1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

107

ἔλεγον ταῦτα 357 ὡς ἄξια συγγινώσκεσθαι· ἐκεῖνον γάρ, κἂν πάντ' ἔχοι τὰ φημι ζόμενα, ἀλλ' οὖν τὴν ἐκ παλαιοῦ χειροτονίαν καὶ τὸ μὴ συγκε κοινωνηκέναι δόξαι τοῖς χθὲς τελεσθεῖσι καὶ πρώην εἰς τὸ τῆς ἐκ κλησίας σκάνδαλον ἐς τέλος περιποιεῖν δύνασθαι. ταῦτα λέγον τες δῆλοι ἦσαν ἀκριβείας καθυφεικότες, ἵνα ἄρα τὰ τῆς ἀκρι βείας πράττειν ἐβούλοντο. βασιλεὺς δ' ὅμως ἅπαξ διὰ σκοποῦ θέμενος αὐτοὺς προσλαβέσθαι, οὐδὲν ἐφυλοκρίνει πρὸς ταῦτα, ἀπεθάρρει δὲ τὴν ἐγχείρησιν, ἀκριβῶς εἰδώς, ὅπερ καὶ φανερὸν ἦν, ὡς παρ' αὐτοῖς ἂν εἴη καὶ μόνοις καὶ τὸ ἐπίμωμον δοκοῦν ἐξιᾶσθαι, ἀκριβείας δόξασιν ἐπειλῆφθαι ὡς καὶ διὰ ταύτην ἀρ χῆθεν πιστευομένοις κακοπαθεῖν. τῷ τοι καὶ ὑπὸ πολλῇ πληρο φορίᾳ ἐπ' αὐτοῖς τὸ πᾶν ἐτίθει, καὶ δῆλος ἦν ἐκείνοις προσέξων ὅ τι καὶ πράττοιεν. γράμμασί τε τὰ συντεθειμένα ἠσφαλίζοντο. καὶ μόνον ἦν τὸ ἀρχιερεῖς ὁμοφωνεῖν ἐπὶ τῇ τῆς παραιτήσεως τοῦ Ἰωάννου παραδοχῇ, εἰ δ' οὖν ἀλλ' ὅρκον τὸ λεχθὲν τιθεμένους ἀποπροσποιεῖσθαι τὴν ἐκείνου ποιμαντικήν, κἂν αὐτὸς ἀνακαλῆ ται ἱερωσύνην ἐκ μεταγνώσεως. οἱ μὲν οὖν συναγόμενοι ἐφ' ἡμέ ραις ἁπάσαις διημφισβήτουν ἀλλήλοις καὶ ἀμφεγνωμόνουν περὶ 358 τοῦ Ἰωάννου. οἱ πλείους δὲ καὶ περιφανέστεροι, ὅρκον τιθέμε νοι τὸ λεχθέν, παραιτήσεως μὲν ἐκείνης ἠλόγουν πάμπαν, κἂν ἐμμένῃ ταύτῃ κἂν μὴ ἐκθέμενος, μὴ δυνατὸν δ' εἶναι αὐτὸν ἱε ρᾶσθαι τὸ ἀπὸ τοῦδε, μὴ δόντος δηλαδὴ τὰς δίκας τοῦ Σηλυ βρίας τῆς εἰς αὐτὸν ὕβρεως· μηδὲ γὰρ δυνατὸν εἶναι δίκας ὑπέ χειν τὸν μὴ τρόπον κατηγόρου σταθέντα μηδὲ προδήλως ὑβρί σαντα. ὁ μέντοι γε Φιλαδελφείας Θεόληπτος πρὸς τὴν τοῦ Ἐφέσου Ἰωάννου κατάστασιν συνόδῳ πάσῃ διαμφισβητῶν, τὸ ἐκποδὼν γενέσθαι τὸν πατριάρχην ὁμογνωμονοῦντά οἱ περὶ τού του τῆς οἰκείας γνώμης κατάλυσιν τὸ σύμπαν οἰόμενος, ἀπρίξ τε εἴχετο τούτου, καὶ τῷ Σηλυβρίας ἐτίθει δικαίας τὰς δίκας τῆς καθαιρέσεως, δι' ἃς ἀπρακτεῖν καὶ τὸ δοκοῦν εἰς ὅρκον ἐξ ἀναγ καίων ᾤετο. ἀντέλεγον δὲ πλεῖστοι, καὶ μάλιστα ταύτης γε καὶ αὐτοὶ τῆς αἰτίας ἕνεκα, σὺν οἷς καὶ βασιλεὺς ὅρκον ἔκρινε μέγι στον τὸ λεχθέν. πλὴν δ' ἀλλ' εἰ βούλοιτο, φησί, πατριάρχης ἀναλαμβάνειν καὶ οὕτως τὸν θρόνον καὶ τὴν τιμήν, ἕτοιμος εἶ 359 ναι καὶ πάλιν ἐκεῖνον δέχεσθαι, πιστεύων, οἶμαι, τῷ τέλει, ὡς οὐδὲν ἂν καταδεξομένου τοῦ γέροντος ἀντέχεσθαι μωμητῶς οὗπερ προθύμως ἐξίστατο. 34. Ἀλλ' ἐν τούτοις τῶν πραγμάτων ὄντων (θεὸς δ' εἰ δείη πῶς ταῦτα καὶ πέπρακτο) μοναχός τις τῶν εὐλαβῶν δοκούν των καὶ ἐλλογίμων, Μηνᾶς τοὔνομα, Σκωλήκης τοὐπίκλην, γνώριμος μὲν ἐκκλησίᾳ γνώριμος δέ γε καὶ βασιλεῖ, προσόδους εἰς Ἀθανάσιον τὸν πάλαι πατριαρχεύσαντα ἐκ συνηθείας ποιού μενος, οὗτος, ὡς βασιλεὺς ἔλεγε καὶ πάντες ὡς εἰκὸς ἐπίστευον, μηνὸς Ἑκατομβαιῶνος πεντεκαιδεκάτῃ, ἡμέρας ληγούσης προσελ θὼν βασιλεῖ τοὺς ἐπὶ τῶν ἀγγελιῶν ἠξίου ἀναφέρειν περὶ αὐτοῦ ὡς ἐρεῖν τι ἔχοντος ἀναγκαῖον. καὶ οἱ μὲν ἀνέφερον, βασιλεὺς δὲ σχολάζων ἐπ' ἀναγκαίοις τότε μὲν ὑπερετίθετο τὴν εἰσαγω γήν, πέμπων δὲ προσέταττε μένειν ἐφ' ᾧπερ κατὰ σχολὴν εἰσα χθείη. καὶ ὃς ἔξω μένων, ὡς ἤδη νὺξ ἦν καὶ περιαργῶν καθῆ στο, μηνύει καὶ πάλιν καὶ τὴν εἰσέλευσιν ἐπισπεύδει. ὡς δὲ καὶ αὖθις ὑπερετίθετο βασιλεὺς καὶ μετὰ μικρὸν εἰσιέναι κελεύσοντος ὑπισχνεῖτο, ἐκεῖνος "καὶ τί γε" μηνίων φησὶν "ἀνύσομεν διερ χομένης τῆς ὥρας, ἀναγκαῖον ὂν λέγειν περὶ ὧν ἀφίγμεθα, πρὶν καὶ ὀψὲ γενέσθαι νυκτός." ταῦτ' εἰπὼν ἔπειθεν ἐκ τοῦ παρα χρῆμα, δόξαν τῷ βασιλεῖ αὐτόθεν καινόν τι ἀκούειν καὶ σπου 360 δῆς ἄξιον. καὶ εἰσαχθεὶς μόνος μόνῳ τῷ βασιλεῖ "δέσποτά μου" ἔφη "καὶ βασιλεῦ, ἐμοὶ μὲν σύνηθες πρὸς τὸν κύριον Ἀθα νάσιον ἐκ διαλειμμάτων τινῶν καιριακῶν παραγίνεσθαι. καὶ δὴ καὶ παραγεγονὼς τὴν σήμερον κατηφείας εὗρον τὸν ἄνδρα μεστὸν καὶ πλήρη συννοίας ὅσον εἰκάσαι. ὅθεν καὶ πρός με λέγων τὸ ποιοῦν τὴν κατήφειαν ἐκ θάρρους οὗ πρὸς ἐκεῖνον ἔχω, ὀργήν φησι θείαν ἐφειμένην τοῖς ἐνθάδε κατανοῶ καὶ αἴθ' εἴ τις ἴοι καὶ βασιλεῖ ἀγγείλειε τὴν ἐμὴν συμβουλήν, μοναῖς ἁπάσαις προστάξαι, πλὴν ἐκ τῆς