1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

108

σήμερον, παννύχους τοὺς ἐν αὐταῖς καὶ ἐκτενεῖς ἱκετείας ἐπιτελεῖν, λέγοντας καὶ αὐτὴν τὴν ἐκτενῆ δέη σιν, ὑπὲρ τοῦ διαφυλαχθῆναι πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λι μοῦ λοιμοῦ σεισμοῦ καταποντισμοῦ, καὶ ταῦτα πράττειν καὶ τὴν σήμερον καὶ τὴν αὔριον καὶ τὴν μετ' ἐκείνην, καὶ ἐς ἀεὶ σχε δὸν ἐξιλεουμένους τὸ θεῖον διὰ τῆς συνεχοῦς παρακλήσεως. οὕτω γάρ, οἶμαι, καὶ θεὸς ἀνεὶς τὴν ὀργὴν εὐμενὴς ἡμῖν γένοιτο. ταῦτ' ἀκούσας ἐγὼ ἐλθὼν τῷ Ἡρακλείας μητροπολίτῃ τὸν λόγον ἐκοινωσάμην, καὶ ὃς παρευθὺς ἐπείγει μοι τὴν πρὸς τὴν βασι λείαν σου ἄφιξιν ἐφ' ᾧπερ ἀνενεγκεῖν ὅσον παρὰ τοῦ ἀνδρὸς ἤκουσα. πάρειμι τοίνυν καὶ λέγω, καὶ ὡς δόξει τῇ ἐκ θεοῦ βα σιλείᾳ σου, κελευέτω τε καὶ πραττέτω. πλὴν εἰ ἐν φροντίδι ποιεῖς τὸν λόγον τῇ προσηκούσῃ, αὐτόθεν ἄρχεσθαι τὸ ἔργον κέ 361 λευε γίνεσθαι κατὰ τὴν τοῦ εἰπόντος παραγγελίαν. κἀμοὶ γὰρ προσέταττε θεοῦ δέεσθαι, καὶ ἄλλους εἰς τοῦτο παρακαλεῖν εὐλα βεῖς ἄνδρας, ὅσους ἂν καὶ συνήθεις εἰδείην." δέχεται τὸν λό γον ἀσμένως ὁ βασιλεύς. καὶ ὁ μὲν μοναχὸς εἰπὼν ἀπηλλάττετο, βασιλεὺς δ' εἰς νοῦν στρέφων τὸ ἀγγελθέν, καὶ περὶ τῶν φρικω δῶν ἀπειλῶν τοῦ θεοῦ ἐννοούμενος ὧν ῥυσθῆναι κατὰ τὸ σύνη θες λέγοντας προσέταττεν ὁ εἰπὼν θεοῦ δέεσθαι, λιμὸν μὲν καὶ λοιμὸν ὡς ἐν χρόνῳ καὶ διὰ μακροῦ ξυμβαίνοντας τῆς φροντίδος ἐξῇρε (μηδὲ γὰρ ἐν τρισὶν ἡμέραις ταῦτ' ἐνσκῆψαι οἷά τ' εἶναι), σεισμοῦ δὲ καὶ καταποντισμοῦ ἀναλαμβάνων ἔννοιαν δι' ἐννοίας εἶχε τὸν λόγον. ὑπώπτευε δὲ καὶ τὸ τοῦ μοναχοῦ μήνυμα, τὴν τοῦ καιροῦ αἰτιωμένου παραδρομήν, ὡς μηδὲ οἷόν τ' ἐσομένου, ὡς ἔλεγεν, ἐντεῦθεν ἀνύσαι, μή πως ἐκεῖνος εἰδώς τι τῶν ἤδη γενησομένων ἔλεγε. καὶ ταῦτα μὲν βασιλεύς· ἐβούλετο δ', οἶ μαι, ὁ λόγος καὶ ἄλλο τι δηλοῦν, τὸ κατὰ καιρὸν δηλαδὴ τὰς ἀποστολὰς εἰς τὰς μονὰς γίνεσθαι, καὶ μὴ ἐξώρους ἐς ἅπαν ὀψὲ τῶν νυκτῶν τῶν ἀποστόλων ἐφισταμένων. τέως δ' ὅμως ὑπέ κνιζε τὸν κρατοῦντα καὶ ἄλλο τι βαθύτερον ἐννοούμενον, ὡς αὐ τὸς δημηγορῶν ὕστερον ἔλεγε. καὶ τῷ μὲν λογοθέτῃ προστάσ σει τῶν γενικῶν πέμπειν ἐπὶ μονὰς τοὺς ἐροῦντας τὴν τοῦ βασι 362 λέως πρόσταξιν, ἐφ' ᾧπερ αὐτόθεν παννύχους ἱκεσίας ποιεῖν. τὸ μέντοι γε καὶ τὴν ἐκτενῆ ὅπως ποιοῖεν, καὶ τί λέγοιεν ἂν προ δηλοῦν, πρῶτον μὲν περιττὸν οἷον κρίνων ἠφίει· εὐθὺς δ' ἐκ μεταμελείας τὸν λογοθέτην ἀνακαλούμενος, ὡς καὶ αὐτὸς δημη γορῶν ἔλεγε, παράγων κἀκεῖνον ἐπὶ τούτοις μάρτυρα, καὶ τοῦτο προσέτασσε παραγγέλλειν τοῖς πεμπομένοις παραδηλοῦν τοῖς μο ναχοῖς. αὐτὸς δὲ διανυκτερεύων καὶ γρηγορῶν, εἰωθὸς ὂν ἐκεί νῳ τὸ ταῦτα ποιεῖν, ὅμως καὶ ἐν ἐννοίᾳ σεισμοῦ ἦν, ὡς ἔλεγεν. ὡς δὲ χρόνος παρῆλθε καὶ αὐτὸς πρὸς τὴν ἰδίαν μητέρα τὴν πρόσοδον ποιεῖν κατὰ τὸ σύνηθες ἔμελλεν, ἐπισημαίνει παρα χρῆμα, ὡς ἐκεῖνον καὶ γνῶναι καὶ λέγειν, σεισμὸς μαλακός, ἐπὶ τοσοῦτον δῆλος ὥστε καὶ γνωσθῆναι μόλις τῷ γρηγοροῦντι. ἦν οὖν τοῦτο τῷ βασιλεῖ εἰς δόξαν ἀληθείας τῶν λεχθέντων προοίμιον· ὅμως ἐχεμυθῶν, ὡς ἔλεγε, καὶ πλέον τι τοῦ συμ βάντος παρετήρει καὶ ὑπεσκέπτετο. νὺξ μὲν οὖν ἐκείνη παρῴ χετο, καὶ ἡ μετ' αὐτὴν αὖθις, καὶ τῇ ἑπτακαιδεκάτῃ πρωΐας σεισμὸς προσήραξε κραταιότερος, οὐ μὴν δὲ ὥστε καί τι τῶν ἐς κίνδυνον ἐκ τούτου γενέσθαι. καὶ εὐθὺς ὁ βασιλεὺς ἐν πληρο φορίᾳ ὥρμα γενέσθαι τοῦ ἐκεῖνα λέγοντος, καὶ καθεκτὸς οὐκ ἦν θαύματος καὶ ἐπαίνου ἐκεῖνον τιθέμενος, κἂν τέως τοὔνομα ὑπεκρύπτετο. 363 35. ∆ιαλαλεῖται τοίνυν πρωΐας πᾶς ἀνὴρ ἱερός, ἀρχιε ρεὺς καὶ κλῆρος καὶ μοναχῶν οἱ κράτιστοι, καὶ εἰς κοινὴν ὁ κρα τῶν τὸν λόγον τιθεὶς μετ' ἐπιμελείας πάσης διεπυνθάνετο τί ἂν καὶ δοκοίη τούτοις ὁ μοναχὸς (οὔπω γὰρ ἔλεγε τοὔνομα) ὃς περὶ τοιούτων φθάσας ἐδήλωσεν, οὕτω πως διαμηνυσάμενος. καὶ τοῖς μὲν οὕτως τοῖς δ' ἐκείνως, ἐπεὶ οὐκ ἦν εἰδέναι τὸ πρόσω πον, ἐδόκει τὰ περὶ τούτων ξυμβῆναι. πλὴν ὅ τι τις εἴποι, οὔπω γε ἔλεγε, καὶ διηπίστει ἑαυτῷ λέγοντι, μὴ ἔχων ὅπῃ στῇ καὶ ἀπερείσεται πρὸς ἀλήθειαν. οἱ μὲν γὰρ μοναχὸν τῷ τέως τὸν εἰπόντα μανθάνοντες θείαν τὸ πρᾶγμα πρόρρησιν ὡμολό γουν, εἰ τέως προδήλως καὶ ὡς ἠκούετο εἴπειεν· εἰ γάρ τινα τῶν