. ὧν δὴ καὶ τῶν νυκτῶν ἀωρὶ μηδενὸς ἄλλου συνειδότος προσόδου πρὸς βασιλέα τυγχανόντων, οἱ περὶ 355 τούτων κινοῦνται λόγοι· καὶ βασιλεὺς οὐδὲν ἄλλο προυργιαίτερον ἔχων ἢ ὅπως μὲν τὸ ἐπὶ ταῖς πράξεσιν ἀμώμητον σχοῖεν, ἐπί τε χειροτονίᾳ δηλαδὴ πατριάρχου καὶ τοῖς λοιποῖς, ὅπως δὲ καὶ ἀρχιερεῖς περιποιοῖντο ἐν ταῖς τιμαῖς (τὸ γὰρ τοῦ Ἰωσὴφ μνημό συνον καὶ προπέποτο), πολὺς ἦν ἀξιῶν πρὸς ταῦτα, μή πως, φησί, καταστορεθέντος μέρους μέρος αὖθις ἀνασοβοῖτο καὶ πά λιν ἀναζῷεν τὰ σκάνδαλα, ἀλλ' ὅλη τις καὶ ἐφ' ὅλοις εἰρήνη ἐπισχεθείη τοῖς πράγμασι· τοῦτο γάρ, φησί, καὶ τὸ σπουδαζόμε νον. οἱ μέντοι γε μοναχοὶ τὰ μὲν περὶ τοῦ γενησομένου πα τριάρχου, ὅπως ἂν ψηφισθείη καὶ ὅπως χειροτονοῖτο καὶ τίς οὗ τος δὴ καὶ ὁποῖος, τὸν μὲν ἔχειν ἔλεγον καὶ ἐπιεικῶς ἐπὶ τῷ πρά γματι ἄξιον, τὴν ψῆφον δ' αὐτοῦ καὶ τὴν χειροτονίαν μὴ πράτ τειν ὅλως ἀπέλεγον τοὺς ἀρχιερεῖς· μηδὲ γὰρ ὅσιον εἶναι κατασε σεισμένον ἐξ ἀρχῆς ὑποτιθέναι τὸν θέμεθλον. ἀλλ' ἐκείνους μὲν ἀπρακτεῖν τὸ πάμπαν καὶ ἡσυχάζειν, ἔστ' ἂν καταστάντος 356 πατριάρχου νομίμου τὰ κατ' αὐτοὺς ἐξετάζοιντο, αὐτοὺς δὲ καὶ 356 οὓς κοινωνοὺς εἶχον ἑτέρους ψηφίζεσθαι· χειροτονεῖν δὲ τὸν τῶν Μαρμαριτζίων ἐπίσκοπον προσκληθέντα ἐκ δύσεως, ἄνδρα γη ραιὸν μὲν ἤδη καὶ τῆς παλαιᾶς ἐκείνης χειροτονίας, οὐδ' ὅλως δὲ τοῖς μεταξὺ πραχθεῖσι κεκοινωνηκέναι δόξαντα. ὑπέτεινον δὲ καὶ χρηστὰς ἐλπίδας ἀρχιερεῦσι, λέγοντες μὴ τελέως αὐτῶν ἀφει δεῖν ἐς ὃ καὶ ἀργοῖεν, ἀλλὰ κατὰ τὴν τοῦ θείου Ταρασίου πρᾶ ξιν περιποιεῖσθαι, πλὴν ἐκείνων ὅσον ἐκ τοῦ γενησομένου πα τριάρχου κανονικὴ ἐξέτασις, ὡς εἰκός, ἀποδοκιμάσειεν. ὡς δὲ καὶ περὶ τοῦ Μαρμαριτζίων ἐζήτησεν ὁ κρατῶν, καὶ πολλὴν ἐν πολλοῖς ἀδιαφορίαν τοῦ ἀνδρὸς κατεμάνθανεν, ὅτι τε χρημάτων ὤνιον τὴν ἱερωσύνην ποιοίη, καὶ ὅτι συνάμα πολλοὺς χειροτονοίη ἐν μιᾷ ἱερᾷ τελετῇ τῆς αὐτῆς ἐπὶ τῇ ἱερωσύνῃ τάξεως, καὶ ἄλλ' ἄττα τῶν ἐκκλησιαστικῶν θεσμῶν ἀπᾴδοντα πράττοι, καὶ μᾶλ λον ὅτι ἐκλελοιπότων κατὰ δύσιν καὶ τῶν ἀπὸ τῆς μεγάλης συνό δου ἀρχιερέων διὰ τὰ τῶν ἐκκλησιαστικῶν σκανδάλων ἐπάλληλα. ὡς γοῦν ταῦτ' ἀκούων τοῖς μοναχοῖς προέτεινεν ὁ κρατῶν, τὴν τοῦ καιροῦ ἐκεῖνοι προβαλλόμενοι δυσκολίαν καὶ τὸ τῶν φυλα χθέντων σπάνιον ἐπὶ τοιούτοις καιροῖς, παρέλκειν